§4.72.1περὶ μὲν οὖν Ἀσκληπιοῦ καὶ τῶν υἱῶν αὐτοῦτοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα, περὶ δὲ τῶν Ἀσωποῦ θυγατέρων καὶ τῶν Αἰακῷ γενομένων υἱῶν νῦν διέξιμεν.
したがって、アスクレピオスとその息子たちについては、既に述べたことで満足することとし、今度はアソポスの娘たちと、アイアコスに生まれた息子たちについて説明することにしよう。
Ὠκεανοῦ καὶ Τηθύος κατὰ τοὺς μύθους ἐγένοντο παῖδες ἄλλοι τε πλείους ἐπώνυμοι ποταμῶν, ἐν οἷς ὑπάρξαι Πηνειὸν καὶ Ἀσωπόν.
神話によれば、オケアノスとテテュスから、河川の名となった多くの他の子供たちが生まれたが、その中にペネイオスとアソポスがいたとされる。
Πηνειὸς μὲν οὖν κατοικήσας περὶ τὴν νῦν οὖσαν Θετταλίαν ἐπώνυμον ἑαυτοῦ τὸν προειρημένον ποταμὸν ἐποίησεν·
さて、ペネイオスは、現在テッサリアと呼ばれる地方に住み、前述の河川を自分の名にちなんで名づけた。
Ἀσωπὸς δʼ ἐν Φλιοῦντι κατοικήσας ἔγημε Μετώπην τὴν Λάδωνος, ἐξ ἧς ἐγένοντο δύο μὲν υἱοί, Πελασγὸς καὶ Ἰσμηνός, θυγατέρες δὲ δώδεκα, Κόρκυρα καὶ Σαλαμίς, ἔτι δʼ Αἴγινα καὶ Πειρήνη καὶ Κλεώνη, πρὸς δὲ ταύταις Θήβη τε καὶ Τάναγρα καὶ Θέσπεια καὶ Ἀσωπίς, ἔτι δὲ Σινώπη, πρὸς δὲ ταύταις Ὀρνία καὶ Χαλκίς.
一方、アソポスはフリウスに住み、ラドンの娘メトペを妻に娶った。 彼女から二人の息子ペラスゴスとイスメノス、そして十二人の娘コルクラ、サラミス、さらにアイギナ、ペイレーネ、クレオネ、これらに加えてテーベ、タナグラ、テスペイア、アソピス、さらにシノペ、それに加えてオルニアとカルキスが生まれた。
§4.72.2τούτων δʼ Ἰσμηνὸς μὲν εἰς Βοιωτίαν ἐλθὼν κατῴκησε περὶ τὸν ποταμὸν τὸν ἀπʼ ἐκείνου τὴν ὁμωνυμίαν λαβόντα, τῶν δὲ θυγατέρων Σινώπη μὲν ὑπὸ Ἀπόλλωνος ἁρπαγεῖσα ἀπηνέχθη πρὸς τοῦτον τὸν τόπον οὗ νῦν ἐστιν ἡ ἀπʼ ἐκείνης ὀνομασθεῖσα πόλις Σινώπη·
これらのうち、イスメノスはボイオティアに行き、彼にちなんで同じ名前を付けられた河川の周辺に住み着いた。 娘たちのうち、シノペはアポロンにさらわれて、現在彼女の名にちなんで名付けられたシノペ市がある場所に連れて行かれた。
ἐκ δὲ ταύτης καὶ Ἀπόλλωνος γενόμενος υἱὸς Σύρος ἐβασίλευσε τῶν ἀπʼ ἐκείνου Σύρων ὀνομασθέντων.
彼女とアポロンから生まれた息子シュロスは、彼にちなんでシリア人と呼ばれるようになった者たちを支配した。
§4.72.3Κόρκυρα δʼ ὑπὸ Ποσειδῶνος ἀπηνέχθη εἰς νῆσον τὴν ἀπʼ ἐκείνης Κόρκυραν ὀνομαζομένην·
コルクラはポセイドンによって、彼女にちなんでコルクラと呼ばれる島へと連れ去られた。
ἐκ ταύτης δὲ καὶ Ποσειδῶνος ἐγένετο Φαίαξ, ἀφʼ οὗ τοὺς Φαίακας συνέβη τυχεῖν ταύτης τῆς προσηγορίας.
彼女とポセイドンからファイアクスが生まれ、彼にちなんでファイアクス人がこの名称を得ることになった。
§4.72.4Φαίακος δʼ ἐγένετο Ἀλκίνοος ὁ τὸν Ὀδυσσέα καταγαγὼν εἰς τὴν Ἰθάκην.
ファイアクスからは、オデュッセウスをイタカへと送り届けたアルキノオスが生まれた。
Σαλαμὶς δʼ ὑπὸ Ποσειδῶνος ἁρπαγεῖσα ἐκομίσθη εἰς τὴν ἀπʼ αὐτῆς νῆσον Σαλαμῖνα προσαγορευθεῖσαν·
また、サラミスはポセイドンにさらわれて、彼女にちなんでサラミスと名付けられた島へと運ばれた。
αὕτη δὲ μιγεῖσα Ποσειδῶνι Κυχρέα ἐγέννησεν, ὃς βασιλεύσας τῆς νήσου ταύτης καὶ γενόμενος ἐπιφανὴς ἀπέκτεινεν ὄφιν ὑπερφυῆ τὸ μέγεθος καὶ λυμαινόμενον τοὺς ἐγχωρίους.
彼女はポセイドンと交わってキュクレウスを産んだ。 彼はこの島の王となり、名を馳せたが、並外れた大きさで現地の住民を苦しめていた大蛇を退治した。
§4.72.5Αἴγινα δʼ ἐκ Φλιοῦντος ὑπὸ Διὸς ἁρπαγεῖσα εἰς νῆσον ἀπεκομίσθη τὴν ἀπʼ ἐκείνης Αἴγιναν ὀνομασθεῖσαν, ἐν ταύτῃ δὲ Διὶ μιγεῖσα ἐτέκνωσεν Αἰακόν, ὃς ἐβασίλευσε τῆς νήσου.
アイギナは、ゼウスによってフリウスから、彼女にちなんでアイギナと名付けられた島へと連れ去られ、この島でゼウスと交わって、その島の王となったアイアコスを産んだ。
§4.72.6τούτου δʼ ἐγένοντο υἱοὶ Πηλεὺς καὶ Τελαμών.
このアイアコスにペレウスとテラモンという息子たちが生まれた。
τούτων δὲ Πηλεὺς δίσκῳ βαλὼν ἀπέκτεινεν ἀκουσίως Φῶκον ὁμοπάτριον ἀδελφόν, ἐξ ἄλλης δὲ μητρὸς γεγενημένον.
彼らのうちペレウスは、円盤を投げて、異母兄弟であるポコスを不意に殺してしまった。
διὰ δὲ τὸν φόνον Πηλεὺς ὑπὸ τοῦ πατρὸς φυγαδευθεὶς ἔφυγε τῆς νῦν Θετταλίας καλουμένης εἰς Φθίαν, καὶ καθαρθεὶς ὑπὸ Ἄκτορος τοῦ βασιλέως διεδέξατο τὴν βασιλείαν, ἄπαιδος ὄντος τοῦ Ἄκτορος.
この殺人のために、ペレウスは父親によって追放され、現在テッサリアと呼ばれている地方のフティアへと逃れ、王アクトルによって浄められて、アクトルに子供がいなかったため王位を継承した。
ἐκ δὲ Πηλέως καὶ Θέτιδος γενόμενος Ἀχιλλεὺς ἐστράτευσε μετʼ Ἀγαμέμνονος εἰς Τροίαν.
そしてペレウスとテティスから生まれたアキレウスは、アガメムノンとともにトロイアへと遠征した。
§4.72.7Τελαμὼν δὲ φυγὼν ἐξ Αἰγίνης κατήντησεν εἰς Σαλαμῖνα, καὶ γήμας Κυχρέως τοῦ βασιλέως τῶν Σαλαμινίων θυγατέρα Γλαύκην ἐβασίλευσε τῆς νήσου.
一方、テラモンはアイギナから逃れてサラミスに至り、サラミス人の王キュクレウスの娘グラウケを妻としてその島の王となった。
τῆς δὲ γυναικὸς Γλαύκης ἀποθανούσης ἔγημεν ἐξ Ἀθηνῶν Ἐρίβοιαν τὴν Ἀλκάθου, ἐξ ἧς ἐγέννησεν Αἴαντα τὸν ἐπὶ Τροίαν στρατεύσαντα.
妻のグラウケが亡くなると、彼はアテナイからアルカトオスの娘エリボイアを娶り、彼女から、トロイアへと遠征したアイアスをもうけた。