Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.65.1-4.65.9

テーバイを攻める七将の遠征と戦死者の埋葬

301 / 406 箇所 · ギリシア語

要旨

オイディプースの息子たちの王位争いから、テーバイに対する七将の遠征への経緯、そして遠征の結末とアテナイ人による死者の埋葬までを語る。

§4.65.1τῶν δʼ υἱῶν ἀνδρωθέντων, καὶ τῶν περὶ τὴν οἰκίαν ἀσεβημάτων γνωσθέντων, τὸν μὲν Οἰδίπουν ὑπὸ τῶν υἱῶν ἔνδον μένειν ἀναγκασθῆναι διὰ τὴν αἰσχύνην, τοὺς δὲ νεανίσκους παραλαβόντας τὴν ἀρχὴν ὁμολογίας θέσθαι πρὸς ἀλλήλους παρʼ ἐνιαυτὸν ἄρχειν.
(オイディプースの)息子たちが成人し、家の中で行われた不敬な行いが知られるようになると、オイディプースは恥辱のために息子たちによって屋内に留まることを強制され、一方、その若者たちは支配権を受け取って、1年交代で支配するという合意を互いに交わした。
πρεσβυτέρου δʼ ὄντος Ἐτεοκλέους, τοῦτον πρῶτον ἄρξαι, καὶ διελθόντος τοῦ χρόνου μὴ βούλεσθαι παραδιδόναι τὴν βασιλείαν.
エテオクレースが年長であったため、彼が最初に支配したが、その期間が経過したとき、彼は王位を譲り渡すことを望まなかった。
§4.65.2τὸν δὲ Πολυνείκην κατὰ τὰς ὁμολογίας ἀπαιτεῖν τὴν ἀρχήν· τοῦ δʼ ἀδελφοῦ μὴ ὑπακούοντος φυγεῖν εἰς Ἄργος πρὸς Ἄδραστον τὸν βασιλέα.
ポリュネイケースは合意に従って支配権を要求したが、兄弟がそれに従わなかったので、王アドラストスのもとを頼ってアルゴスへ亡命した。
καθʼ ὃν δὴ χρόνον φασὶ Τυδέα τὸν Οἰνέως ἐν Καλυδῶνι τοὺς ἀνεψιοὺς ἀνελόντα Ἀλκάθουν καὶ Λυκωπέα φυγεῖν ἐκ τῆς Αἰτωλίας εἰς Ἄργος.
ちょうどその時期に、オイネウスの息子テュデウスが、カリュドーンにおいて従兄弟であるアルカトオスとリュコーペウスを殺害し、アイトーリアからアルゴスへ亡命したと人々は言っている。
§4.65.3Ἄδραστον δʼ ἀμφοτέρους ὑποδεξάμενον φιλοφρόνως κατά τι λόγιον συνοικίσαι τὰς θυγατέρας αὐτοῖς, Ἀργείαν μὲν Πολυνείκει, Δηιπύλην δὲ Τυδεῖ.
アドラストスは二人を親切に迎え入れ、ある神託に従って自分の娘たちを彼らに娶わせたが、アルゲイアをポリュネイケースに、デーイピュレーをテュデウスに嫁がせた。
εὐδοκιμούντων δὲ τῶν νεανίσκων καὶ μεγάλης ἀποδοχῆς ὑπὸ τοῦ βασιλέως τυγχανόντων, φασὶ τὸν Αδραστον χαριζόμενον αὐτοῖς ἐπαγγείλασθαι κατάξειν ἀμφοτέρους εἰς τὰς πατρίδας.
若者たちが名声を博し、王から大いに歓迎されると、アドラストスは彼らを喜ばせようとして、二人をそれぞれの故郷に帰還させると約束したと人々は言っている。
§4.65.4κρίναντος δʼ αὐτοῦ πρῶτον καταγαγεῖν τὸν Πολυνείκην, ἄγγελον εἰς τὰς Θήβας ἀποστεῖλαι Τυδέα πρὸς Ἐτεοκλέα περὶ τῆς καθόδου.
彼がまずポリュネイケースを帰還させることを決めたので、帰還を求めるために、テュデウスを使者としてテーバイのエテオクレースのもとへ派遣した。
ἐνταῦθά φασι τὸν μὲν Τυδέα ἐνεδρευθέντα κατὰ τὴν ὁδὸν ὑπὸ Ἐτεοκλέους πεντήκοντα ἀνδράσιν ἅπαντας ἀνελεῖν καὶ παραδόξως εἰς τὸ Ἄργος διασωθῆναι, τὸν δʼ Ἄδραστον πυθόμενον τὰ συμβάντα παρασκευάσασθαι τὰ πρὸς τὴν στρατείαν, πείσαντα μετασχεῖν τοῦ πολέμου Καπανέα τε καὶ Ἱππομέδοντα καὶ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως.
そこで、テュデウスは途中でエテオクレースによって50人の男たちに待ち伏せされたが、彼らを全員殺害し、奇跡的にアルゴスに逃げ帰ったこと、そしてアドラストスは起きたことを知って遠征の準備をし、カパネウス、ヒッポメドーン、およびスコイネウスの娘アタランテーの息子パルテノパイオスを説得して戦争に参加させた、と人々は言っている。
§4.65.5τοὺς δὲ περὶ τὸν Πολυνείκην ἐπιβαλέσθαι πείθειν Ἀμφιάραον τὸν μάντιν συστρατεύειν αὐτοῖς ἐπὶ τὰς Θήβας·
ポリュネイケースらは、預言者アンピアラーオスを説得して自分たちとともにテーバイへ遠征させようと企てた。
τοῦ δὲ προγινώσκοντος ὡς ἀπολεῖται συστρατεύσας αὐτοῖς, καὶ διὰ τοῦτο μὴ συγχωροῦντος, Πολυνείκην φασὶ τὸν χρυσοῦν ὅρμον, ὃν Ἀφροδίτην μυθολογοῦσιν Ἁρμονίᾳ δωρήσασθαι, δοῦναι τῇ γυναικὶ τῇ Ἀμφιαράου, ὅπως τὸν ἄνδρα πείσῃ συμμαχῆσαι.
しかし、彼(アンピアラーオス)は自分が彼らとともに遠征すれば死ぬことになるのを予知しており、そのために同意しなかったので、ポリュネイケースは、神話においてアプロディーテーがハルモニアーに贈ったとされる黄金の首飾りをアンピアラーオスの妻に与え、夫を同盟に加わるよう説得させたと人々は言っている。
§4.65.6καθʼ ὃν δὴ χρόνον Ἀμφιαράου πρὸς Ἄδραστον στασιάζοντος περὶ τῆς βασιλείας, ὁμολογίας θέσθαι πρὸς ἀλλήλους, καθʼ ἃς ἐπέτρεπον κρῖναι περὶ τῶν ἀμφισβητουμένων Ἐριφύλην, γυναῖκα μὲν οὖσαν Ἀμφιαράου, ἀδελφὴν δʼ Ἀδράστου.
ちょうどその時期に、アンピアラーオスがアドラストスと王位をめぐって争っていたため、彼らは互いに合意を交わし、その合意に従って、アンピアラーオスの妻でありアドラストスの姉妹であるエリピューレーに紛争の裁決を委ねた。
τῆς δὲ τὸ νίκημα περιθείσης Ἀδράστῳ καὶ περὶ τῆς ἐπὶ Θήβας στρατείας ἀποφηναμένης δεῖν στρατεύειν, ὁ μὲν Ἀμφιάραος δόξας ὑπὸ τῆς γυναικὸς προδεδόσθαι συστρατεύσειν μὲν ὡμολόγησεν, ἐντολὰς δὲ ἔδωκεν Ἀλκμαίωνι τῷ υἱῷ μετὰ τὴν ἑαυτοῦ τελευτὴν ἀνελεῖν τὴν Ἐριφύλην.
彼女がアドラストスに勝利を帰し、テーバイへの遠征については遠征すべきであると表明したので、アンピアラーオスは妻に裏切られたと考え、遠征に加わることには同意したが、息子のアルクマイオーンに対し、自分の死後にエリピューレーを殺害するよう命令を与えた。
§4.65.7οὗτος μὲν οὖν ὕστερον κατὰ τὰς τοῦ πατρὸς ἐντολὰς ἀνεῖλε τὴν μητέρα, καὶ διὰ τὴν συνείδησιν τοῦ μύσους εἰς μανίαν περιέστη·
そこで彼はのちに、父親の命令に従って母親を殺害し、その穢れの自覚のために狂気に陥った。
οἱ δὲ περὶ τὸν Ἄδραστον καὶ Πολυνείκην καὶ Τυδέα προσλαβόμενοι τέτταρας ἡγεμόνας, Ἀμφιάραόν τε καὶ Καπανέα καὶ Ἱππομέδοντα, ἔτι δὲ Παρθενοπαῖον τὸν Ἀταλάντης τῆς Σχοινέως, ἐστράτευσαν ἐπὶ τὰς Θήβας, ἔχοντες δύναμιν ἀξιόλογον.
一方、アドラストス、ポリュネイケース、テュデウスらは、さらに4人の指導者、すなわちアンピアラーオス、カパネウス、ヒッポメドーン、およびスコイネウスの娘アタランテーの息子パルテノパイオスを加えて、そうそうたる軍勢を率いてテーバイへ遠征した。
§4.65.8μετὰ δὲ ταῦτα Ἐτεοκλῆς μὲν καὶ Πολυνείκης ἀλλήλους ἀνεῖλον, Καπανεὺς δὲ βιαζόμενος καὶ διὰ κλίμακος ἀναβαίνων ἐπὶ τὸ τεῖχος ἐτελεύτησεν, Ἀμφιάραος δὲ χανούσης τῆς γῆς ἐμπεσὼν εἰς τὸ χάσμα μετὰ τοῦ ἅρματος ἄφαντος ἐγένετο.
その後、エテオクレースとポリュネイケースは互いを殺し合い、カパネウスは、無理に梯子で城壁に登ろうとして死に、アンピアラーオスは、大地が裂けて、戦車とともにその裂け目に落ちて姿を消した。
§4.65.9ὁμοίως δὲ καὶ τῶν ἄλλων ἡγεμόνων ἀπολομένων πλὴν Ἀδράστου, καὶ πολλῶν στρατιωτῶν πεσόντων, οἱ μὲν Θηβαῖοι τὴν ἀναίρεσιν τῶν νεκρῶν οὐ συνεχώρησαν, ὁ δʼ Ἄδραστος καταλιπὼν ἀτάφους τοὺς τετελευτηκότας ἐπανῆλθεν εἰς Ἄργος.
同様にアドラストス以外の他の将軍たちも死に、多くの兵士が斃れたが、テーバイの人々は死体の回収を許さず、アドラストスは死者を埋葬せずに残してアルゴスへ帰還した。
ἀτάφων δὲ μενόντων τῶν ὑπὸ τὴν Καδμείαν πεπτωκότων σωμάτων, καὶ μηδενὸς τολμῶντος θάπτειν, Ἀθηναῖοι διαφέροντες τῶν ἄλλων χρηστότητι πάντας τοὺς ὑπὸ τὴν Καδμείαν πεπτωκότας ἔθαψαν.
カドメイアの麓に斃れた遺体が埋葬されないままであり、誰も埋葬する勇気がないなか、アテナイの人々は他の人々に勝る慈悲深さによって、カドメイアの麓に斃れた全員を埋葬した。

語釈・文法注

  1. §4.65.1ἀναγκασθῆναι — 文頭の τῶν δʼ υἱῶν ἀνδρωθέντων の属格独立句に続いて、不定詞 ἀναγκασθῆναι, θέσθαι, ἄρξαι, βούλεσθαι が並ぶ。これらは前節までの歴史叙述の文脈(〜と人々は語っている)を継承した間接話法(対格+不定詞)を構成しており、主語となる対格は τὸν μὲν Οἰδίπουν や τοὺς δὲ νεανίσκους などである。
  2. §4.65.5τοὺς δὲ περὶ τὸν Πολυνείκην — οἱ περί τινα という表現は、「〜とその一派」または「〜とその仲間たち」を意味するが、ここでは文脈上、単に複数形の「ポリュネイケースら」を指し、アドラストスたちを含んだ同盟側を指している。
  3. §4.65.6τῆς δὲ τὸ νίκημα περιθείσης — 関係代名詞的あるいは指示代名詞的に使われている τῆς(エリピューレーを指す)が意味上の主語となる属格独立句。τὸ νίκημα περιτίθημί τινι(〜に勝利を授ける、〜に有利な裁定を下す)という慣用句が用いられており、エリピューレーがアドラストス側に勝訴の裁決を下したことを示す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.65.1-4.65.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.65.1-4.65.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。