§4.58.1μετὰ δὲ ταῦτα οἱ μὲν Ἡρακλεῖδαι πάντες περιβοήτῳ μάχῃ νενικηκότες τὸν Εὐρυσθέα, καὶ διὰ τὴν εὐημερίαν συμμάχων εὐπορήσαντες, ἐστράτευσαν ἐπὶ τὴν Πελοπόννησον Ὕλλου στρατηγοῦντος.
此后,全体赫拉克莱代在著名的战役中击败了欧律斯透斯,并因这一成功而获得了众多的同盟者,在许罗斯的统率下对伯罗奔尼撒发动了远征。
§4.58.2Ἀτρεὺς δὲ μετὰ τὴν Εὐρυσθέως τελευτὴν καταλαβόμενος τὴν ἐν Μυκήναις βασιλείαν, καὶ προσλαβόμενος συμμάχους Τεγεάτας καί τινας ἄλλους, ἀπήντησε τοῖς Ἡρακλείδαις.
而阿特柔斯在欧律斯透斯死后夺取了迈锡尼的王位,并联合了特格亚人和一些其他人作为同盟,迎击赫拉克莱代。
§4.58.3κατὰ δὲ τὸν Ἰσθμὸν τῶν στρατοπέδων ἀθροισθέντων, Ὕλλος μὲν ὁ Ἡρακλέους εἰς μονομαχίαν προεκαλέσατο τῶν πολεμίων τὸν βουλόμενον, ὁμολογίας θέμενος τοιαύτας, εἰ μὲν Ὕλλος νικήσαι τὸν ἀντιταχθέντα, παραλαβεῖν Ἡρακλείδας τὴν Εὐρυσθέως βασιλείαν, εἰ δʼ Ὕλλος λειφθείη, μὴ κατιέναι τοὺς Ἡρακλείδας εἰς Πελοπόννησον ἐντὸς ἐτῶν πεντήκοντα.
当两军在地峡集结时,赫拉克勒斯之子许罗斯向敌人中任何愿意的人发起单挑挑战,并达成了如下协定:如果许罗斯战胜了与其对垒的人,赫拉克莱代就接管欧律斯透斯的王位;但如果许罗斯战败,赫拉克莱代在五十年内不得返回伯罗奔尼撒。
§4.58.4καταβάντος δʼ εἰς τὴν πρόκλησιν Ἐχέμου τοῦ βασιλέως τῶν Τεγεατῶν, καὶ τῆς μονομαχίας γενομένης, ὁ μὲν Ὕλλος ἀνῃρέθη, οἱ δʼ Ἡρακλεῖδαι κατὰ τὰς ὁμολογίας ἀπέστησαν τῆς καθόδου καὶ τὴν εἰς Τρικόρυθον ἐπάνοδον ἐποιήσαντο.
随着特格亚人的国王埃克摩斯出来应战,单挑随即发生,结果许罗斯被杀,而赫拉克莱代根据协定放弃了返回,重新退回到特里科里托斯。
§4.58.5μετὰ δέ τινας χρόνους Λικύμνιος μὲν μετὰ τῶν παίδων καὶ Τληπολέμου τοῦ Ἡρακλέους, ἑκουσίως τῶν Ἀργείων αὐτοὺς προσδεξαμένων, ἐν Ἀργει κατῴκησαν, οἱ δʼ ἄλλοι πάντες ἐν Τρικορύθῳ· ὡς δʼ ὁ πεντηκονταετὴς χρόνος διῆλθε, κατῆλθον εἰς Πελοπόννησον·
一段时间后,由于阿哥斯人自愿接纳了他们,利克姆尼乌斯与孩子们以及赫拉克勒斯之子特勒波勒摩斯便定居在阿哥斯,而其余所有人则居住在特里科里托斯;当五十年的期限过去后,他们便返回了伯罗奔尼撒。
ὧν τὰς πράξεις ἀναγράψομεν, ὅταν εἰς ἐκείνους τοὺς χρόνους παραγενηθῶμεν.
关于他们的功绩,我们将在叙述到达那些时代时予以记述。
§4.58.6Ἀλκμήνη δʼ εἰς Θήβας καταντήσασα, καὶ μετὰ ταῦτʼ ἄφαντος γενομένη, τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς Θηβαίοις.
阿尔克墨涅抵达底比斯,此后便消失不见,在底比斯人那里获得了同神一样的荣誉。
τοὺς δʼ ἄλλους Ἡρακλείδας φασὶν ἐλθόντας παρʼ Αἰγίμιον τὸν Δώρου τὴν πατρῴαν τῆς χώρας παρακαταθήκην ἀπαιτήσαντας μετὰ Δωριέων κατοικῆσαι.
至于其他的赫拉克莱代,据说他们前往多罗斯之子埃吉米乌斯处,索要先祖托付的土地,并与多利安人共同居住。
§4.58.7Τληπόλεμον δὲ τὸν Ἡρακλέους ἐν Ἄργει κατοικοῦντα λέγουσιν ἀνελεῖν Λικύμνιον τὸν Ἠλεκτρύωνος ἐρίσαντα περί τινων, διὰ δὲ τὸν φόνον τοῦτον ἐξ Ἄργους φυγόντα εἰς Ῥόδον μετοικῆσαι· τὴν δὲ νῆσον ταύτην τότε κατῴκουν Ἕλληνες οἱ ὑπὸ Τριόπα τοῦ Φόρβαντος κατοικισθέντες.
此外,据传居住在阿哥斯的赫拉克勒斯之子特勒波勒摩斯,因某些事情争吵而杀死了厄勒克特里翁之子利克姆尼乌斯,并因这一凶案逃离阿哥斯,移居到罗得岛;当时该岛上居住着由福尔巴斯之子特里奥帕斯安置的希腊人。
§4.58.8τὸν δʼ οὖν Τληπόλεμον κοινῇ μετὰ τῶν ἐγχωρίων τριμερῆ ποιῆσαι τὴν Ῥόδον, καὶ τρεῖς ἐν αὐτῇ καταστῆσαι πόλεις, Λίνδον, Ἰήλυσον, Κάμειρον· βασιλεῦσαι δʼ αὐτὸν πάντων τῶν Ῥοδίων διὰ τὴν τοῦ πατρὸς Ἡρακλέους δόξαν, καὶ κατὰ τοὺς ὕστερον χρόνους μετʼ Ἀγαμέμνονος ἐπὶ τὴν Τροίαν στρατεῦσαι.
总之,特勒波勒摩斯与当地居民共同将罗得岛划分为三个部分,并在岛上建立了三座城市:林多斯、伊阿利索斯、卡米罗斯;他本人因其父赫拉克勒斯的名声而统治了所有罗得岛人,并在后来的时代里随同阿伽门农一同征讨特洛伊。