Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.65.1-4.65.9

七将攻打忒拜的远征与战死者的安葬

第 301 段,共 406 段 · 希腊语

内容简介

叙述了俄狄浦斯的儿子们因争夺王位而引发冲突、七将攻打忒拜的远征过程及其惨烈结局,以及雅典人最终收葬战死者遗骸的经过。

§4.65.1τῶν δʼ υἱῶν ἀνδρωθέντων, καὶ τῶν περὶ τὴν οἰκίαν ἀσεβημάτων γνωσθέντων, τὸν μὲν Οἰδίπουν ὑπὸ τῶν υἱῶν ἔνδον μένειν ἀναγκασθῆναι διὰ τὴν αἰσχύνην, τοὺς δὲ νεανίσκους παραλαβόντας τὴν ἀρχὴν ὁμολογίας θέσθαι πρὸς ἀλλήλους παρʼ ἐνιαυτὸν ἄρχειν.
当儿子们长大成人,而关于家族的伤天害理之事败露之后,俄狄浦斯因耻辱而被儿子们强迫留于室内,而那些青年人在接管了统治权后,彼此达成协议,轮流执政一年。
πρεσβυτέρου δʼ ὄντος Ἐτεοκλέους, τοῦτον πρῶτον ἄρξαι, καὶ διελθόντος τοῦ χρόνου μὴ βούλεσθαι παραδιδόναι τὴν βασιλείαν.
由于厄忒俄克勒斯年长,他首先执政,而当期限届满时,他却不愿交出王位。
§4.65.2τὸν δὲ Πολυνείκην κατὰ τὰς ὁμολογίας ἀπαιτεῖν τὴν ἀρχήν· τοῦ δʼ ἀδελφοῦ μὴ ὑπακούοντος φυγεῖν εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βασιλέα.
波吕尼克斯根据协议要求统治权;由于他的兄弟不听从,他便逃往阿格斯投奔国王阿德拉斯托斯。
καθʼ ὃν δὴ χρόνον φασὶ Τυδέα τὸν Οἰνέως ἐν Καλυδῶνι τοὺς ἀνεψιοὺς ἀνελόντα Ἀλκάθουν καὶ Λυκωπέα φυγεῖν ἐκ τῆς Αἰτωλίας εἰς Ἄργος.
据说就在此时,俄纽斯之子提丢斯在卡吕冬杀死了他的表兄弟阿尔卡托俄斯和吕科培乌斯,从而从埃托利亚逃亡到阿格斯。
§4.65.3Ἄδραστον δʼ ἀμφοτέρους ὑποδεξάμενον φιλοφρόνως κατά τι λόγιον συνοικίσαι τὰς θυγατέρας αὐτοῖς, Ἀργείαν μὲν Πολυνείκει, Δηιπύλην δὲ Τυδεῖ.
阿德拉斯托斯亲切地接待了他们两人,并根据某项神谕将自己的女儿们嫁给他们,将阿尔革娅嫁给波吕尼克斯,将德伊皮勒嫁给提丢斯。
εὐδοκιμούντων δὲ τῶν νεανίσκων καὶ μεγάλης ἀποδοχῆς ὑπὸ τοῦ βασιλέως τυγχανόντων, φασὶ τὸν Αδραστον χαριζόμενον αὐτοῖς ἐπαγγείλασθαι κατάξειν ἀμφοτέρους εἰς τὰς πατρίδας.
由于这些青年人赢得了声誉,并受到国王的极大器重,据说阿德拉斯托斯为了取悦他们,承诺将他们两人送回各自的祖国。
§4.65.4κρίναντος δʼ αὐτοῦ πρῶτον καταγαγεῖν τὸν Πολυνείκην, ἄγγελον εἰς τὰς Θήβας ἀποστεῖλαι Τυδέα πρὸς Ἐτεοκλέα περὶ τῆς καθόδου.
当他决定首先送回波吕尼克斯时,他派提丢斯作为使者前往忒拜,向厄忒俄克勒斯商讨归还王位之事。
ἐνταῦθά φασι τὸν μὲν Τυδέα ἐνεδρευθέντα κατὰ τὴν ὁδὸν ὑπὸ Ἐτεοκλέους πεντήκοντα ἀνδράσιν ἅπαντας ἀνελεῖν καὶ παραδόξως εἰς τὸ Ἄργος διασωθῆναι, τὸν δʼ Ἄδραστον πυθόμενον τὰ συμβάντα παρασκευάσασθαι τὰ πρὸς τὴν στρατείαν, πείσαντα μετασχεῖν τοῦ πολέμου Καπανέα τε καὶ Ἱππομέδοντα καὶ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως.
据说在此提丢斯在途中遭到厄忒俄克勒斯派出的五十名男子的伏击,但他将他们全部杀死,并奇迹般地生还逃回阿格斯;而阿德拉斯托斯得知所发生的事情后,便着手准备远征,并说服了卡帕纽斯、希波美冬以及斯科伊内乌斯之女阿塔兰忒之子帕耳忒诺派俄斯参加战争。
§4.65.5τοὺς δὲ περὶ τὸν Πολυνείκην ἐπιβαλέσθαι πείθειν Ἀμφιάραον τὸν μάντιν συστρατεύειν αὐτοῖς ἐπὶ τὰς Θήβας· τοῦ δὲ προγινώσκοντος ὡς ἀπολεῖται συστρατεύσας αὐτοῖς, καὶ διὰ τοῦτο μὴ συγχωροῦντος, Πολυνείκην φασὶ τὸν χρυσοῦν ὅρμον, ὃν Ἀφροδίτην μυθολογοῦσιν Ἁρμονίᾳ δωρήσασθαι, δοῦναι τῇ γυναικὶ τῇ Ἀμφιαράου, ὅπως τὸν ἄνδρα πείσῃ συμμαχῆσαι.
波吕尼克斯及其同伴们企图说服预言家安菲阿拉俄斯与他们一同远征忒拜;但由于他预知自己若一同远征将会丧命,因此不予同意,据说波吕尼克斯便将神话中阿佛洛狄忒赠予哈耳摩尼亚的黄金项链送给安菲阿拉俄斯的妻子,以便她能说服丈夫加入同盟。
§4.65.6καθʼ ὃν δὴ χρόνον Ἀμφιαράου πρὸς Ἄδραστον στασιάζοντος περὶ τῆς βασιλείας, ὁμολογίας θέσθαι πρὸς ἀλλήλους, καθʼ ἃς ἐπέτρεπον κρῖναι περὶ τῶν ἀμφισβητουμένων Ἐριφύλην, γυναῖκα μὲν οὖσαν Ἀμφιαράου, ἀδελφὴν δʼ Ἀδράστου.
就在此时,由于安菲阿拉俄斯与阿德拉斯托斯为王位而争执,他们彼此达成协议,根据该协议,他们委托安菲阿拉俄斯的妻子、阿德拉斯托斯的姐妹厄里菲勒对争议事项做出判决。
τῆς δὲ τὸ νίκημα περιθείσης Ἀδράστῳ καὶ περὶ τῆς ἐπὶ Θήβας στρατείας ἀποφηναμένης δεῖν στρατεύειν, ὁ μὲν Ἀμφιάραος δόξας ὑπὸ τῆς γυναικὸς προδεδόσθαι συστρατεύσειν μὲν ὡμολόγησεν, ἐντολὰς δὲ ἔδωκεν Ἀλκμαίωνι τῷ υἱῷ μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἀνελεῖν τὴν Ἐριφύλην.
当她将胜利判给阿德拉斯托斯,并就攻打忒拜的远征表明应当出兵时,安菲阿拉俄斯认为自己被妻子背叛,虽同意一同远征,但向其子阿尔克迈翁下达命令,在自己死后杀死厄里菲勒。
§4.65.7οὗτος μὲν οὖν ὕστερον κατὰ τὰς τοῦ πατρὸς ἐντολὰς ἀνεῖλε τὴν μητέρα, καὶ διὰ τὴν συνείδησιν τοῦ μύσους εἰς μανίαν περιέστη· οἱ δὲ περὶ τὸν Ἄδραστον καὶ Πολυνείκην καὶ Τυδέα προσλαβόμενοι τέτταρας ἡγεμόνας, Ἀμφιάραόν τε καὶ Καπανέα καὶ Ἱππομέδοντα, ἔτι δὲ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως, ἐστράτευσαν ἐπὶ τὰς Θήβας, ἔχοντες δύναμιν ἀξιόλογον.
于是此人后来根据父亲的命令杀死了母亲,并因对罪孽的自觉而陷入疯狂;而阿德拉斯托斯、波吕尼克斯和提丢斯等人又联合了四位领袖,即安菲阿拉俄斯、卡帕纽斯、希波美冬,以及斯科伊内乌斯之女阿塔兰忒之子帕耳忒诺派俄斯,率领一支不可忽视的军队向忒拜进军。
§4.65.8μετὰ δὲ ταῦτα Ἐτεοκλῆς μὲν καὶ Πολυνείκης ἀλλήλους ἀνεῖλον, Καπανεὺς δὲ βιαζόμενος καὶ διὰ κλίμακος ἀναβαίνων ἐπὶ τὸ τεῖχος ἐτελεύτησεν, Ἀμφιάραος δὲ χανούσης τῆς γῆς ἐμπεσὼν εἰς τὸ χάσμα μετὰ τοῦ ἅρματος ἄφαντος ἐγένετο.
此后,厄忒俄克勒斯和波吕尼克斯互相残杀,而卡帕纽斯强行用梯子攀登城墙时丧命,安菲阿拉俄斯则在土地开裂时,连同他的战车一起坠入裂缝中消失了。
§4.65.9ὁμοίως δὲ καὶ τῶν ἄλλων ἡγεμόνων ἀπολομένων πλὴν Ἀδράστου, καὶ πολλῶν στρατιωτῶν πεσόντων, οἱ μὲν Θηβαῖοι τὴν ἀναίρεσιν τῶν νεκρῶν οὐ συνεχώρησαν, ὁ δʼ Ἄδραστος καταλιπὼν ἀτάφους τοὺς τετελευτηκότας ἐπανῆλθεν εἰς Ἄργος.
同样,除阿德拉斯托斯外,其他领袖也悉数丧生,许多士兵倒下,忒拜人不同意收回尸体,阿德拉斯托斯便留下未被埋葬的死者返回了阿格斯。
ἀτάφων δὲ μενόντων τῶν ὑπὸ τὴν Καδμείαν πεπτωκότων σωμάτων, καὶ μηδενὸς τολμῶντος θάπτειν, Ἀθηναῖοι διαφέροντες τῶν ἄλλων χρηστότητι πάντας τοὺς ὑπὸ τὴν Καδμείαν πεπτωκότας ἔθαψαν.
在倒在卡德摩斯堡下的尸体一直未得埋葬、且无人敢于埋葬时,雅典人以其超越他人的仁慈,埋葬了所有倒在卡德摩斯堡下的人。

词汇与语法注释

  1. §4.65.1ἀναγκασθῆναι — 句首的属格独立结构 τῶν δʼ υἱῶν ἀνδρωθέντων 之后,不定式 ἀναγκασθῆναι、θέσθαι、ἄρξαι 和 βούλεσθαι 并列。这些不定式承接了前文历史叙述(“人们说”)的间接引语语境,构成“对格+不定式”结构,其对格主语分别为 τὸν μὲν Οἰδίπουν 和 τοὺς δὲ νεανίσκους 等。
  2. §4.65.5τοὺς δὲ περὶ τὸν Πολυνείκην — 习惯语 οἱ περί τινα 意为“某人及其部下”或“某人及其同伴”,在此语境中仅指代复数意义的“波吕尼克斯等人”,即包括阿德拉斯托斯等人在内的同盟一方。
  3. §4.65.6τῆς δὲ τὸ νίκημα περιθείσης — 此处为属格独立结构,指示代名词 τῆς(指代厄里菲勒)充当逻辑主语。其中使用了惯用语 τὸ νίκημα περιτίθημί τινι(将胜利归于某人、做出有利于某人的裁判),表明厄里菲勒做出了有利于阿德拉斯托斯的判决。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.65.1-4.65.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.65.1-4.65.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。