§4.66.1οἱ μὲν οὖν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτον τὸ πέρας ἔσχον.
由此,攻打忒拜的七将遭遇了如此的结局。
οἱ δὲ τούτων παῖδες, ἐπίγονοι δʼ ὀνομασθέντες, τὸν τῶν πατέρων θάνατον ἐπεξιόντες ἔγνωσαν στρατεύειν κοινῇ ἐπὶ τὰς Θήβας, λαβόντες χρησμὸν παρʼ Ἀπόλλωνος πολεμεῖν τὴν προειρημένην πόλιν στρατηγὸν ἔχοντας Ἀλκμαίωνα τὸν Ἀμφιαράου.
但他们的孩子们——被称为“后裔”——为了替父亲们的死报仇,决定共同向忒拜发起远征,因为他们从阿波罗那里得到了神谕,要在安菲阿拉俄斯之子阿尔克迈翁的统帅下,与前述的城市作战。
§4.66.2ὁ δʼ Ἀλκμαίων αἱρεθεὶς ὑπʼ αὐτῶν στρατηγὸς ἐπηρώτησε τὸν θεὸν περὶ τῆς ἐπὶ τὰς Θήβας στρατείας καὶ περὶ τῆς Ἐριφύλης τῆς μητρὸς κολάσεως.
被他们选为将军的阿尔克迈翁向神询问关于攻打忒拜的远征,以及关于惩罚其母厄里菲勒的事情。
§4.66.3τοῦ δʼ Ἀπόλλωνος χρήσαντος ἀμφότερα τὰ προειρημένα πρᾶξαι διὰ τὸ μὴ μόνον τὸν χρυσοῦν ὅρμον δέξασθαι κατὰ τῆς ἀπωλείας τοῦ πατρός, ἀλλὰ καὶ πέπλον λαβεῖν αὐτὴν κατὰ τῆς τοῦ υἱοῦ τελευτῆς· Ἀφροδίτης γάρ, ὥς φασι, τὸ παλαιὸν δωρησαμένης Ἁρμονίᾳ τῇ Κάδμου τόν τε ὅρμον καὶ πέπλον, ἀμφότερα ταῦτα προσδέξασθαι τὴν Ἐριφύλην, τὸν μὲν ὅρμον παρὰ Πολυνείκους λαβοῦσαν, τὸν δὲ πέπλον παρὰ τοῦ υἱοῦ τοῦ Πολυνείκους Θερσάνδρου, ὅπως πείσῃ τὸν υἱὸν στρατεύειν ἐπὶ τὰς Θήβας·
阿波罗降下神谕,指示他去执行前述的两件事,因为她不仅接受了使父亲走向毁灭的黄金项链,还接受了使儿子走向死亡的袍子;因为据说古时候阿佛洛狄忒将项链和袍子都赠予了卡德摩斯之女哈耳摩尼亚,而厄里菲勒把这两样都收下了,她从波吕尼克斯那里得到了项链,又从波吕尼克斯之子特尔桑德罗斯那里得到了袍子,以便说服其子参加攻打忒拜的远征。
ὁ δʼ οὖν Ἀλκμαίων οὐ μόνον ἀθροίσας ἐξ Ἄργους στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν πλησίον πόλεων, ἀξιολόγῳ δυνάμει ἐστράτευσεν ἐπὶ τὰς Θήβας.
于是,阿尔克迈翁不仅从阿格斯招募了士兵,还从邻近的城市招募,率领一支强大的军队向忒拜进军。
§4.66.4ἀντιταχθέντων δὲ τῶν Θηβαίων ἐγένετο μάχη καρτερά, καθʼ ἣν ἐνίκησαν οἱ περὶ τὸν Ἀλκμαίωνα· οἱ δὲ Θηβαῖοι λειφθέντες τῇ μάχῃ καὶ πολλοὺς τῶν πολιτῶν ἀποβαλόντες συνετρίβησαν ταῖς ἐλπίσιν.
当忒拜人列阵对抗时,发生了一场激烈的战斗,阿尔克迈翁的一方在战斗中获胜;而忒拜人战败,失去了许多公民,他们的希望彻底破灭。
οὐκ ὄντες δʼ ἀξιόμαχοι σύμβουλον ἔλαβον Τειρεσίαν τὸν μάντιν, ὃς ἐκέλευσε φυγεῖν ἐκ τῆς πόλεως· §4.66.5μόνως γὰρ οὕτω σωθήσεσθαι.
由于无法胜任战斗,他们请预言家提瑞西阿斯作参谋,他命令他们逃离城市;因为只有这样他们才能获获。
οἱ μὲν οὖν Καδμεῖοι κατὰ τὴν τοῦ μάντεως ὑποθήκην ἐξέλιπον τὴν πόλιν, καὶ νυκτὸς συνέφυγον εἴς τι χωρίον τῆς Βοιωτίας ὀνομαζόμενον Τιλφωσσαῖον.
因此,卡德摩斯人根据预言家的建议遗弃了城市,并在夜间一同逃往波奥提亚一个名为蒂尔福萨伊翁的地方。
ἔπειθʼ οἱ μὲν ἐπίγονοι τὴν πόλιν ἑλόντες διήρπασαν, καὶ τῆς Τειρεσίου θυγατρὸς Δάφνης ἐγκρατεῖς γενόμενοι ταύτην ἀνέθεσαν εἰς Δελφοὺς κατά τινα εὐχὴν ἀκροθίνιον τῷ θεῷ.
随后,后裔们占领并洗劫了城市,在俘获了提瑞西阿斯之女达芙妮后,根据某种誓愿,将她作为战利品初物奉献给德尔斐的神。
§4.66.6αὕτη δὲ τὴν μαντικὴν οὐχ ἧττον τοῦ πατρὸς εἰδυῖα, πολὺ μᾶλλον ἐν τοῖς Δελφοῖς διατρίψασα τὴν τέχνην ἐπηύξησε· φύσει δὲ θαυμαστῇ κεχορηγημένη χρησμοὺς ἔγραψε παντοδαπούς, διαφόρους ταῖς κατασκευαῖς·
她对预言术的了解不亚于其父,在德尔斐逗留期间更是极大地提升了这一技能;由于天赋异禀,她撰写了各种各样、结构各异的神谕。
παρʼ ἧς φασι καὶ τὸν ποιητὴν Ὅμηρον πολλὰ τῶν ἐπῶν σφετερισάμενον κοσμῆσαι τὴν ἰδίαν ποίησιν.
据说,诗人荷马也从她那里盗用了许多史诗诗句,来装饰自己的诗歌。
ἐνθεαζούσης δʼ αὐτῆς πολλάκις καὶ χρησμοὺς ἀποφαινομένης, φασὶν ἐπικληθῆναι Σίβυλλαν· τὸ γὰρ ἐνθεάζειν κατὰ γλῶττανὑπάρχειν σιβυλλαίνειν.
由于她经常神魂超脱并发表神谕,据说她被称为西比拉;因为在某种方言中,处于神圣启示状态即为“行西比拉之事”。