§4.64.1ἡμεῖς δὲ περὶ τούτων ἀρκούντως εἰρηκότες τὰ περὶ τῶν ἑπτὰ ἐπὶ Θήβας ἱστορήσομεν, ἀναλαβόντες τὰς ἐξ ἀρχῆς αἰτίας τοῦ πολέμου.
既然我们已经充分论述了这些事情,接下来我们将追溯战争的最初起因,来叙述关于七将攻打忒拜的历史。
Λάιος ὁ Θηβῶν βασιλεὺς γήμας Ἰοκάστην τὴν Κρέοντος, καὶ χρόνον ἱκανὸν ἄπαις ὤν, ἐπηρώτησε τὸν θεὸν περὶ τέκνων γενέσεως.
忒拜国王赖俄斯娶了克瑞翁之女伊俄卡斯忒,因在相当长的一段时间内无子,便向神求问关于生育孩子的事。
τῆς δὲ Πυθίας δούσης χρησμὸν αὐτῷ μὴ συμφέρειν γενέσθαι τέκνα ʽτὸν γὰρ ἐξ αὐτοῦ τεκνωθέντα παῖδα πατροκτόνον ἔσεσθαι καὶ πᾶσαν τὴν οἰκίαν πληρώσειν μεγάλων ἀτυχημάτωνʼ, ἐπιλαθόμενος τοῦ χρησμοῦ καὶ γεννήσας υἱόν, ἐξέθηκε τὸ βρέφος διαπερονήσας αὐτοῦ τὰ σφυρὰ σιδήρῳ· §4.64.2διʼ ἣν αἰτίαν Οἰδίπους ὕστερον ὠνομάσθη.
然而,当皮提亚赐予他神谕,表示生育孩子对他并无益处——‘因为由他所生的孩子将弑父,并使他的整个家族陷入巨大的不幸之中’——他却忘记了神谕,生下一个儿子,并用铁器刺穿了婴儿的双踝,将其遗弃;正是因为这个原因,他后来被命名为俄狄浦斯。
οἱ δʼ οἰκέται λαβόντες τὸ παιδίον ἐκθεῖναι μὲν οὐκ ἠθέλησαν, ἐδωρήσαντο δὲ τῇ Πολύβου γυναικί, οὐ δυναμένῃ γεννῆσαι παῖδας.
而仆人们领走孩子后,却不愿将其遗弃,反而将其赠送给无法生育的波吕玻斯的妻子。
μετὰ δὲ ταῦτα ἀνδρωθέντος τοῦ παιδός, ὁ μὲν Λάιος ἔκρινεν ἐπερωτῆσαι τὸν θεὸν περὶ τοῦ βρέφους τοῦ ἐκτεθέντος, ὁ δὲ Οἰδίπους μαθὼν παρά τινος τὴν καθʼ ἑαυτὸν ὑποβολήν, ἐπεχείρησεν ἐπερωτῆσαι τὴν Πυθίαν περὶ τῶν κατʼ ἀλήθειαν γονέων.
此后,在这孩子长大成人时,赖俄斯决定向神询问关于那名被遗弃的婴儿的事,而俄狄浦斯则从某人那里得知了自己被掉包的事,企图向皮提亚询问自己的亲生父母。
κατὰ δὲ τὴν Φωκίδα τούτων ἀλλήλοις ἀπαντησάντων, ὁ μὲν Λάιος ὑπερηφάνως ἐκχωρεῖν τῆς ὁδοῦ προσέταττεν, ὁ δʼ Οἰδίπους ὀργισθεὶς ἀπέκτεινε τὸν Λάιον, ἀγνοῶν ὅτι πατὴρ ἦν αὐτοῦ.
当他们在福基斯境内相遇时,赖俄斯傲慢地命令他让路,而俄狄浦斯大怒,杀死了赖俄斯,却不知道他是自己的父亲。
§4.64.3καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι σφίγγα, δίμορφον θηρίον, παραγενομένην εἰς τὰς Θήβας αἴνιγμα προτιθέναι τῷ δυναμένῳ λῦσαι, καὶ πολλοὺς ὑπʼ αὐτῆς διʼ ἀπορίαν ἀναιρεῖσθαι.
据说就在此时,斯芬克斯这只具有双重形态的怪兽来到忒拜,向能够解答的人提出一个谜语,许多人因无法解答而被其除掉。
προτιθεμένου δὲ ἐπάθλου φιλανθρώπου τῷ λύσαντι γαμεῖν τὴν Ἰοκάστην καὶ βασιλεύειν τῶν Θηβῶν, ἄλλον μὲν μηδένα δύνασθαι γνῶναι τὸ προτεθειμένον, μόνον δὲ Οἰδίπουν λῦσαι τὸ αἴνιγμα.
尽管为解答者提供了极其丰厚的奖赏——迎娶伊俄卡斯忒并统治忒拜——但没有其他人能够理解所提出的谜语,只有俄狄浦斯解答了它。
ἦν δὲ τὸ προτεθὲν ὑπὸ τῆς σφιγγός, τί ἐστι τὸ αὐτὸ δίπουν, τρίπουν, τετράπουν.
斯芬克斯提出的谜语是:同一种东西,既是双足、又是三足、又是四足的是什么?
§4.64.4ἀπορουμένων δὲ τῶν ἄλλων ὁ Οἰδίπους ἀπεφήνατο ἄνθρωπον εἶναι τὸ προβληθέν· νήπιον μὲν γὰρ αὐτὸν ὑπάρχοντα τετράπουν εἶναι, αὐξήσαντα δὲ δίπουν, γηράσαντα δὲ τρίπουν, βακτηρίᾳ χρώμενον διὰ τὴν ἀσθένειαν.
在其他人无能为力时,俄狄浦斯指出所提之物是人;因为人在婴儿时期是四足,长大后是双足,年老时因虚弱而使用拐杖则是三足。
ἐνταῦθα τὴν μὲν σφίγγα κατὰ τὸν μυθολογούμενον χρησμὸν ἑαυτὴν κατακρημνίσαι, τὸν δʼ Οἰδίπουν γήμαντα τὴν ἀγνοουμένην ὑφʼ ἑαυτοῦ μητέρα γεννῆσαι δύο μὲν υἱοὺς Ἐτεοκλέα καὶ Πολυνείκην, δύο δὲ θυγατέρας Ἀντιγόνην καὶ Ἰσμήνην.
于是,斯芬克斯根据神话中的神谕投崖自尽,而俄狄浦斯娶了自己并不认识的母亲,生下了两个儿子厄忒俄克勒斯和波吕尼克斯,以及两个女儿安提戈涅和伊斯墨涅。