§4.54.1ἀλλὰ περὶ μὲν τοῦ θεοῦ τούτου τὰ μυθολογούμενα πάντα διήλθομεν, νυνὶ δὲ προσθετέον ἡμῖν καὶ ὑπὲρ Ἰάσονος τὸν ὑπολειπόμενον λόγον.
然而关于这位神明,我们已讲完了所有的神话传说,现在我们必须补充关于伊阿宋的余下叙述。
φασὶ γὰρ αὐτὸν ἐν Κορίνθῳ κατοικοῦντα καὶ συμβιώσαντα δεκαετῆ χρόνον Μηδείᾳ γεννῆσαι παῖδας ἐξ αὐτῆς, τοὺς μὲν πρεσβυτάτους δύο διδύμους Θετταλόν τε καὶ Ἀλκιμένην, τὸν δὲ τρίτον πολὺ νεώτερον τούτων Τίσανδρον.
因为据说他在科林斯定居,并与美狄亚共同生活了十年,与她生下了孩子们:最年长的两个双胞胎帖萨洛斯与阿尔克墨涅斯,以及比他们年轻得多的第三个孩子底桑德罗斯。
§4.54.2τοῦτον μὲν οὖν τὸν χρόνον ἱστοροῦσιν ἀποδοχῆς ἀξιωθῆναι τὴν Μήδειαν ὑπὸ τοῦ ἀνδρὸς διὰ τὸ μὴ μόνον κάλλει διαφέρειν αὐτήν, ἀλλὰ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμῆσθαι· μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τοῦ χρόνου τὴν φυσικὴν εὐπρέπειαν ἀφαιρουμένου, λέγεται τὸν Ἰάσονα Γλαύκης ἐρασθέντα τῆς Κρέοντος θυγατρὸς μνηστεῦσαι τὴν παρθένον.
在这段时间里,历史学家们记载美狄亚受到了丈夫的器重,因为她不仅在美貌上出类拔萃,而且还兼备节制和其他美德;但在此之后,随着时间总是不停地夺去她天生的美貌,据说伊阿宋爱上了克瑞翁的女儿格劳刻,并向这位少女求婚。
§4.54.3συγκαταθεμένου δὲ τοῦ πατρὸς καὶ τάξαντος ἡμέραν τοῖς γάμοις, τὸ μὲν πρῶτον ἐπιβαλέσθαι φασὶν αὐτὸν πείθειν τὴν Μήδειαν ἑκουσίως παραχωρῆσαι τῆς συμβιώσεως· βούλεσθαι γὰρ αὐτὸν γαμεῖν οὐκ ἀποδοκιμάσαντα τὴν πρὸς αὐτὴν ὁμιλίαν, ἀλλὰ τοῖς τέκνοις σπεύδοντα §4.54.4συγγενῆ τὸν τοῦ βασιλέως οἶκον ποιῆσαι.
在父亲同意并为婚礼确立了日期之后,据说起初他试图说服美狄亚自愿退出共同生活;因为他希望结婚,并非因为厌弃与她的交往,而是为了给孩子们与国王的家族建立姻亲关系。
ἀγανακτούσης δὲ τῆς γυναικὸς καὶ θεοὺς μαρτυρομένης τοὺς ἐπόπτας γενομένους τῶν ὅρκων, φασὶ τὸν Ἰάσονα καταφρονήσαντα τῶν ὅρκων γῆμαι τὴν τοῦ βασιλέως θυγατέρα.
但当女方感到愤慨并呼唤那些见证了他们誓言的神明时,据说伊阿宋无视了誓言,娶了国王的女儿。
§4.54.5τὴν δὲ Μήδειαν ἐξελαυνομένην ἐκ τῆς πόλεως, καὶ μίαν ἡμέραν παρὰ τοῦ Κρέοντος λαβοῦσαν εἰς τὴν τῆς φυγῆς παρασκευήν, εἰς μὲν τὰ βασίλεια νυκτὸς εἰσελθεῖν ἀλλοιώσασαν τοῖς φαρμάκοις τὴν αὑτῆς ὄψιν, καὶ τὴν οἰκίαν ὑφάψαι, ῥίζιόν τι προσθεῖσαν, εὑρημένον μὲν ὑπὸ Κίρκης τῆς ἀδελφῆς, δύναμιν δʼ ἔχον, ἐπὰν ἐξαφθῇ, δυσκατάσβεστον.
美狄亚在被赶出城市时,从克瑞翁处获得了一天的逃亡准备时间。 她于夜间潜入宫殿,用药剂改变了自己的容貌,并在添加了由其姐姐喀耳刻发现的、一旦点燃便极难熄灭的某种根部后,放火烧毁了房屋。
ἄφνω δὲ φλεγομένων τῶν βασιλείων, τὸν μὲν Ἰάσονα ταχέως ἐκπηδῆσαι, τὴν δὲ Γλαύκην καὶ τὸν Κρέοντα τοῦ πυρὸς περικαταλαβόντος διαφθαρῆναι.
当宫殿突然起火时,伊阿宋迅速跳出,而格劳刻和克瑞翁则被大火包围而丧生。
§4.54.6τινὲς δὲ τῶν συγγραφέων φασὶ τοὺς μὲν υἱοὺς τῆς Μηδείας δῶρα κομίσαι τῇ νύμφῃ φαρμάκοις κεχριμένα, τὴν δὲ Γλαύκην δεξαμένην καὶ τῷ σώματι περιθεμένην αὐτήν τε συμφορᾷ περιπεσεῖν καὶ τὸν πατέρα βοηθοῦντα καὶ τοῦ σώματος ἁψάμενον τελευτῆσαι.
但有些历史学家说,美狄亚的儿子们给新娘送去了涂有药剂的礼物,而格劳刻接受并穿戴在身上,结果自己遭遇了不幸,而她的父亲在试图帮助她并接触到她的身体时也一同死去了。
§4.54.7τὴν δὲ Μήδειαν ἐπιτυχοῦσαν τοῖς πρώτοις ἐγχειρήμασιν οὐκ ἀποστῆναι τῆς Ἰάσονος τιμωρίας.
而美狄亚虽然在最初的企图中获得了成功,但并未停止对伊阿宋的复仇。
ἐπὶ τοσοῦτο γὰρ προελθεῖν αὐτὴν ὀργῆς ἅμα καὶ ζηλοτυπίας, ἔτι δʼ ὠμότητος, ὥστʼ ἐπεὶ διέφυγε τὸν μετὰ τῆς νύμφης κίνδυνον, τῇ σφαγῇ τῶν κοινῶν τέκνων ἐμβαλεῖν αὐτὸν εἰς τὰς μεγίστας συμφοράς· πλὴν γὰρ ἑνὸς τοῦ διαφυγόντος τοὺς ἄλλους υἱοὺς ἀποσφάξαι καὶ μετὰ τῶν πιστοτάτων θεραπαινίδων ἔτι νυκτὸς μέσης φυγεῖν ἐκ τῆς Κορίνθου, καὶ διεκπεσεῖν εἰς Θήβας πρὸς Ἡρακλέα· τοῦτον γὰρ μεσίτην γεγονότα τῶν ὁμολογιῶν ἐν Κόλχοις ἐπηγγέλθαι βοηθήσειν αὐτῇ παρασπονδουμένῃ.
因为她愤怒、嫉妒,加之残忍到了如此地步,以至于既然伊阿宋逃脱了与新娘共同遭遇的危险,她便通过杀害他们共同的孩子,将他推入最大的不幸之中;因为除了逃脱的一个孩子之外,她杀害了其他儿子,并与她最亲信的侍女们一起,仍在半夜时分逃离科林斯,投奔到忒拜的赫拉克勒斯处;因为赫拉克勒斯曾作为在科尔基斯达成协定的调解人,并承诺过若她被违背誓言,他将予以帮助。