Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.54.1-4.54.7

メディアの復讐とコリントスからの逃亡

290 / 406 箇所 · ギリシア語

要旨

イアソンがクレオンの娘と再婚しようとしたことに激怒したメデイアが、宮殿を焼き払って新婦と王を殺害し、さらに自らの子供たちを虐殺してヘラクレスを頼りテバイへ逃亡した顛末が語られる。

§4.54.1ἀλλὰ περὶ μὲν τοῦ θεοῦ τούτου τὰ μυθολογούμενα πάντα διήλθομεν, νυνὶ δὲ προσθετέον ἡμῖν καὶ ὑπὲρ Ἰάσονος τὸν ὑπολειπόμενον λόγον.
しかし、この神について語られている神話的な事柄はすべて語り終えたので、今はイアソンについて残されている話を付け加えなければならない。
φασὶ γὰρ αὐτὸν ἐν Κορίνθῳ κατοικοῦντα καὶ συμβιώσαντα δεκαετῆ χρόνον Μηδείᾳ γεννῆσαι παῖδας ἐξ αὐτῆς, τοὺς μὲν πρεσβυτάτους δύο διδύμους Θετταλόν τε καὶ Ἀλκιμένην, τὸν δὲ τρίτον πολὺ νεώτερον τούτων Τίσανδρον.
というのも、彼がコリントスに居住し、メデイアと十年の歳月をともに暮らして、彼女との間に子をもうけたと人々は言っているからである。 すなわち、年長の二人の双子テッタロスとアルキメネス、そして彼らよりはるかに若い三人目のティサンドロスである。
§4.54.2τοῦτον μὲν οὖν τὸν χρόνον ἱστοροῦσιν ἀποδοχῆς ἀξιωθῆναι τὴν Μήδειαν ὑπὸ τοῦ ἀνδρὸς διὰ τὸ μὴ μόνον κάλλει διαφέρειν αὐτήν, ἀλλὰ καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς κεκοσμῆσθαι·
さて、この時期には、メデイアが容姿において優れているだけでなく、慎み深さやその他の徳性によっても飾られているがゆえに、夫から寵愛を受けるに値するとみなされていた、と歴史家たちは伝えている。
μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τοῦ χρόνου τὴν φυσικὴν εὐπρέπειαν ἀφαιρουμένου, λέγεται τὸν Ἰάσονα Γλαύκης ἐρασθέντα τῆς Κρέοντος θυγατρὸς μνηστεῦσαι τὴν παρθένον.
しかしその後、時が経つにつれて彼女の生まれ持った美しさが常に失われていくと、イアソンはクレオンの娘グラウケに恋をし、この乙女に求婚したと言われている。
§4.54.3συγκαταθεμένου δὲ τοῦ πατρὸς καὶ τάξαντος ἡμέραν τοῖς γάμοις, τὸ μὲν πρῶτον ἐπιβαλέσθαι φασὶν αὐτὸν πείθειν τὴν Μήδειαν ἑκουσίως παραχωρῆσαι τῆς συμβιώσεως·
父親が同意し、婚礼の日を定めたとき、まず最初、彼はメデイアを説得して、自発的に共同生活から退くようにさせようと試みたと言われている。
βούλεσθαι γὰρ αὐτὸν γαμεῖν οὐκ ἀποδοκιμάσαντα τὴν πρὸς αὐτὴν ὁμιλίαν, ἀλλὰ τοῖς τέκνοις σπεύδοντα §4.54.4συγγενῆ τὸν τοῦ βασιλέως οἶκον ποιῆσαι.
というのも、彼が結婚しようと望んだのは、彼女との交わりを嫌ったからではなく、彼らの子供たちのために王の家と親戚関係を結ぶことを切望したからである。
ἀγανακτούσης δὲ τῆς γυναικὸς καὶ θεοὺς μαρτυρομένης τοὺς ἐπόπτας γενομένους τῶν ὅρκων, φασὶ τὸν Ἰάσονα καταφρονήσαντα τῶν ὅρκων γῆμαι τὴν τοῦ βασιλέως θυγατέρα.
しかし、妻が憤慨し、誓いの監視者となった神々を証人として呼び求めると、イアソンは誓いを軽んじて、王の娘と結婚したと言われている。
§4.54.5τὴν δὲ Μήδειαν ἐξελαυνομένην ἐκ τῆς πόλεως, καὶ μίαν ἡμέραν παρὰ τοῦ Κρέοντος λαβοῦσαν εἰς τὴν τῆς φυγῆς παρασκευήν, εἰς μὲν τὰ βασίλεια νυκτὸς εἰσελθεῖν ἀλλοιώσασαν τοῖς φαρμάκοις τὴν αὑτῆς ὄψιν, καὶ τὴν οἰκίαν ὑφάψαι, ῥίζιόν τι προσθεῖσαν, εὑρημένον μὲν ὑπὸ Κίρκης τῆς ἀδελφῆς, δύναμιν δʼ ἔχον, ἐπὰν ἐξαφθῇ, δυσκατάσβεστον.
しかしメデイアは、都市から追放されそうになり、クレオンから逃亡の準備のために一日の猶予を得ると、夜に、毒薬によって自らの容貌を変えて宮殿に入り込み、姉のキルケによって発見され、ひとたび火がつけば消し止めにくい力を持つ、ある根を添えて、家に火を放った。
ἄφνω δὲ φλεγομένων τῶν βασιλείων, τὸν μὲν Ἰάσονα ταχέως ἐκπηδῆσαι, τὴν δὲ Γλαύκην καὶ τὸν Κρέοντα τοῦ πυρὸς περικαταλαβόντος διαφθαρῆναι.
そして突如として宮殿が炎上すると、イアソンは素早く飛び出したが、グラウケとクレオンは火に取り囲まれて命を落としたと言われている。
§4.54.6τινὲς δὲ τῶν συγγραφέων φασὶ τοὺς μὲν υἱοὺς τῆς Μηδείας δῶρα κομίσαι τῇ νύμφῃ φαρμάκοις κεχριμένα, τὴν δὲ Γλαύκην δεξαμένην καὶ τῷ σώματι περιθεμένην αὐτήν τε συμφορᾷ περιπεσεῖν καὶ τὸν πατέρα βοηθοῦντα καὶ τοῦ σώματος ἁψάμενον τελευτῆσαι.
しかし、歴史家たちのある者は、メデイアの息子たちが毒薬を塗られた贈り物を花嫁に届け、グラウケはそれを受け取って身にまとったところ、彼女自身も災厄に見舞われ、彼女を助けようとしてその体に触れた父親も息絶えたと言っている。
§4.54.7τὴν δὲ Μήδειαν ἐπιτυχοῦσαν τοῖς πρώτοις ἐγχειρήμασιν οὐκ ἀποστῆναι τῆς Ἰάσονος τιμωρίας.
そしてメデイアは、最初の企てが成功したものの、イアソンへの復讐をやめなかった。
ἐπὶ τοσοῦτο γὰρ προελθεῖν αὐτὴν ὀργῆς ἅμα καὶ ζηλοτυπίας, ἔτι δʼ ὠμότητος, ὥστʼ ἐπεὶ διέφυγε τὸν μετὰ τῆς νύμφης κίνδυνον, τῇ σφαγῇ τῶν κοινῶν τέκνων ἐμβαλεῖν αὐτὸν εἰς τὰς μεγίστας συμφοράς·
というのも、彼女は怒りと嫉妬、さらには冷酷さのあまり、イアソンが花嫁とともに死ぬ危険から逃れたので、共通の子供たちを虐殺することによって彼を最大の不幸に突き落とすほどまでに至ったからである。
πλὴν γὰρ ἑνὸς τοῦ διαφυγόντος τοὺς ἄλλους υἱοὺς ἀποσφάξαι καὶ μετὰ τῶν πιστοτάτων θεραπαινίδων ἔτι νυκτὸς μέσης φυγεῖν ἐκ τῆς Κορίνθου, καὶ διεκπεσεῖν εἰς Θήβας πρὸς Ἡρακλέα·
すなわち、逃げ延びた一人の子を除いて、他の息子たちを虐殺し、最も信頼できる召使の女たちとともに、まだ真夜中のうちにコリントスから逃亡して、テバイのヘラクレスのもとへと逃げ延びた。
τοῦτον γὰρ μεσίτην γεγονότα τῶν ὁμολογιῶν ἐν Κόλχοις ἐπηγγέλθαι βοηθήσειν αὐτῇ παρασπονδουμένῃ.
ヘラクレスは、コルキスにおける合意の仲介者となっており、彼女が約束を破られた場合には、援助を差し伸べると約束していたからである。

語釈・文法注

  1. 4.54.2τοῦ χρόνου τὴν φυσικὴν εὐπρέπειαν ἀφαιρουμένου — 時間の経過に伴って衰える容姿を描写する属格独立構文。現在分詞中道態 ἀφαιρουμένου は、時間が彼女から自然な美しさを「奪い去ること」を能動的に表しており、受動的に「奪われる」のではない。
  2. 4.54.3σπεύδοντα — 現在分詞 σπεύδοντα は対格で Ἰάσονα を修飾し、マイルストーンを挟んで次章の不定法 ποιῆσαι に繋がる(「〜しようと熱望して」)。文脈上、結婚の動機が妻への嫌悪ではなく子供たちの地位向上であることを説明している。
  3. 4.54.7παρασπονδουμένῃ — 現在分詞受動態与格で αὐτῇ(メデイア)を修飾する。条件あるいは時(「彼女が約束を破られた場合に」)を表し、ヘラクレスがかつて結んだ誓約(ἐπηγγέλθαι)を履行すべき状況を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.54.1-4.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.54.1-4.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。