§4.56.1καθόλου δὲ διὰ τὴν τῶν τραγῳδῶν τερατείαν ποικίλη τις καὶ διάφορος ἱστορία περὶ Μηδείας ἐξενήνεκται, καί τινες χαρίζεσθαι βουλόμενοι τοῖς Ἀθηναίοις φασὶν αὐτὴν ἀναλαβοῦσαν τὸν ἐξ Αἰγέως Μῆδον εἰς Κόλχους διασωθῆναι·
总之,由于悲剧作家的夸张创作,关于美狄亚流传着多种多样且互有出入的记载;有些人为了讨好雅典人,声称她带上与埃格乌斯所生的梅多斯,安全逃到了科尔基斯。
κατὰ δὲ τοῦτον τὸν χρόνον Αἰήτην ἐκ τῆς βασιλείας ὑπὸ τἀδελφοῦ Πέρσου βιαίως ἐκπεπτωκότα τὴν ἀρχὴν ἀνακτήσασθαι, Μήδου τοῦ Μηδείας ἀνελόντος τὸν Πέρσην·
在这一时期,艾叶特斯虽被其兄弟珀耳塞斯暴力夺去王位,但因美狄亚之子梅多斯杀死了珀耳塞斯,而得以重新夺回政权。
μετὰ δὲ ταῦτα δυνάμεως ἐγκρατῆ γενόμενον τὸν Μῆδον πολλὴν ἐπελθεῖν τῆς ὑπὲρ τὸν Πόντον Ἀσίας, καὶ κατασχεῖν τὴν ἀπʼ ἐκείνου Μηδίαν προσαγορευθεῖσαν.
此后,掌握了权力的梅多斯侵入了黑海以北阿细亚的大片地区,并占领了以他的名字命名的米底亚。
§4.56.2ἀλλὰ γὰρ τὸ πάσας τὰς ἀποφάσεις τῶν περὶ τῆς Μηδείας μυθολογησάντων ἀναγράφειν οὐκ ἀναγκαῖον ἅμα καὶ μακρὸν εἶναι κρίνοντες τὰ καταλειπόμενα τῆς περὶ τῶν Ἀργοναυτῶν ἱστορίας προσθήσομεν.
然而,我们认为将所有关于美狄亚进行神话创作的人的观点都记录下来,既无必要又嫌冗长,因此我们将补写阿尔戈英雄历史的其余部分。
§4.56.3οὐκ ὀλίγοι γὰρ τῶν τε ἀρχαίων συγγραφέων καὶ τῶν μεταγενεστέρων, ὧν ἐστι καὶ Τίμαιος, φασὶ τοὺς Ἀργοναύτας μετὰ τὴν τοῦ δέρους ἁρπαγὴν πυθομένους ὑπʼ Αἰήτου προκατειλῆφθαι ναυσὶ τὸ στόμα τοῦ Πόντου, πρᾶξιν ἐπιτελέσασθαι παράδοξον καὶ μνήμης ἀξίαν.
因为不仅有许多古代历史学家,也有后世的历史学家(其中也包括蒂迈欧)声称,阿尔戈英雄在夺得金羊毛后,得知黑海出口已被艾叶特斯用船只预先封锁,于是完成了一项出人意料且值得纪念的壮举。
ἀναπλεύσαντας γὰρ αὐτοὺς διὰ τοῦ Τανάιδος ποταμοῦ ἐπὶ τὰς πηγάς, καὶ κατὰ τόπον τινὰ τὴν ναῦν διελκύσαντας, καθʼ ἑτέρου πάλιν ποταμοῦ τὴν ῥύσιν ἔχοντος εἰς τὸν ὠκεανὸν καταπλεῦσαι πρὸς τὴν θάλατταν, ἀπὸ δὲ τῶν ἄρκτων ἐπὶ τὴν δύσιν κομισθῆναι τὴν γῆν ἔχοντας ἐξ εὐωνύμων, καὶ πλησίον γινομένους Γαδείρων εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι.
据说他们沿着塔奈斯河逆流而上直至源头,并在某处将船只从陆地上拖过去,再沿着另一条流入大西洋的河流顺流而下到达海洋,随后由北向南、向西航行,将陆地置于左侧,当他们靠近加德伊拉时,便驶入了我们的海(地中海)。
§4.56.4ἀποδείξεις δὲ τούτων φέρουσι, δεικνύντες τοὺς παρὰ τὸν ὠκεανὸν κατοικοῦντας Κελτοὺς σεβομένους μάλιστα τῶν θεῶν τοὺς Διοσκόρους· παραδόσιμον γὰρ αὐτοὺς ἔχειν ἐκ παλαιῶν χρόνων τὴν τούτων τῶν θεῶν παρουσίαν ἐκ τοῦ ὠκεανοῦ γεγενημένην.
他们为此提出了证据,指出居住在大西洋沿岸的凯尔特人在诸神中最崇拜迪奥斯库里;因为他们拥有从古时流传下来的传统,认为这些神明是从大西洋显现出来的。
εἶναι δὲ καὶ τὴν παρὰ τὸν ὠκεανὸν χώραν οὐκ ὀλίγας ἔχουσαν προσηγορίας ἀπό τε τῶν Ἀργοναυτῶν καὶ τῶν Διοσκόρων.
此外,大西洋沿岸地区也有不少名称源自阿尔戈英雄和迪奥斯库里。
§4.56.5παραπλησίως δὲ καὶ τὴν ἐντὸς Γαδείρων ἤπειρον ἔχειν ἐμφανῆ σημεῖα τῆς τούτων ἀνακομιδῆς.
同样地,加德伊拉内侧的大陆也留有他们归国航线的明显痕迹。
περὶ μὲν γὰρ τὴν Τυρρηνίαν καταπλεύσαντας αὐτοὺς εἰς νῆσον τὴν ὀνομαζομένην Αἰθάλειαν τὸν ἐν αὐτῇ λιμένα, κάλλιστον ὄντα τῶν ἐν ἐκείνοις τοῖς τόποις, Ἀργῷον ἀπὸ τῆς νεὼς προσαγορεῦσαι, καὶ μέχρι τῶνδε τῶν χρόνων διαμένειν αὐτοῦ τὴν προσηγορίαν.
例如在第留尼安附近,他们驶抵名为埃塔利亚的岛屿,并以他们的船只将岛上那个在该地区最美丽的港口命名为“阿尔戈港”,这个名字一直保留到今天。
§4.56.6παραπλησίως δὲ τοῖς εἰρημένοις κατὰ μὲν τὴν Τυρρηνίαν ἀπὸ σταδίων ὀκτακοσίων τῆς Ῥώμης ὀνομάσαι λιμένα Τελαμῶνα, κατὰ δὲ Φορμίας τῆς Ἰταλίας Αἰήτην τὸν νῦν Καιήτην προσαγορευόμενον.
与上述情况类似,他们在第留尼安距离罗马八百斯塔德的地方命名了特拉蒙港,并在意大利的福尔米埃命名了艾叶特(即现今被称为凯埃特的地方)。
πρὸς δὲ τούτοις ὑπʼ ἀνέμων αὐτοὺς ἐκριφέντας εἰς τὰς Σύρτεις, καὶ μαθόντας παρὰ Τρίτωνος τοῦ τότε βασιλεύοντος τῆς Λιβύης τὴν ἰδιότητα τῆς θαλάττης, καὶ τὸν κίνδυνον ἐκφυγόντας, δωρήσασθαι χαλκοῦν τρίποδα τὸν ἀρχαίοις μὲν κεχαραγμένον γράμμασι, μέχρι δὲ τῶν νεωτέρων χρόνων διαμείναντα παρὰ τοῖς Εὐεσπερίτας.
此外,他们被风吹到了苏尔特斯,从当时统治利比亚的特里同那里了解到了这片海洋的特性,并在脱离危险后赠送了一个刻有古老文字的青铜三脚架,直到近代这个三脚架仍保留在欧埃斯佩里泰人那里。
§4.56.7οὐ παραλειπτέον δʼ ἡμῖν ἀνεξέλεγκτον τὴν ἱστορίαν τῶν ἀποφηναμένων τοὺς Ἀργοναύτας ἀνὰ τὸν Ἴστρον πλεύσαντας μέχρι τῶν πηγῶν κατενεχθῆναι διὰ τῆς ἀντιπροσώπου ῥύσεως πρὸς τὸν Ἀδριατικὸν κόλπον.
我们绝不能不加检验地忽略那些声称阿尔戈英雄沿伊斯特河航行至源头,并穿过相向的流向而下行至亚得里亚海湾的人的记载。
§4.56.8τούτους γὰρ ὁ χρόνος ἤλεγξεν ὑπολαβοντας τὸν ἐν τῷ Πόντῳ πλείοσι στόμασιν ἐξερευγόμενον Ἴστρον καὶ τὸν εἰς τὸν Ἀδρίαν ἐκβάλλοντα τὴν ῥύσιν ἔχειν ἀπὸ τῶν αὐτῶν τόπων.
因为时间证明了那些认为在黑海有多个口子喷涌而出的伊斯特河与流向亚得里亚海的河流源于相同地方的人的错误。
Ῥωμαίων γὰρ καταπολεμησάντων τὸ τῶν Ἴστρων ἔθνος, εὑρέθη τὰς πηγὰς ἔχων ὁ ποταμὸς ἀπὸ τετταράκοντα σταδίων τῆς θαλάττης.
由于罗马人征服了伊斯特里亚人部落,发现该河的源头距离海洋仅有四十斯塔德。
ἀλλὰ γὰρ τοῖς συγγραφεῦσιν αἰτίαν τῆς πλάνης φασὶ γενέσθαι τὴν ὁμωνυμίαν τῶν ποταμῶν.
不过据说,历史学家们陷入这一迷误的原因是这些河流的同名性。