Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.57.1-4.57.6

赫拉克勒斯后嗣避难雅典与击败欧律斯透斯

第 293 段,共 406 段 · 希腊语

内容简介

本节记述了赫拉克勒斯死后,其子嗣因欧律斯透斯的威胁而逃往雅典避难,并最终在会战中击败欧律斯透斯的过程。

§4.57.1ἡμῖν δʼ ἀρκούντως ἐξειργασμένοις τὴν περὶ τῶν Ἀργοναυτῶν ἱστορίαν καὶ τὰ ὑφʼ Ἡρακλέους πραχθέντα οἰκεῖον ἂν εἴη κατὰ τὴν γενομένην ἐπαγγελίαν ἀναγράψαι τὰς τῶν υἱῶν αὐτοῦ πράξεις.
对于已经充分完成了关于阿尔戈英雄的历史以及赫拉克勒斯所立功绩的我们来说,按照先前的承诺,记述他儿子们的功绩将是适宜的。
μετὰ τὴν Ἡρακλέους τοίνυν ἀποθέωσιν οἱ παῖδες αὐτοῦ κατῴκουν ἐν Τραχῖνι παρὰ Κήυκι τῷ βασιλεῖ.
在赫拉克勒斯升神之后,他的孩子们便居住在特拉克斯,寄居在国王刻宇克斯处。
§4.57.2μετὰ δὲ ταῦτα Ὕλλου καί τινων ἑτέρων ἀνδρωθέντων, Εὐρυσθεὺς φοβηθεὶς μὴ πάντων ἐνηλίκων γενομένων ἐκπέσῃ τῆς ἐν Μυκήναις βασιλείας, ἔγνω τοὺς Ἡρακλείδας ἐξ ὅλης τῆς Ἑλλάδος φυγαδεῦσαι.
此后,随着许罗斯和其他一些人长大成人,欧律斯透斯担心一旦他们全部成年,自己会被赶出在迈锡尼的王位,于是决定将赫拉克勒斯后裔(赫拉克莱代)从整个希腊驱逐出去。
διὸ Κήυκι μὲν τῷ βασιλεῖ προηγόρευσε τούς τε Ἡρακλείδας καὶ τοὺς Λικυμνίου παῖδας ἐκβαλεῖν, §4.57.3ἔτι δὲ Ἰόλαον καὶ τὸ σύστημα τῶν Ἀρκάδων τῶν Ἡρακλεῖ συνεστρατευκότων, ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι.
因此,他向国王刻宇克斯下达预告,命令他驱逐赫拉克莱代和利克姆尼乌斯的孩子们,以及伊奥劳斯和曾与赫拉克勒斯一同出征的阿卡迪亚人的队伍,否则,若不照办,就要迎接战争。
§4.57.4οἱ δʼ Ἡρακλεῖδαι καὶ οἱ μετʼ αὐτῶν θεωροῦντες αὑτοὺς οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν, ἔγνωσαν ἑκουσίως φεύγειν ἐκ τῆς Τραχῖνος· ἐπιόντες δὲ τῶν ἄλλων πόλεων τὰς ἀξιολογωτάτας ἐδέοντο δέξασθαι σφᾶς αὐτοὺς συνοίκους.
但赫拉克莱代和与他们在一起的人,看到自己并无足够的实力与欧律斯透斯交战,便决定自愿逃离特拉克斯;他们拜访了其他城市中最显要的那些,请求准予他们共同居住。
μηδεμιᾶς δὲ τολμώσης ὐποδέξασθαι, μόνοι τῶν ἄλλων Ἀθηναῖοι διὰ τὴν ἔμφυτον παρʼ αὐτοῖς ἐπιείκειαν προσεδέξαντο τοὺς Ἡρακλείδας· κατῴκισαν δὲ αὐτοὺς μετὰ τῶν συμφυγόντων εἰς Τρικόρυθον πόλιν, ἥτις ἐστὶ μία τῆς ὀνομαζομένης τετραπόλεως.
在没有一个城市敢于接纳他们的情况下,唯独雅典人因其天生的宽厚而接纳了赫拉克莱代;并将他们与一同逃亡的人安置在特里科里托斯城,该城是所谓的“四城同盟”之一。
§4.57.5μετὰ δέ τινα χρόνον ἁπάντων τῶν Ἡρακλέους παίδων ἠνδρωμένων, καὶ φρονήματος ἐμφυομένου τοῖς νεανίσκοις διὰ τὴν ἀφʼ Ἡρακλέους δόξαν, ὑφορώμενος αὐτῶν τὴν αὔξησιν Εὐρυσθεὺς ἐστράτευσεν ἐπʼ αὐτοὺς μετὰ πολλῆς δυνάμεως.
一段时间后,当赫拉克勒斯的孩子们全都长大成人,且因源自赫拉克勒斯的名声,年轻人们心中产生了自豪感,欧律斯透斯对他们的壮大感到戒备,便率领大军对他们发动了征讨。
§4.57.6οἱ δʼ Ἡρακλεῖδαι, βοηθούντων αὐτοῖς τῶν Ἀθηναίων, προστησάμενοι τὸν Ἡρακλέους ἀδελφιδοῦν Ἰόλαον, καὶ τούτῳ τε καὶ Θησεῖ καὶ Ὕλλῳ τὴν στρατηγίαν παραδόντες, ἐνίκησαν παρατάξει τὸν Εὐρυσθέα.
但在雅典人的协助下,赫拉克莱代推举赫拉克勒斯的侄子伊奥劳斯为首,并将指挥权交给了他、忒修斯和许罗斯,在会战中击败了欧律斯透斯。
κατὰ δὲ τὴν μάχην πλεῖστοι μὲν τῶν μετʼ Εὐρυσθέως κατεκόπησαν, αὐτὸς δʼ ὁ Εὐρυσθεύς, τοῦ ἅρματος κατὰ τὴν φυγὴν συντριβέντος, ὑπὸ Ὕλλου τοῦ Ἡρακλέους ἀνῃρέθη· ὁμοίως δὲ καὶ οἱ υἱοὶ τοῦ Εὐρυσθέως πάντες κατὰ τὴν μάχην ἐτελεύτησαν.
在这场战斗中,追随欧律斯透斯的大多数人被歼灭,而欧律斯透斯本人因在逃跑途中战车被毁,被赫拉克勒斯之子许罗斯所杀;同样地,欧律斯透斯的所有儿子也都在战斗中丧生。

词汇与语法注释

  1. §4.57.1ἡμῖν δʼ ἀρκούντως ἐξειργασμένοις — 与格代词 ἡμῖν(对我们)及其一致的完成时分词 ἐξειργασμένοις(已经完成)在无人称句 οἰκεῖον ἂν εἴη(将是适宜的)中充当关系与格或施事与格。
  2. §4.57.3ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι — 不定式 ἀναδέξασθαι 依赖于前句中的 προηγόρευσε(命令)。带有否定词的分词 μὴ ποιοῦντα(若不照办)为单数阳性对格,修饰不定式的隐含主语国王刻宇克斯(在前句中为与格 Κήυκι,在此处作为不定式的主语而变为对格)。
  3. §4.57.4οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν — 形容词 ἀξιομάχους(足以交战的)与 ὄντας 一起,充当叙述动词 θεωροῦντες 的直接宾语反身代词 αὑτοὺς 的宾语补足语。不定式 πολεμεῖν 是说明性或限制性不定式,修饰该形容词的适用范围。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.57.1-4.57.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.57.1-4.57.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。