§4.59.1ἐπεὶ δὲ περὶ Ἡρακλέους καὶ τῶν ἀπογόνων αὐτοῦ διήλθομεν, οἰκεῖον ἂν εἴη περὶ Θησέως εἰπεῖν διὰ τὸ τοῦτον ζηλωτὴν γενέσθαι τῶν Ἡρακλέους ἄθλων.
既然我们已经叙述完关于赫拉克勒斯及其后代的事迹,那么接着叙述忒修斯便是合适的,因为他成了赫拉克勒斯功业的热心效仿者。
Θησεὺς τοίνυν γεγονὼς Αἴθρας τῆς Πιτθέως καὶ Ποσειδῶνος, τραφεὶς ἐν Τροιζῆνι παρὰ Πιτθεῖ τῷ μητροπάτορι, καὶ τὰ μυθολογούμενα σύμβολα ἀνῃρημένος τὰ ὑπὸ Αἰγέως ὑπό τινι πέτρᾳ τεθειμένα, κατήντησεν εἰς τὰς Ἀθήνας.
那么,忒修斯是皮特乌斯之女埃特拉与波塞冬之子,在母外祖父皮特乌斯身边于特罗伊岑长大,并在取回了神话中所说的、由埃勾斯放置在某块岩石底下的信物后,抵达了雅典。
διεξιὼν δʼ, ὥς φασι, τὴν παραθαλάττιον, καὶ ζηλωτὴς ὢν τῆς Ἡρακλέους ἀρετῆς, ἐπεβάλετο τελεῖν ἄθλους περιέχοντας ἀποδοχήν τε καὶ δόξαν.
据人们说,当他沿着沿海通道行进时,由于他效仿赫拉克勒斯的英勇,便着手去完成那些能带来认可与名声的功业。
§4.59.2πρῶτον μὲν οὖν ἀνεῖλε τὸν ὀνομαζόμενον Κορυνήτην, χρώμενον τῇ προσαγορευομένῃ κορύνῃ, ὅπερ ἦν ὅπλον ἀμυντήριον, καὶ τοὺς παριόντας ἀποκτείνοντα, δεύτερον δὲ τὸν ἐν Ἰσθμῷ κατοικοῦντα Σίνιν.
首先,他杀死了被称为“棍棒手”的家伙,此人使用被称为“棍棒”的防身武器,并杀害过路的人;第二,他杀死了居住在地峡的西尼斯。
§4.59.3οὗτος γὰρ δύο πίτυς κάμπτων, καὶ πρὸς ἑκατέραν τὸν ἕνα βραχίονα προσδεσμεύων, ἄφνω τὰς πίτυς ἠφίει· διόπερ τῶν σωμάτων διὰ τὴν βίαν ἀποσπωμένων συνέβαινε τοὺς ἀτυχοῦντας μετὰ μεγάλης τιμωρίας τελευτᾶν.
因为这个家伙会弯下两棵松树,把受害者的一条手臂分别绑在每棵松树上,然后突然放开松树;因此,肉体由于那股强力而被撕裂,不幸的受害者们在极大的痛苦中死去。
§4.59.4τρίτον δὲ τὴν ἐν Κρομμυῶνι ὑπάρχουσαν ὗν ἀγρίαν, διαφέρουσαν ἀλκῇ τε καὶ μεγέθει καὶ πολλοὺς ἀνθρώπους ἀναιροῦσαν, ἀπέκτεινεν.
第三,他杀死了克罗妙翁的一头野雌猪,这头猪力量和体型都非同寻常,并且杀害了许多人。
ἐκόλασε δὲ καὶ Σκείρωνα τὸν οἰκοῦντα τῆς Μεγαρίδος τὰς ὀνομαζομένας ἀπʼ ἐκείνου Σκειρωνίδας πέτρας· οὗτος γὰρ εἰώθει τοὺς παριόντας ἀναγκάζειν ἀπονίπτειν ἑαυτὸν ἐπί τινος ἀποκρήμνου τόπου, λακτίσματι δʼ ἄφνω τύπτων περιεκύλιε κατὰ τῶν κρημνῶν εἰς θάλατταν κατὰ τὴν ὀνομαζομένην Χελώνην.
他还惩罚了居住在美加里斯领地内、因他而得名的斯凯隆岩石处的斯凯隆;因为此人惯于强迫过路人在某个陡峭的地方为自己洗脚,然后突然一脚将他们踢落悬崖,坠入被称为“切洛内(乌龟)”的下方海中。
§4.59.5ἀνεῖλε δὲ καὶ περὶ τὴν Ἐλευσῖνα Κερκυόνα τὸν διαπαλαίοντα τοῖς παριοῦσι καὶ τὸν ἡττηθέντα διαφθείροντα.
他还在埃莱夫西斯附近杀死了刻耳库翁,此人强迫过路人与他摔跤,并杀死战败者。
μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Προκρούστην ἀπέκτεινε, τὸν οἰκοῦντα ἐν τῷ λεγομένῳ Κορυδαλλῷ τῆς Ἀττικῆς· οὗτος δὲ τοὺς παριόντας ὁδοιπόρους ἠνάγκαζεν ἐπί τινος κλίνης ἀναπίπτειν, καὶ τῶν μὲν μακροτέρων τὰ ὑπερέχοντα μέρη τοῦ σώματος ἀπέκοπτε, τῶν δʼ ἐλαττόνων τοὺς πόδας προέκρουεν, ἀφʼ οὗπερ Προκρούστης ὠνομάσθη.
此后,他杀死了被称为普罗克鲁斯忒斯的家伙,此人居住在雅典领地内被称为科律达洛斯的地方;他强迫过路的旅人躺在某张床上,对身长较长的人,他便砍掉其身体超出床铺的部分,而对身长较短的人,他便拉长他们的脚,正因如此他被命名为普罗克鲁斯忒斯。
§4.59.6κατορθώσας δὲ τὰ προειρημένα κατήντησεν εἰς τὰς Ἀθήνας, καὶ τὸν Αἰγέα διὰ τῶν συμβόλων ἀνεγνώρισε.
成功完成了上述事情后,他抵达了雅典,并凭借信物使埃勾斯认出了他。
μετὰ δὲ ταῦτα τὸν ἐν Μαραθῶνι ταῦρον, ὃν Ἡρακλῆς τελῶν ἆθλον ἐκ Κρήτης ἀπήγαγεν εἰς Πελοπόννησον, συμπλακεὶς καὶ κρατήσας τοῦ ζῴου ἀπήγαγεν εἰς τὰς Ἀθήνας· τοῦτον δʼ Αἰγεὺς παραλαβὼν ἔθυσεν Ἀπόλλωνι.
在此之后,他与马拉松野牛交手并降伏了它——这头野牛曾是赫拉克勒斯在履行功业时从克里特带回伯罗奔尼撒的——并将其带到了雅典;埃勾斯接管了这头野牛,并将其献祭给阿波罗。