Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.63.1-4.63.5

海伦被劫与双子神之营救

第 299 段,共 406 段 · 希腊语

内容简介

忒修斯与庇里托俄斯共同绑架了海伦,忒修斯抽签赢得她并将其藏于阿菲德纳。随后两名英雄因企图劫持珀耳塞福涅而被囚禁于冥界,在此期间双子神攻陷阿菲德纳并救回海伦。

§4.63.1ἡμεῖς δʼ ἐπεὶ τὸν περὶ Θησέως λόγον ἀποδεδώκαμεν, ἐν μέρει διέξιμεν περί τε τῆς κατὰ τὴν Ἑλένην ἁρπαγῆς καὶ τῆς μνηστείας Φερσεφόνης ὑπὸ Πειρίθου· αὗται γὰρ αἱ πράξεις συμπεπλεγμέναι ταῖς Θησέως εἰσί.
既然我们已经完成了关于忒修斯的叙述,接下来我们将依次叙述庇里托俄斯对海伦的绑架以及他对珀耳塞福涅的求婚;因为这些行径与忒修斯的行径是错综复杂地交织在一起的。
Πειρίθους γὰρ ὁ Ἰξίονος, ἀποθανούσης αὐτοῦ τῆς γυναικὸς Ἱπποδαμείας καὶ καταλιπούσης υἱὸν Πολυποίτην, παρῆλθεν εἰς τὰς Ἀθήνας πρὸς Θησέα.
因为伊克西翁之子庇里托俄斯,在其妻子希波达弥亚去世并留下儿子波吕波特斯后,来到雅典拜访忒修斯。
§4.63.2καταλαβὼν δὲ τετελευτηκυῖαν τὴν γυναῖκα τοῦ Θησέως Φαίδραν ἔπεισεν αὐτὸν ἁρπάσαι τὴν Λήδας καὶ Διὸς Ἑλένην, δεκαετῆ μὲν τὴν ἡλικίαν οὖσαν, εὐπρεπείᾳ δὲ πασῶν διαφέρουσαν.
在发现忒修斯的妻子淮德拉已经去世后,他劝说他一起去绑架丽达与宙斯之女海伦。 她当时年仅十岁,但美貌冠绝群芳。
παραγενόμενοι δʼ εἰς Λακεδαίμονα μετὰ πλειόνων, καὶ καιρὸν εὔθετον λαβόντες, ἥρπασαν τὴν Ἑλένην κοινῇ καὶ ἀπήγαγον εἰς τὰς Ἀθήνας.
他们带领许多随从前往拉刻代蒙,并在找到合适的机会后,共同绑架了海伦,并将她带回了雅典。
§4.63.3ἔπειτα πρὸς ἀλλήλους ὁμολογίας ἔθεντο διακληρώσασθαι, καὶ τὸν μὲν λαχόντα γῆμαι τὴν Ἑλένην, τῷ δʼ ἑτέρῳ συμπρᾶξαι περὶ ἑτέρας γυναικός, ὑπομένοντα πάντα κίνδυνον.
然后,他们彼此达成协议进行抽签,抽中者娶海伦为妻,但必须协助另一人获得另一位妇女,并承担一切危险。
περὶ δὲ τούτων δόντες ἀλλήλοις ὅρκους ἔλαχον, καὶ συνέβη τῷ κλήρῳ λαχεῖν Θησέα.
在此条款上互换誓言后,他们进行了抽签,结果碰巧忒修斯抽中了。
οὗτος μὲν οὖν κύριος κατέστη τῆς παρθένου τὸν τρόπον τοῦτον·
这样,他通过这种方式成为了这名少女的主人。
τῶν δʼ Ἀθηναίων ἀγανακτούντων ἐπὶ τῷ γεγονότι, φοβηθεὶς ὁ Θησεὺς ὑπεξέθετο τὴν Ἑλένην εἰς Ἄφιδναν, μίαν τῶν Ἀττικῶν πόλεων.
由于雅典人对所发生的事情感到愤慨,忒修斯感到害怕,便将海伦秘密安置在阿菲德纳,这是阿提卡的城市之一。
παρακατέστησε δʼ αὐτῇ τὴν μητέρα Αἴθραν καὶ τῶν ἄλλων φίλων τοὺς ἀρίστους, φύλακας τῆς παρθένου.
他派自己的母亲埃特拉和最优秀的其余朋友守在她的身边,作为这名少女的守护者。
§4.63.4Πειρίθου δὲ κρίναντος μνηστεῦσαι Φερσεφόνην καὶ παρακαλοῦντος συναποδημῆσαι, τὸ μὲν πρῶτον ὁ Θησεὺς μετέπειθεν ἀποτρέπων τῆς πράξεως αὐτὸν διὰ τὴν ἀσέβειαν· τοῦ δὲ Πειρίθου βιαζομένου συνηναγκάσθη διὰ τοὺς ὅρκους ὁ Θησεὺς μετασχεῖν τῆς πράξεως.
当庇里托俄斯决定向珀耳塞福涅求婚并邀请他一同前往时,起初忒修斯试图劝阻他,因为这属于不敬神之举;但由于庇里托俄斯的坚持,忒修斯因誓言而被迫参与了这一行动。
καὶ πέρας καταβάντων αὐτῶν εἰς τοὺς καθʼ ᾅδου τόπους, συνέβη διὰ τὴν ἀσέβειαν ἀμφοτέρους δεθῆναι, καὶ Θησέα μὲν ὕστερον διὰ τὴν Ἡρακλέους χάριν ἀπολυθῆναι, Πειρίθουν δὲ διὰ τὴν ἀσέβειαν ἐν ᾅδου διατελεῖν τιμωρίας αἰωνίου τυγχάνοντα· ἔνιοι δὲ τῶν μυθογράφων φασὶν ἀμφοτέρους μὴ τυχεῖν τοῦ νόστου.
最后,当他们降落到哈得斯的领地时,因为不敬神之故, ¦p.v.1.p.498 两人都被捆绑了起来。 后来忒修斯因赫拉克勒斯的恩情而获释,但庇里托俄斯因其不敬神而继续留在哈得斯处,遭受着永恒的惩罚;但一些神话作家说,他们两人都没能重返家园。
§4.63.5καθʼ ὃν δὴ χρόνον λέγουσι τοὺς ἀδελφοὺς τῆς Ἑλένης Διοσκόρους στρατεύσαντας ἐπὶ τὴν Ἄφιδναν καὶ τὴν πόλιν ἑλόντας ταύτην μὲν κατασκάψαι, τὴν δʼ Ἑλένην ἀπαγαγεῖν εἰς Λακεδαίμονα παρθένον οὖσαν, καὶ μετʼ αὐτῆς δούλην τὴν μητέρα Θησέως Αἴθραν.
据说就在此时,海伦的兄弟双子神发兵攻打阿菲德纳,攻占并夷平了这座城市,将海伦带回拉刻代蒙,她当时仍是处女,并随同带走了忒修斯的母亲埃特拉作为奴隶。

词汇与语法注释

  1. §4.63.1ταῖς Θησέως — 定冠词 `ταῖς`(阴性复数与格)修饰省略的名词 `πράξεσι`(行径),呼应前文的 `αἱ πράξεις`,意为“与忒修斯的[行径]”。使用与格是因为形容词 `συμπεπλεγμέναι`(与……交织在一起)要求与格补足语。
  2. §4.63.3τῷ δʼ ἑτέρῳ συμπρᾶξαι — 在由 `ἔθεντο ὁμολογίας`(达成协议)引导的带不定式结构中,`γῆμαι` 的逻辑主语是宾格的 `τὸν μὲν λαχόντα`(抽中者)。相比之下,与格的 `τῷ δʼ ἑτέρῳ` 是不定式 `συμπρᾶξαι`(协助)所要求的与格补足语(“协助另一人”),而该不定式短语的逻辑主语(即未抽中、剩下的一方)在上下文中被省略了。
  3. §4.63.4μετέπειθεν — 动词 `μεταπείθω`(劝说改变主意)的未完成过去时。此处用作“企图的未完成过去时”(conative imperfect),表示“试图劝阻(但未成功)”,这与后文提到忒修斯最终因誓言而被迫参与的语境相吻合。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.63.1-4.63.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.63.1-4.63.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。