§4.57.1ἡμῖν δʼ ἀρκούντως ἐξειργασμένοις τὴν περὶ τῶν Ἀργοναυτῶν ἱστορίαν καὶ τὰ ὑφʼ Ἡρακλέους πραχθέντα οἰκεῖον ἂν εἴη κατὰ τὴν γενομένην ἐπαγγελίαν ἀναγράψαι τὰς τῶν υἱῶν αὐτοῦ πράξεις.
アルゴナウタイに関する歴史とヘラクレスによって成し遂げられた事績を十分に仕上げた私たちにとって、なされた約束に従って、彼の息子たちの事績を記録することは適切なことであろう。
μετὰ τὴν Ἡρακλέους τοίνυν ἀποθέωσιν οἱ παῖδες αὐτοῦ κατῴκουν ἐν Τραχῖνι παρὰ Κήυκι τῷ βασιλεῖ.
さて、ヘラクレスの神格化の後、彼の子供たちはトラキスにおいて王ケユクスのところに住んでいた。
§4.57.2μετὰ δὲ ταῦτα Ὕλλου καί τινων ἑτέρων ἀνδρωθέντων, Εὐρυσθεὺς φοβηθεὶς μὴ πάντων ἐνηλίκων γενομένων ἐκπέσῃ τῆς ἐν Μυκήναις βασιλείας, ἔγνω τοὺς Ἡρακλείδας ἐξ ὅλης τῆς Ἑλλάδος φυγαδεῦσαι.
しかしその後、ヒュロスと他の幾人かが成人すると、エウリュステウスは、全員が成人したときに自分がミュケナイにおける王位から追い落とされることを恐れ、ヘラクレイダイを全ギリシアから追放することを決意した。
διὸ Κήυκι μὲν τῷ βασιλεῖ προηγόρευσε τούς τε Ἡρακλείδας καὶ τοὺς Λικυμνίου παῖδας ἐκβαλεῖν,
それゆえ、王ケユクスに対して、ヘラクレイダイとリキュムニオスの子供たちを追放することを命じた。
§4.57.3ἔτι δὲ Ἰόλαον καὶ τὸ σύστημα τῶν Ἀρκάδων τῶν Ἡρακλεῖ συνεστρατευκότων, ἢ ταῦτα μὴ ποιοῦντα πόλεμον ἀναδέξασθαι.
さらにはイオラオス、およびヘラクレスと共に従軍したアルカディア人たちの集団をも追放すること、あるいは、これらを行わないならば戦争を引き受けることを命じた。
§4.57.4οἱ δʼ Ἡρακλεῖδαι καὶ οἱ μετʼ αὐτῶν θεωροῦντες αὑτοὺς οὐκ ἀξιομάχους ὄντας Εὐρυσθεῖ πολεμεῖν, ἔγνωσαν ἑκουσίως φεύγειν ἐκ τῆς Τραχῖνος·
しかし、ヘラクレイダイと彼らと共にいる者たちは、自分たちがエウリュステウスと戦うのに十分な戦力を持っていないと見て取り、自発的にトラキスから逃れることを決意した。
ἐπιόντες δὲ τῶν ἄλλων πόλεων τὰς ἀξιολογωτάτας ἐδέοντο δέξασθαι σφᾶς αὐτοὺς συνοίκους.
そして他の都市のうち最も有力なところを巡り、自分たちを同居人として受け入れるよう請うた。
μηδεμιᾶς δὲ τολμώσης ὐποδέξασθαι, μόνοι τῶν ἄλλων Ἀθηναῖοι διὰ τὴν ἔμφυτον παρʼ αὐτοῖς ἐπιείκειαν προσεδέξαντο τοὺς Ἡρακλείδας·
どの都市も受け入れる勇気を持たなかったが、他の者たちのうちアテナイ人だけが、彼らに本来備わっている寛大さのゆえにヘラクレイダイを受け入れた。
κατῴκισαν δὲ αὐτοὺς μετὰ τῶν συμφυγόντων εἰς Τρικόρυθον πόλιν, ἥτις ἐστὶ μία τῆς ὀνομαζομένης τετραπόλεως.
そして彼らを、共に逃れてきた者たちと共に、いわゆるテトラポリス(四都市連合)の一つであるトリコリュトスという町に入植させた。
§4.57.5μετὰ δέ τινα χρόνον ἁπάντων τῶν Ἡρακλέους παίδων ἠνδρωμένων, καὶ φρονήματος ἐμφυομένου τοῖς νεανίσκοις διὰ τὴν ἀφʼ Ἡρακλέους δόξαν, ὑφορώμενος αὐτῶν τὴν αὔξησιν Εὐρυσθεὺς ἐστράτευσεν ἐπʼ αὐτοὺς μετὰ πολλῆς δυνάμεως.
しばらくの時間が経ち、ヘラクレスの子供たち全員が成人し、またヘラクレスに由来する名声のゆえに若者たちの中に誇りが芽生えると、彼らの台頭を警戒したエウリュステウスは大軍を率いて彼らに対して遠征した。
§4.57.6οἱ δʼ Ἡρακλεῖδαι, βοηθούντων αὐτοῖς τῶν Ἀθηναίων, προστησάμενοι τὸν Ἡρακλέους ἀδελφιδοῦν Ἰόλαον, καὶ τούτῳ τε καὶ Θησεῖ καὶ Ὕλλῳ τὴν στρατηγίαν παραδόντες, ἐνίκησαν παρατάξει τὸν Εὐρυσθέα.
しかし、ヘラクレイダイは、アテナイ人が彼らを援助する中で、ヘラクレスの甥イオラオスを先頭に立て、彼とテセウスとヒュロスに指揮権を委ねて、会戦においてエウリュステウスを破った。
κατὰ δὲ τὴν μάχην πλεῖστοι μὲν τῶν μετʼ Εὐρυσθέως κατεκόπησαν, αὐτὸς δʼ ὁ Εὐρυσθεύς, τοῦ ἅρματος κατὰ τὴν φυγὴν συντριβέντος, ὑπὸ Ὕλλου τοῦ Ἡρακλέους ἀνῃρέθη·
そしてその戦いにおいて、エウリュステウス側の非常に多くの者たちが討ち取られ、エウリュステウス自身は、逃走中に戦車が壊れたため、ヘラクレスの子ヒュロスによって殺された。
ὁμοίως δὲ καὶ οἱ υἱοὶ τοῦ Εὐρυσθέως πάντες κατὰ τὴν μάχην ἐτελεύτησαν.
同様に、エウリュステウスの息子たちも全員その戦いで命を落とした。