§4.51.1αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς μὲν τοῦτο παντοδαπὰς φύσεις φαρμάκων κατακρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα παντελῶς πρεσβῦτιν· τὸ δὲ τελευταῖον ἀναλαβοῦσαν τὴν θεὸν διεσκευασμένην καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν, εἰς τὴν πόλιν εἰσβαλεῖν ἅμʼ ἡμέρᾳ.
她自己制作了一尊空心的阿耳忒弥斯神像,并在其中藏入了各种药草,她用某些具有效能的药物涂抹了自己的头发使其变白,并让脸部和身体布满皱纹,以至于看见她的人都以为她是一个完全的老妇;最后,她抱着那尊装扮得令人望而生畏以煽动群众迷信的神像,在拂晓时分进入了城内。
§4.51.2ἐνθεαζούσης δʼ αὐτῆς, καὶ τοῦ πλήθους κατὰ τὰς ὁδοὺς συντρέχοντος, παραγγέλλειν πᾶσι δέχεσθαι τὴν θεὸν εὐσεβῶς· παρεῖναι γὰρ αὐτὴν ἐξ Ὑπερβορέων ἐπʼ ἀγαθῷ δαίμονι τῇ τε πόλει πάσῃ καὶ τῷ βασιλεῖ.
在她表现得如同神灵附身,而群众在街道上奔跑聚集之时,她命令所有人虔诚地迎接神灵;因为她说神灵自己是从海勃里安人的土地来临,旨在为整个城市和国王带来好运。
§4.51.3πάντων δὲ προσκυνούντων καὶ τιμώντων τὴν θεὸν θυσίαις, καὶ τὸ σύνολον τῆς πόλεως ἁπάσης συνενθεαζούσης, εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τόν τε Πελίαν εἰς δεισιδαίμονα διάθεσιν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τῆς τερατείας εἰς τοιαύτην κατάπληξιν ἀγαγεῖν ὥστε πιστεῦσαι διότι πάρεστιν ἡ θεὸς εὐδαίμονα ποιήσουσα τὸν οἶκον τοῦ βασιλέως· §4.51.4ἀπεφαίνετο γὰρ ἐπὶ δρακόντων ὀχουμένην τὴν Ἄρτεμιν διʼ ἀέρος ὑπερπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης, καὶ πρὸς καθίδρυσιν ἑαυτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων· προστεταχέναι δʼ αὐτῇ καὶ τὸ γῆρας ἀφελοῦσαν τὸ Πελίου διά τινων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι.
在所有人顶礼膜拜、用祭品敬奉神灵,且整个城市完全陷入狂热之中时,美狄亚进入了王宫,使迫里阿斯陷入了迷信的心境中,并通过奇特魔术使他的女儿们陷入如此震惊之中,以至于她们相信神灵降临是为了使国王的家族获得幸福;因为她宣称,阿耳忒弥斯乘着飞龙在空中飞越了人居世界的许多地方,为了自己的供奉和永久的荣耀,选出了所有国王中最虔诚的一位;神灵还命令她,通过某些法力消除迫里阿斯的衰老,使他的身体完全年轻,并赐予许多其他有利于幸福和受神眷顾之生活的事物。
§4.51.5ἐκπληττομένου δὲ τοῦ βασιλέως τὸ παράδοξον τῶν λόγων, ἐπαγγείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς τούτων πίστεις παρέξεσθαι.
当国王对这些话的奇特深感惊异时,美狄亚承诺立刻在自己的身体上提供这些话的凭证。
εἰποῦσαν γὰρ μιᾷ τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, καὶ τῆς παρθένου τὸ ῥηθὲν εὐθὺς ἐπὶ τέλος ἀγαγούσης, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ περινιψαμένην τὸ σῶμα πᾶν ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις· ἀποκατασταθεῖσαν δʼ εἰς τὴν προϋπάρχουσαν διάθεσιν καὶ φανεῖσαν τῷ βασιλεῖ καταπλήξασθαι τοὺς ὁρῶντας, καὶ δόξαι τινὶ θεῶν προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα καὶ κάλλος περίβλεπτον.
据说,她让迫里阿斯的一位女儿带来清水,当少女立即完成了所吩咐的事后,她将自己关进一间小房间里,清洗了全身,洗去了药物的力;她恢复了先前的状态并出现在国王面前,使目击者大为震惊,仿佛通过神灵的某种关照,她的衰老已转变为少女的年轻和令人瞩目的美貌。
§4.51.6ποιῆσαι δʼ αὐτὴν καὶ διά τινων φαρμάκων εἴδωλα φαντασθῆναι τῶν δρακόντων, ἐφʼ ὧν ἀποφαίνεσθαι τὴν θεὸν κομισθεῖσαν διʼ ἀέρος ἐξ Ὑπερβορέων ἐπιξενωθῆναι τῷ Πελίᾳ.
她还通过某些药物使飞龙的幻影显现,并宣称神灵正是乘着这些飞龙在空中从海勃里安人的土地被运送而来,并在迫里阿斯处做客。
τῶν δʼ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ τοῦ βασιλέως μεγάλης ἀποδοχῆς ἀξιοῦντος τὴν Μήδειαν καὶ τὸ σύνολον πιστεύσαντος ἀληθῆ λέγειν, φασὶν αὐτὴν κατὰ μόνας ἐντυχοῦσαν τῷ Πελίᾳ παρακαλέσαι ταῖς θυγατράσι διακελεύσασθαι συνεργεῖν καὶ πράττειν ἅπερ ἂν αὐταῖς προστάττῃ· προσήκειν γὰρ τῷ τοῦ βασιλέως σώματι μὴ δουλικαῖς χερσίν, ἀλλὰ ταῖς τῶν τέκνων θεραπευθέντα τυχεῖν τῆς παρὰ θεῶν εὐεργεσίας.
由于这些行为显得超出了人类的本性,且国王对美狄亚给予了极大的款待,并完全相信她所说的是真话,据说她私下里会见迫里阿斯,劝说他命令女儿们予以协助,并做她可能吩咐她们的一切事情;因为她说,国王的身体不应由奴隶的手,而应由孩子们的侍奉,才能获得来自神灵的恩赐。
§4.51.7διόπερ τοῦ Πελίου ταῖς θυγατράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια προστάττῃ περὶ τὸ σῶμα τοῦ πατρός, τὰς μὲν παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ἐπιτελεῖν,
因此,当迫里阿斯向女儿们明确表示,凡是美狄亚关于父亲身体所吩咐的一切都要照办时,少女们已准备好执行所命令的事情,