§4.63.1ἡμεῖς δʼ ἐπεὶ τὸν περὶ Θησέως λόγον ἀποδεδώκαμεν, ἐν μέρει διέξιμεν περί τε τῆς κατὰ τὴν Ἑλένην ἁρπαγῆς καὶ τῆς μνηστείας Φερσεφόνης ὑπὸ Πειρίθου·
さて、私たちはテセウスに関する話を終えたので、今度は順を追って、ヘレネーの誘拐について、またペイリトオスによるペルセポネーの求婚について論じていこう。
αὗται γὰρ αἱ πράξεις συμπεπλεγμέναι ταῖς Θησέως εἰσί.
というのも、これらの行為はテセウスの行為と複雑に絡み合っているからである。
Πειρίθους γὰρ ὁ Ἰξίονος, ἀποθανούσης αὐτοῦ τῆς γυναικὸς Ἱπποδαμείας καὶ καταλιπούσης υἱὸν Πολυποίτην, παρῆλθεν εἰς τὰς Ἀθήνας πρὸς Θησέα.
すなわち、イクシーオーンの子ペイリトオスは、妻ヒッポダメイアが死んで息子ポリュポイテースを残したとき、アテナイのテセウスのもとへやって来た。
§4.63.2καταλαβὼν δὲ τετελευτηκυῖαν τὴν γυναῖκα τοῦ Θησέως Φαίδραν ἔπεισεν αὐτὸν ἁρπάσαι τὴν Λήδας καὶ Διὸς Ἑλένην, δεκαετῆ μὲν τὴν ἡλικίαν οὖσαν, εὐπρεπείᾳ δὲ πασῶν διαφέρουσαν.
そして、テセウスの妻パイドラーが亡くなっているのを知ると、彼はテセウスを説得して、レーダーとゼウスの娘ヘレネーを誘拐させた。 彼女は年齢は十歳であったが、美しさにおいてすべての女性に勝っていた。
παραγενόμενοι δʼ εἰς Λακεδαίμονα μετὰ πλειόνων, καὶ καιρὸν εὔθετον λαβόντες, ἥρπασαν τὴν Ἑλένην κοινῇ καὶ ἀπήγαγον εἰς τὰς Ἀθήνας.
彼らは多くの供を連れてラケダイモーンへと赴き、好機を得て、共同でヘレネーをさらい、アテナイへと連れ去った。
§4.63.3ἔπειτα πρὸς ἀλλήλους ὁμολογίας ἔθεντο διακληρώσασθαι, καὶ τὸν μὲν λαχόντα γῆμαι τὴν Ἑλένην, τῷ δʼ ἑτέρῳ συμπρᾶξαι περὶ ἑτέρας γυναικός, ὑπομένοντα πάντα κίνδυνον.
その後、彼らは互いにくじ引きをすることを取り決めた。 そして、くじを当てた者はヘレネーを妻とし、他方の者は、あらゆる危険に耐え忍びながら、もう一人の者のために別の女性を手助けすることとした。
περὶ δὲ τούτων δόντες ἀλλήλοις ὅρκους ἔλαχον, καὶ συνέβη τῷ κλήρῳ λαχεῖν Θησέα.
これらについて互いに誓いを交わしてくじを引いたところ、偶然にもテセウスがくじを引き当てた。
οὗτος μὲν οὖν κύριος κατέστη τῆς παρθένου τὸν τρόπον τοῦτον·
こうして彼はこの方法でその乙女の主人となった。
τῶν δʼ Ἀθηναίων ἀγανακτούντων ἐπὶ τῷ γεγονότι, φοβηθεὶς ὁ Θησεὺς ὑπεξέθετο τὴν Ἑλένην εἰς Ἄφιδναν, μίαν τῶν Ἀττικῶν πόλεων.
しかし、アテナイ人たちがこの出来事に憤慨したので、テセウスは恐れて、アッティカの町の一つであるアピドナへとヘレネーをひそかに移した。
παρακατέστησε δʼ αὐτῇ τὴν μητέρα Αἴθραν καὶ τῶν ἄλλων φίλων τοὺς ἀρίστους, φύλακας τῆς παρθένου.
そして彼女のそばに、自分の母アイトラーと、他の友人たちのうち最も優れた者たちを、乙女の守り手として配した。
§4.63.4Πειρίθου δὲ κρίναντος μνηστεῦσαι Φερσεφόνην καὶ παρακαλοῦντος συναποδημῆσαι, τὸ μὲν πρῶτον ὁ Θησεὺς μετέπειθεν ἀποτρέπων τῆς πράξεως αὐτὸν διὰ τὴν ἀσέβειαν·
しかしペイリトオスがペルセポネーを娶ることを決意し、ともに旅立つことを求めたとき、最初はテセウスは、その不敬さのゆえに、この行為を思いとどまらせようと彼を説得していた。
τοῦ δὲ Πειρίθου βιαζομένου συνηναγκάσθη διὰ τοὺς ὅρκους ὁ Θησεὺς μετασχεῖν τῆς πράξεως.
しかし、ペイリトオスが強要したので、テセウスは誓いのゆえに余儀なくその行為に加わることとなった。
καὶ πέρας καταβάντων αὐτῶν εἰς τοὺς καθʼ ᾅδου τόπους, συνέβη διὰ τὴν ἀσέβειαν ἀμφοτέρους δεθῆναι, καὶ Θησέα μὲν ὕστερον διὰ τὴν Ἡρακλέους χάριν ἀπολυθῆναι, Πειρίθουν δὲ διὰ τὴν ἀσέβειαν ἐν ᾅδου διατελεῖν τιμωρίας αἰωνίου τυγχάνοντα·
そしてついには、彼らが冥府の地へと下って行ったとき、不敬さのゆえに両者とも縛り上げられることとなった。 そしてのちに、テセウスはヘーρακレースの好意によって解放されたが、ペイリトオスは不敬さのゆえに冥府に留まり続け、永遠の罰を受けることとなった。
ἔνιοι δὲ τῶν μυθογράφων φασὶν ἀμφοτέρους μὴ τυχεῖν τοῦ νόστου.
しかし、神話作家たちの中には、両者ともに帰還を果たせなかったと言う者もいる。
§4.63.5καθʼ ὃν δὴ χρόνον λέγουσι τοὺς ἀδελφοὺς τῆς Ἑλένης Διοσκόρους στρατεύσαντας ἐπὶ τὴν Ἄφιδναν καὶ τὴν πόλιν ἑλόντας ταύτην μὲν κατασκάψαι, τὴν δʼ Ἑλένην ἀπαγαγεῖν εἰς Λακεδαίμονα παρθένον οὖσαν, καὶ μετʼ αὐτῆς δούλην τὴν μητέρα Θησέως Αἴθραν.
ちょうどその時期に、ヘレネーの兄弟であるディオスクーロイがアピドナに対して遠征し、この町を奪って破壊し、ヘレネーを処女のままラケダイモーンへと連れ帰り、彼女とともにテセウスの母アイトラーを奴隷として連れ去ったと言われている。