Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.53.1-4.53.7

アカストスへの王権委譲とオリンピア競技会の創設

289 / 406 箇所 · ギリシア語

要旨

イアソンはペリアス殺害後の事後処理として、アカストスに王位を譲り、王の娘たちを他国の有力者と結婚させた。その後、アルゴナウタイたちはヘラクレスの提案で相互援助の誓いを交わし、ヘラクレスはオリンピア競技会を創設してギリシア全土でその名声を高めた。

§4.53.1καθόλου δὲ πᾶσι τοῖς συγγενέσιν ἐπαγγειλάμενον ἐπιεικῶς καὶ μεγαλοψύχως προσενεχθήσεσθαι, συναγαγεῖν εἰς ἐκκλησίαν τὰ πλήθη.
(イアソンは)親族一同に対して全般的に穏健かつ寛大に接することを約束し、民衆を集会に招集した。
ἀπολογησάμενον δὲ περὶ τῶν πεπραγμένων, καὶ διδάξαντα διότι τοὺς προαδικήσαντας ἠμύνατο, τιμωρίαν ἐλάττονα λαβὼν ὧν αὐτὸς πέπονθεν, Ἀκάστῳ μὲν τῷ Πελίου τὴν πατρῴαν βασιλείαν παραδοῦναι, τῶν δὲ τοῦ βασιλέως θυγατέρων ἀξιῶσαι αὐτὸν φροντίδα ποιήσασθαι.
そして、自らの行いについて弁明し、自分が先に不義を働いた者たちに報復したのであり、自分が被った事柄よりも軽い報復を加えたにすぎないことを説明した上で、ペリアスの子アカストスに父祖の王権を引き渡し、アカストス自身に王の娘たちの面倒を見るよう求めた。
§4.53.2καὶ πέρας συντελέσαι τὴν ὑπόσχεσιν αὐτόν φασι μετά τινα χρόνον συνοικίσαντα πάσας τοῖς ἐπιφανεστάτοις.
そしてついに、彼はある時間ののち、彼女たち全員を最も高名な男たちと結婚させることで、その約束を果たしたと言われている。
Ἄλκηστιν μὲν γὰρ τὴν πρεσβυτάτην ἐκδοῦναι πρὸς γάμον Ἀδμήτῳ τῷ Φέρητος Θετταλῷ, Ἀμφινόμην δὲ Ἀνδραίμονι Λεοντέως ἀδελφῷ, Εὐάδνην δὲ Κάνῃ τῷ Κεφάλου, Φωκέων τότε βασιλεύοντι.
というのも、最年長のアルケスティスをテッサリアのペレスの子アドメトスに嫁がせ、アムピノメをレオンテウスの兄弟アンドライモンに、エウアドネを当時ポキス人を支配していたケパロスの子カネスに嫁がせたからである。
ταῦτα μὲν αὐτὸν ὕστερον πρᾶξαι, τότε δὲ μετὰ τῶν ἀριστέων εἰς Ἰσθμὸν τὸν ἐν Πελοποννήσῳ πλεύσαντα θυσίαν ἐπιτελέσαι τῷ Ποσειδῶνι καὶ καθιερῶσαι τὴν Ἀργὼ τῷ θεῷ.
これらのことは彼は後に行い、そのときには勇士たちとともにペロポネソス半島のイストモスへと船で向かい、ポセイドンに犠牲を捧げて、アルゴ号をこの神に奉納した。
§4.53.3ἀποδοχῆς δὲ μεγάλης τυγχάνοντα παρὰ τῷ βασιλεῖ τῶν Κορινθίων Κρέοντι μετασχεῖν τῆς πολιτείας καὶ τὸν λοιπὸν χρόνον ἐν τῇ Κορίνθῳ κατοικῆσαι.
そして、コリントスの王クレオンから大いなる歓迎を受け、市民権を得て、その後の時間をコリントスで暮らした。
§4.53.4μελλόντων δὲ τῶν Ἀργοναυτῶν εἰς τὰς πατρίδας διαχωρίζεσθαι, φασὶ τὸν Ἡρακλέα συμβουλεῦσαι τοῖς ἀριστεῦσι πρὸς τὰ παράδοξα τῆς τύχης ἀλλήλοις ὅρκους δοῦναι συμμαχήσειν, ἐάν τις βοηθείας προσδεηθῇ·
アルゴナウタイたちがそれぞれの祖国へ解散しようとしていたとき、ヘラクレスが勇士たちに、運命の予期せぬ変化に備えて、もし誰かが援助を必要とすることがあれば、互いに同盟を結んで助け合うという誓いを交わすよう勧めたと言われている。
ἐκλέξασθαι δὲ καὶ τῆς Ἑλλάδος τὸν ἐπιφανέστατον τόπον εἰς ἀγώνων θέσιν καὶ πανήγυριν κοινήν, καὶ καθιερῶσαι τὸν ἀγῶνα τῷ μεγίστῳ τῶν θεῶν Διὶ Ὀλυμπίῳ.
また(彼自身が)競技会の開催と共同の祝祭のためにギリシアの最も有名な場所を選定し、その競技会を神々のうち最大なるオリンピアのゼウスに奉納したと言されている。
§4.53.5συνομοσάντων δὲ τῶν ἀριστέων περὶ τῆς συμμαχίας, καὶ τὴν διάταξιν τῶν ἀγώνων ἐπιτρεψάντων Ἡρακλεῖ, φασὶ τοῦτον τόπον προκρῖναι πρὸς τὴν πανήγυριν τῆς τῶν Ἠλείων χώρας τὸν παρὰ τὸν Ἀλφειόν.
勇士たちが同盟について誓い合い、競技会の準備をヘラクレスに委ねると、彼は祝祭の場所として、エリス人の領土のうちアルペイオス川の傍らの地を選んだと言われている。
διὸ καὶ τὴν παραποταμίαν καθιερώσαντα τῷ μεγίστῳ τῶν θεῶν, Ὀλυμπίαν ἀπʼ ἐκείνου προσαγορεῦσαι.
それゆえ、この川沿いの地を神々のうち最大なる者に捧げ、その(神)にちなんでそこをオリンピアと名付けた。
ὑποστησάμενον δʼ ἱππικὸν ἀγῶνα καὶ γυμνικόν, τά τε περὶ τῶν ἄθλων διατάξαι καὶ θεωροὺς ἀποστεῖλαι τοὺς ταῖς πόλεσι προεροῦντας τὴν θέαν τῶν ἀγώνων.
そして、競馬と裸体競技を創設し、競技に関する規定を定め、諸都市に対して競技会の観戦をあらかじめ告げるための使節を派遣した。
§4.53.6διὰ δὲ τὴν παρὰ τοῖς Ἀργοναύταις γενομένην ἀποδοχὴν αὐτοῦ κατὰ τὴν στρατείαν οὐ μετρίως δοξασθέντος, προσγενέσθαι τὴν ἐκ τῆς Ὀλυμπικῆς πανηγύρεως δόξαν, ὥστε πάντων τῶν Ἑλλήνων ἐπιφανέστατον ὑπάρχειν καὶ παρὰ ταῖς πλείσταις πόλεσι γνωσθέντα πολλοὺς ἔχειν ἐπιθυμητὰς τῆς φιλίας, οὓς προθύμους εἶναι μετασχεῖν παντὸς κινδύνου.
遠征中にアルゴナウタイたちの間で得られた歓迎によって、彼が並々ならぬ名声を得ていたところへ、オリンピアの祝祭による名声が加わったため、彼は全ギリシア人のうち最も傑出した存在となり、非常に多くの都市で知られて、彼の友情を望む多くの人々を得ることとなった。 彼らは、あらゆる危険をともにすることを辞さなかった。
§4.53.7ταχὺ δʼ ἐπʼ ἀνδρείᾳ καὶ στρατηγίᾳ θαυμασθέντα στρατόπεδόν τε κράτιστον συστήσασθαι καὶ πᾶσαν ἐπελθεῖν τὴν οἰκουμένην εὐεργετοῦντα τὸ γένος τῶν ἀνθρώπων·
そして彼は、勇気と将才においてたちまち称賛され、極めて強力な軍隊を組織して全世界を巡り、人類に恩恵を施した。
ἀνθʼ ὧν τυχεῖν αὐτὸν συμφωνουμένης ἀθανασίας.
これらのことの報いとして、彼は衆意の一致する不死を得ることとなった。
τοὺς δὲ ποιητὰς διὰ τὴν συνήθη τερατολογίαν μυθολογῆσαι μόνον τὸν Ἡρακλέα καὶ γυμνὸν ὅπλων τελέσαι τοὺς τεθρυλημένους ἄθλους.
しかし、詩人たちは彼らのいつもの大げさな法螺のせいで、ヘラクレスがただ一人で、しかも武器も持たずに、世に名高い数々の難行を成し遂げたと神話的に語っているのである。

語釈・文法注

  1. 4.53.1ὧν αὐτὸς πέπονθεν — 関係代名詞の引き込み(attraction)。本来、関係節内において動詞 πέπονθεν の直接目的語として対格 ἅ であるべき箇所が、主節の比較の属格を要求する形容詞 ἐλάττονα に従う先行詞 ἐκείνων(省略されている)に引き込まれて属格 ὧν に変化している。意味としては ἐλάττονα ἐκείνων ἃ αὐτὸς πέπονθεν (自身が被った事柄よりも軽い)となる。
  2. 4.53.4ἐκλέξασθαι — 不定詞の構造と意味上の主語。この不定詞は、後続の καθιερῶσαι とともに関係詞節のような働きではなく、主節の φασί に直接懸かる対格不定詞(主語は τὸν Ἡρακλέα)として、前の συμβουλεῦσαι と並列関係にある。したがって、「ヘラクレスが勧めたと言われており、また(ヘラクレス自身が)選定し、奉納したと言われている」という構造になる。
  3. 4.53.6αὐτοῦ ... δοξασθέντος — 属格独立構文(genitive absolute)。名詞化された主節の主語(ἡ ἐκ τῆς Ὀλυμπικῆς πανηγύρεως δόξα)に対して、従属的な原因・背景(「彼が並々ならぬ名声を得ていたため」)を表すためにヘラクレス(αὐτοῦ)を主語とする分詞句が属格で置かれている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.53.1-4.53.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.53.1-4.53.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。