§4.70.1καὶ τελευτήσαντα τὴν τιμωρίαν ἔχειν αἰώνιον.
据说,他在死后也遭受着永恒的惩罚。
τοὺς δὲ Κενταύρους τινὲς μέν φασιν ἐν τῷ Πηλίῳ τραφῆναι ὑπὸ Νυμφῶν, ἀνδρωθέντας δὲ καὶ μιγέντας ἵπποις θηλείαις γεννῆσαι τοὺς ὀνομαζομένους διφυεῖς Ἱπποκενταύρους· τινὲς δὲ λέγουσι τοὺς ἐκ Νεφέλης καὶ Ἰξίονος γεννηθέντας Κενταύρους πρώτους ἱππεύειν ἐπιχειρήσαντας Ἱπποκενταύρους ὠνομάσθαι καὶ εἰς πλάσμα μύθου καταταχθῆναι ὡς διφυεῖς ὄντας.
关于肯陶洛斯人,有人说他们在培利翁山由宁芙抚养长大,成年后与母马交合,生下了所谓的双重身形的“希波肯陶洛斯”;而另一些人则说,由涅斐勒与伊克西翁所生的肯陶洛斯人,因首先尝试骑马而被称作“希波肯陶洛斯”,并在神话虚构中被归类为具有双重身形。
§4.70.2φασὶ δὲ τούτους ὡς συγγενεῖς ὑπάρχοντας ἀπαιτῆσαι τὸν Πειρίθουν τὸ μέρος τῆς πατρῴας ἀρχῆς· οὐκ ἀποδιδόντος δὲ τοῦ Πειρίθου πόλεμον ἐξενεγκεῖν πρὸς αὐτόν τε καὶ τοὺς Λαπίθας.
据说,他们以同族为由,向培里托俄斯索要其父辈统治权中属于自己的一份;由于培里托俄斯不予交出,他们便向他及拉皮泰人发动了战争。
§4.70.3ὕστερον δὲ διαλυθέντων αὐτῶν Πειρίθους μὲν γήμας Ἱπποδάμειαν τὴν Βούτου, καὶ καλέσαντος εἰς τοὺς γάμους τόν τε Θησέα καὶ τοὺς Κενταύρους, φασὶ μεθυσθέντας ἐπιβαλέσθαι ταῖς κεκλημέναις γυναιξὶ καὶ βίᾳ μίσγεσθαι, διὰ δὲ τὴν παρανομίαν τόν τε Θησέα καὶ τοὺς Λαπίθας παροξυνθέντας οὐκ ὀλίγους μὲν ἀνελεῖν, τοὺς δὲ λοιποὺς ἐκβαλεῖν ἐκ τῆς πόλεως.
后来,在他们和解之后,培里托俄斯娶了布忒斯之女希波达梅亚。 当他邀请忒修斯与肯陶洛斯人前来参加婚礼时,据说肯陶洛斯人们喝醉了酒,向受邀的妇女们下手并强行与她们交合。 由于这起不法行为,忒修斯与拉皮泰人被激怒,杀死了不少肯陶洛斯人,并将其余的人赶出了城。
§4.70.4διὰ δὲ ταύτην τὴν αἰτίαν τῶν Κενταύρων πανδημεὶ στρατευσάντων ἐπὶ τοὺς Λαπίθας καὶ πολλοὺς ἀνελόντων, τοὺς ὑπολειφθέντας φυγεῖν εἰς Φολόην τῆς Ἀρκαδίας, τέλος δʼ εἰς Μαλέαν ἐκπεσόντας ἐνταῦθα κατοικῆσαι.
因为这个原因,肯陶洛斯人全军出击攻打拉皮泰人并杀死了许多人,幸存的拉皮泰人逃往阿卡迪亚的珀罗厄,最后流落到马莱亚并在那里定居。
τοὺς δὲ Κενταύρους μετεωρισθέντας τοῖς προτερήμασι, καὶ ὁρμωμένους ἐκ τῆς Φολόης, λῄζεσθαι τοὺς παριόντας τῶν Ἑλλήνων καὶ πολλοὺς τῶν περιοίκων ἀναιρεῖν.
而肯陶洛斯人因胜利而得意忘形,以珀罗厄为基地,掠夺路过的希腊人,并杀害了许多周边的居民。