§4.59.1ἐπεὶ δὲ περὶ Ἡρακλέους καὶ τῶν ἀπογόνων αὐτοῦ διήλθομεν, οἰκεῖον ἂν εἴη περὶ Θησέως εἰπεῖν διὰ τὸ τοῦτον ζηλωτὴν γενέσθαι τῶν Ἡρακλέους ἄθλων.
さて、ヘラクレスとその子孫について語り終えたので、テセウスがヘラクレスの功業の熱心な模倣者となったことから、彼について述べるのが適当であろう。
Θησεὺς τοίνυν γεγονὼς Αἴθρας τῆς Πιτθέως καὶ Ποσειδῶνος, τραφεὶς ἐν Τροιζῆνι παρὰ Πιτθεῖ τῷ μητροπάτορι, καὶ τὰ μυθολογούμενα σύμβολα ἀνῃρημένος τὰ ὑπὸ Αἰγέως ὑπό τινι πέτρᾳ τεθειμένα, κατήντησεν εἰς τὰς Ἀθήνας.
さて、テセウスはピッテウスの娘アイトラとポセイドンの子であり、母方の祖父ピッテウスのもとでトロイゼンで育てられ、アイゲウスによってある岩の下に置かれていた、神話にいう確認の印を手に入れた後、アテナイに到着した。
διεξιὼν δʼ, ὥς φασι, τὴν παραθαλάττιον, καὶ ζηλωτὴς ὢν τῆς Ἡρακλέους ἀρετῆς, ἐπεβάλετο τελεῖν ἄθλους περιέχοντας ἀποδοχήν τε καὶ δόξαν.
人々が語るところによれば、彼は沿岸の道を通る際、ヘラクレスの徳の模倣者であったため、人々に受け入れられることと名声をもたらすような試練を成し遂げることを企てた。
§4.59.2πρῶτον μὲν οὖν ἀνεῖλε τὸν ὀνομαζόμενον Κορυνήτην, χρώμενον τῇ προσαγορευομένῃ κορύνῃ, ὅπερ ἦν ὅπλον ἀμυντήριον, καὶ τοὺς παριόντας ἀποκτείνοντα, δεύτερον δὲ τὸν ἐν Ἰσθμῷ κατοικοῦντα Σίνιν.
まず第一に、彼はコリュネテス(棍棒使い)と呼ばれる男を退治した。 この男は、防衛用の武器であったコリュネー(棍棒)と呼ばれるものを用いて、通りかかる人々を殺害していた。 第二に、イストモスに住んでいたシニスを退治した。
§4.59.3οὗτος γὰρ δύο πίτυς κάμπτων, καὶ πρὸς ἑκατέραν τὸν ἕνα βραχίονα προσδεσμεύων, ἄφνω τὰς πίτυς ἠφίει·
というのも、この男は二本の松の木を折り曲げ、その各々に(犠牲者の)片方の腕を結びつけておいて、突然それらの松の木を放したからである。
διόπερ τῶν σωμάτων διὰ τὴν βίαν ἀποσπωμένων συνέβαινε τοὺς ἀτυχοῦντας μετὰ μεγάλης τιμωρίας τελευτᾶν.
そのため、犠牲者たちの身体は猛烈な力によって引き裂かれ、不運な者たちは大きな苦痛の中で命を落とすことになった。
§4.59.4τρίτον δὲ τὴν ἐν Κρομμυῶνι ὑπάρχουσαν ὗν ἀγρίαν, διαφέρουσαν ἀλκῇ τε καὶ μεγέθει καὶ πολλοὺς ἀνθρώπους ἀναιροῦσαν, ἀπέκτεινεν.
第三に、クロミュオンにいた野生の雌豚を退治した。 この豚は強さと大きさにおいて優れており、多くの人間を殺害していた。
ἐκόλασε δὲ καὶ Σκείρωνα τὸν οἰκοῦντα τῆς Μεγαρίδος τὰς ὀνομαζομένας ἀπʼ ἐκείνου Σκειρωνίδας πέτρας·
また彼は、メガリス領の、彼にちなんでスケイロンの岩と呼ばれる場所に住んでいたスケイロンを懲らしめた。
οὗτος γὰρ εἰώθει τοὺς παριόντας ἀναγκάζειν ἀπονίπτειν ἑαυτὸν ἐπί τινος ἀποκρήμνου τόπου, λακτίσματι δʼ ἄφνω τύπτων περιεκύλιε κατὰ τῶν κρημνῶν εἰς θάλατταν κατὰ τὴν ὀνομαζομένην Χελώνην.
というのも、この男は通りかかる人々に、ある切り立った場所で自分の足を洗うよう強要し、不意に蹴りを入れて、彼らを崖から「ケローネ(亀)」と呼ばれる岩のふもとの海へと突き落とすのを常としていたからである。
§4.59.5ἀνεῖλε δὲ καὶ περὶ τὴν Ἐλευσῖνα Κερκυόνα τὸν διαπαλαίοντα τοῖς παριοῦσι καὶ τὸν ἡττηθέντα διαφθείροντα.
彼はまた、エレウシス付近で、通りかかる人々に相撲を挑み、敗れた者を殺害していたケルキュオンを退治した。
μετὰ δὲ ταῦτα τὸν ὀνομαζόμενον Προκρούστην ἀπέκτεινε, τὸν οἰκοῦντα ἐν τῷ λεγομένῳ Κορυδαλλῷ τῆς Ἀττικῆς·
この後、彼はプロクルステスと呼ばれる男を退治した。
οὗτος δὲ τοὺς παριόντας ὁδοιπόρους ἠνάγκαζεν ἐπί τινος κλίνης ἀναπίπτειν, καὶ τῶν μὲν μακροτέρων τὰ ὑπερέχοντα μέρη τοῦ σώματος ἀπέκοπτε, τῶν δʼ ἐλαττόνων τοὺς πόδας προέκρουεν, ἀφʼ οὗπερ Προκρούστης ὠνομάσθη.
この男はアッティカのいわゆるコリュダロスに住んでおり、通りかかる旅人たちをあるベッドの上に横になるよう強要し、背の高い者からはベッドからはみ出た身体の部分を切り落とし、背の低い者からは(叩いて)その足を伸ばした。 このことから彼はプロクルステス(引き伸ばす者)と名付けられた。
§4.59.6κατορθώσας δὲ τὰ προειρημένα κατήντησεν εἰς τὰς Ἀθήνας, καὶ τὸν Αἰγέα διὰ τῶν συμβόλων ἀνεγνώρισε.
これらのことを成し遂げると、彼はアテナイに到着し、印によってアイゲウスに認知された。
μετὰ δὲ ταῦτα τὸν ἐν Μαραθῶνι ταῦρον, ὃν Ἡρακλῆς τελῶν ἆθλον ἐκ Κρήτης ἀπήγαγεν εἰς Πελοπόννησον, συμπλακεὶς καὶ κρατήσας τοῦ ζῴου ἀπήγαγεν εἰς τὰς Ἀθήνας·
この後、ヘラクレスが試練を遂行する際にクレーテーからペロポネソスへと連れてきていたマラトンの牡牛と組み合ってこれに打ち勝ち、アテナイへと連行した。
τοῦτον δʼ Αἰγεὺς παραλαβὼν ἔθυσεν Ἀπόλλωνι.
アイゲウスはこれを受け取ってアポロンに犠牲として捧げた。