Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.53.1-4.53.7

阿卡斯托斯继位与奥林匹亚竞技会的创办

第 289 段,共 406 段 · 希腊语

内容简介

伊阿宋在迫里阿斯死后处理了善后事宜,将王位传给阿卡斯托斯,并将国王的女儿们嫁给显赫之士。随后,在赫拉克勒斯的建议下,阿尔戈英雄们立下互助誓言,赫拉克勒斯则创办了奥林匹亚竞技会,从而在全希腊赢得了极高的名望。

§4.53.1καθόλου δὲ πᾶσι τοῖς συγγενέσιν ἐπαγγειλάμενον ἐπιεικῶς καὶ μεγαλοψύχως προσενεχθήσεσθαι, συναγαγεῖν εἰς ἐκκλησίαν τὰ πλήθη.
(据说伊阿宋)允诺对所有的亲属一律采取温和与宽宏的态度,随之召集民众举行大会。
ἀπολογησάμενον δὲ περὶ τῶν πεπραγμένων, καὶ διδάξαντα διότι τοὺς προαδικήσαντας ἠμύνατο, τιμωρίαν ἐλάττονα λαβὼν ὧν αὐτὸς πέπονθεν, Ἀκάστῳ μὲν τῷ Πελίου τὴν πατρῴαν βασιλείαν παραδοῦναι, τῶν δὲ τοῦ βασιλέως θυγατέρων ἀξιῶσαι αὐτὸν φροντίδα ποιήσασθαι.
在为自己的行为进行辩护、并说明自己只是对先施加不义之人进行报复,且施加的惩罚轻于他自己所遭受的痛苦之后,他将父祖的王权交给了迫里阿斯的儿子阿卡斯托斯,并请求他亲自照料国王的女儿们。
§4.53.2καὶ πέρας συντελέσαι τὴν ὑπόσχεσιν αὐτόν φασι μετά τινα χρόνον συνοικίσαντα πάσας τοῖς ἐπιφανεστάτοις.
据说最后,经过一段时间,他通过将她们全部嫁给最显赫的男子,履行了自己的诺言。
Ἄλκηστιν μὲν γὰρ τὴν πρεσβυτάτην ἐκδοῦναι πρὸς γάμον Ἀδμήτῳ τῷ Φέρητος Θετταλῷ, Ἀμφινόμην δὲ Ἀνδραίμονι Λεοντέως ἀδελφῷ, Εὐάδνην δὲ Κάνῃ τῷ Κεφάλου, Φωκέων τότε βασιλεύοντι.
因为他将最年长的阿尔克斯提斯嫁给了斐瑞斯之子、帖萨利亚人阿德梅托斯;将安菲诺墨嫁给了雷昂特乌斯的兄弟安德赖蒙;将欧阿德涅嫁给了刻法罗斯之子卡内斯,此人当时正统治着福基斯人。
ταῦτα μὲν αὐτὸν ὕστερον πρᾶξαι, τότε δὲ μετὰ τῶν ἀριστέων εἰς Ἰσθμὸν τὸν ἐν Πελοποννήσῳ πλεύσαντα θυσίαν ἐπιτελέσαι τῷ Ποσειδῶνι καὶ καθιερῶσαι τὴν Ἀργὼ τῷ θεῷ.
这些事是他后来做的,而当时,他与勇士们乘船前往伯罗奔尼撒的地峡,向波塞冬献祭,并将阿尔戈号奉献给这位神明。
§4.53.3ἀποδοχῆς δὲ μεγάλης τυγχάνοντα παρὰ τῷ βασιλεῖ τῶν Κορινθίων Κρέοντι μετασχεῖν τῆς πολιτείας καὶ τὸν λοιπὸν χρόνον ἐν τῇ Κορίνθῳ κατοικῆσαι.
他在科林斯国王克瑞翁处获得了热烈的欢迎,分享了公民权,并在科林斯度过了余生。
§4.53.4μελλόντων δὲ τῶν Ἀργοναυτῶν εἰς τὰς πατρίδας διαχωρίζεσθαι, φασὶ τὸν Ἡρακλέα συμβουλεῦσαι τοῖς ἀριστεῦσι πρὸς τὰ παράδοξα τῆς τύχης ἀλλήλοις ὅρκους δοῦναι συμμαχήσειν, ἐάν τις βοηθείας προσδεηθῇ· ἐκλέξασθαι δὲ καὶ τῆς Ἑλλάδος τὸν ἐπιφανέστατον τόπον εἰς ἀγώνων θέσιν καὶ πανήγυριν κοινήν, καὶ καθιερῶσαι τὸν ἀγῶνα τῷ μεγίστῳ τῶν θεῶν Διὶ Ὀλυμπίῳ.
当阿尔戈英雄们准备各自返回祖国时,据说赫拉克勒斯建议勇士们,为了应对命运的变幻莫测,如果有人需要帮助,彼此立誓结为同盟;(据说他还)为设立竞技和共同的盛会而选定了希腊最显赫的地方,并将该竞技会奉献给众神中最大者——奥林匹亚的宙斯。
§4.53.5συνομοσάντων δὲ τῶν ἀριστέων περὶ τῆς συμμαχίας, καὶ τὴν διάταξιν τῶν ἀγώνων ἐπιτρεψάντων Ἡρακλεῖ, φασὶ τοῦτον τόπον προκρῖναι πρὸς τὴν πανήγυριν τῆς τῶν Ἠλείων χώρας τὸν παρὰ τὸν Ἀλφειόν.
在勇士们共同就同盟宣誓、并将竞技会的安排托付给赫拉克勒斯之后,据说他选定了埃利斯人领土中阿尔斐俄斯河畔的地方作为盛会的举办地。
διὸ καὶ τὴν παραποταμίαν καθιερώσαντα τῷ μεγίστῳ τῶν θεῶν, Ὀλυμπίαν ἀπʼ ἐκείνου προσαγορεῦσαι.
因此,他将这片河畔之地奉献给众神中最大者,并依此将其命名为奥林匹亚。
ὑποστησάμενον δʼ ἱππικὸν ἀγῶνα καὶ γυμνικόν, τά τε περὶ τῶν ἄθλων διατάξαι καὶ θεωροὺς ἀποστεῖλαι τοὺς ταῖς πόλεσι προεροῦντας τὴν θέαν τῶν ἀγώνων.
他创立了赛马和裸体竞技,制定了有关比赛奖项的规则,并派遣使节向各个城市提前宣布竞技会的观赏盛事。
§4.53.6διὰ δὲ τὴν παρὰ τοῖς Ἀργοναύταις γενομένην ἀποδοχὴν αὐτοῦ κατὰ τὴν στρατείαν οὐ μετρίως δοξασθέντος, προσγενέσθαι τὴν ἐκ τῆς Ὀλυμπικῆς πανηγύρεως δόξαν, ὥστε πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ὑπάρχειν καὶ παρὰ ταῖς πλείσταις πόλεσι γνωσθέντα πολλοὺς ἔχειν ἐπιθυμητὰς τῆς φιλίας, οὓς προθύμους εἶναι μετασχεῖν παντὸς κινδύνου.
由于他在远征期间因在阿尔戈英雄中受到的欢迎而获得了非凡的声誉,此时奥林匹亚盛会带来的名望又锦上添花,使他成为全希腊人中最显赫的人物;他在大多数城市中广为人知,拥有许多渴望得到他友谊的人,这些人甚至乐意与他共担一切危险。
§4.53.7ταχὺ δʼ ἐπʼ ἀνδρείᾳ καὶ στρατηγίᾳ θαυμασθέντα στρατόπεδόν τε κράτιστον συστήσασθαι καὶ πᾶσαν ἐπελθεῖν τὴν οἰκουμένην εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων· ἀνθʼ ὧν τυχεῖν αὐτὸν συμφωνουμένης ἀθανασίας.
不久,他因英勇和统帅才能而备受赞誉,组织起一支极其强大的军队,巡游整个文明世界,造福人类;作为回报,他获得了举世公认的长生不死。
τοὺς δὲ ποιητὰς διὰ τὴν συνήθη τερατολογίαν μυθολογῆσαι μόνον τὸν Ἡρακλέα καὶ γυμνὸν ὅπλων τελέσαι τοὺς τεθρυλημένους ἄθλους.
然而,诗人由于其一贯叙述奇闻异事的习惯,竟然在神话中宣称赫拉克勒斯仅凭单枪匹马、手无寸铁就完成了那些家喻户晓的丰功伟绩。

词汇与语法注释

  1. 4.53.1ὧν αὐτὸς πέπονθεν — 关系代词的属格吸引(attraction)。关系代词在从句中作为动词 πέπονθεν 的直接宾语,本应使用宾格复数 ἅ,但由于受到主句中被省略的先行词 ἐκείνων(受比较级形容词 ἐλάττονα 支配而要求属格)的影响,被“吸引”成了属格 ὧν。其意义等同于 ἐλάττονα ἐκείνων ἃ αὐτὸς πέπονθεν(“轻于他自己所遭受的灾难”)。
  2. 4.53.4ἐκλέξασθαι — 不定式的结构与逻辑主语。此不定式与随后的 καθιερῶσαι 一起,与前面的 συμβουλεῦσαι 并列,直接作为主句动词 φασί 的宾语(主格对格构文),其逻辑主语为 τὸν Ἡρακλέα。因此,这描述的是赫拉克勒斯本人的行动(“据说赫拉克勒斯建议了……且他选定了……并奉献了……”)。
  3. 4.53.6αὐτοῦ ... δοξασθέντος — 属格独立结构(genitive absolute)。此短语用作表示原因或背景的独立分词句(“由于他获得了非凡的声誉”),引入了赫拉克勒斯(αὐτοῦ)作为逻辑主语,与主句的语法主语(来自奥林匹亚盛会的名望)相对立。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.53.1-4.53.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.53.1-4.53.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。