Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.51.1-4.51.7

メディアの若返りの術とペリアスの娘たちの欺瞞

287 / 406 箇所 · ギリシア語

要旨

メディアはアルテミスの老巫女に変装してイオルコス市に入り、魔術を用いて自らを若返らせる奇跡を披露する。これによりペリアス王と娘たちの信用を勝ち取り、王の若返り儀式を手伝うよう娘たちに命じさせる。

§4.51.1αὐτὴν δὲ κατασκευάσασαν Ἀρτέμιδος εἴδωλον κοῖλον, εἰς μὲν τοῦτο παντοδαπὰς φύσεις φαρμάκων κατακρύψαι, ἑαυτῆς δὲ τὰς μὲν τρίχας δυνάμεσί τισι χρίσασαν ποιῆσαι πολιάς, τὸ δὲ πρόσωπον καὶ τὸ σῶμα ῥυτίδων πλῆρες, ὥστε τοὺς ἰδόντας δοκεῖν εἶναί τινα παντελῶς πρεσβῦτιν·
彼女自身はアルテミスの空洞の像を作製し、この中へあらゆる種類の薬物を隠し、自身の髪にはある種の効能のある薬を塗って白髪にし、顔や体は皺だらけにして、見た者たちには完全に老女であると思われるようにした。
τὸ δὲ τελευταῖον ἀναλαβοῦσαν τὴν θεὸν διεσκευασμένην καταπληκτικῶς εἰς ὄχλων δεισιδαιμονίαν, εἰς τὴν πόλιν εἰσβαλεῖν ἅμʼ ἡμέρᾳ.
そして最後に、恐ろしく装ったその女神の像を抱えて、群衆の迷信をあおるように、夜明けとともに市内に入った。
§4.51.2ἐνθεαζούσης δʼ αὐτῆς, καὶ τοῦ πλήθους κατὰ τὰς ὁδοὺς συντρέχοντος, παραγγέλλειν πᾶσι δέχεσθαι τὴν θεὸν εὐσεβῶς·
彼女が神がかった様子を見せ、群衆が通りを走って集まると、すべての人々に、敬虔に女神を迎えるよう命じた。
παρεῖναι γὰρ αὐτὴν ἐξ Ὑπερβορέων ἐπʼ ἀγαθῷ δαίμονι τῇ τε πόλει πάσῃ καὶ τῷ βασιλεῖ.
すなわち、女神自身が、全市民と王に幸運をもたらすためにヒュペルボレオス人の地から来臨したのだ、と。
§4.51.3πάντων δὲ προσκυνούντων καὶ τιμώντων τὴν θεὸν θυσίαις, καὶ τὸ σύνολον τῆς πόλεως ἁπάσης συνενθεαζούσης, εἰσβαλεῖν τὴν Μήδειαν εἰς τὰ βασίλεια, καὶ τόν τε Πελίαν εἰς δεισιδαίμονα διάθεσιν ἐμβαλεῖν καὶ τὰς θυγατέρας αὐτοῦ διὰ τῆς τερατείας εἰς τοιαύτην κατάπληξιν ἀγαγεῖν ὥστε πιστεῦσαι διότι πάρεστιν ἡ θεὸς εὐδαίμονα ποιήσουσα τὸν οἶκον τοῦ βασιλέως·
すべての人々が女神を崇拝し、犠牲を捧げて敬い、都市全体が完全に熱狂に包まれるなか、メディアは王宮に入り、ペリアスを迷信深い精神状態に陥れ、その娘たちを不思議な技によって、女神が王の家を幸福にするために臨席していると信じ込むほどの驚愕へと導いた。
§4.51.4ἀπεφαίνετο γὰρ ἐπὶ δρακόντων ὀχουμένην τὴν Ἄρτεμιν διʼ ἀέρος ὑπερπετασθῆναι πολλὰ μέρη τῆς οἰκουμένης, καὶ πρὸς καθίδρυσιν ἑαυτῆς καὶ τιμὰς αἰωνίους ἐκλελέχθαι τὸν εὐσεβέστατον ἁπάντων τῶν βασιλέων·
というのも、彼女は、アルテミスが竜にまたがって空中を飛び、居住世界の多くの地域を飛び越え、自らの居住地と永遠の栄誉のために、すべての王たちのうちで最も敬虔な者を選び出したのだと明言したからである。
προστεταχέναι δʼ αὐτῇ καὶ τὸ γῆρας ἀφελοῦσαν τὸ Πελίου διά τινων δυνάμεων νέον παντελῶς ποιῆσαι τὸ σῶμα καὶ πολλὰ ἕτερα πρὸς μακάριον καὶ θεοφιλῆ βίον δωρήσασθαι.
そして、女神が自分に対して、ペリアスの老齢を取り除いて、ある種の力によってその体を完全に若返らせ、幸福で神に愛される生のために他の多くのものを贈るよう命じたのだ、と。
§4.51.5ἐκπληττομένου δὲ τοῦ βασιλέως τὸ παράδοξον τῶν λόγων, ἐπαγγείλασθαι τὴν Μήδειαν παραχρῆμα ἐπὶ τοῦ σώματος ἑαυτῆς τὰς τούτων πίστεις παρέξεσθαι.
王がその言葉の並外れた内容に驚嘆すると、メディアは直ちに自らの体においてこれらの証明を示そうと約束した。
εἰποῦσαν γὰρ μιᾷ τῶν Πελίου θυγατέρων καθαρὸν ἐνεγκεῖν ὕδωρ, καὶ τῆς παρθένου τὸ ῥηθὲν εὐθὺς ἐπὶ τέλος ἀγαγούσης, φασὶν εἰς οἰκίσκον τινὰ συγκλείσασαν ἑαυτὴν καὶ περινιψαμένην τὸ σῶμα πᾶν ἀποκλύσασθαι τὰς τῶν φαρμάκων δυνάμεις·
すなわち、彼女はペリアスの娘たちの一人にきれいな水を持ってくるように言い、乙女が言われたことを即座に実行に移すと、彼女自身はある小部屋に閉じこもり、全身を洗い流して薬物の効能を洗い落としたと言われている。
ἀποκατασταθεῖσαν δʼ εἰς τὴν προϋπάρχουσαν διάθεσιν καὶ φανεῖσαν τῷ βασιλεῖ καταπλήξασθαι τοὺς ὁρῶντας, καὶ δόξαι τινὶ θεῶν προνοίᾳ μετηλλαχέναι τὸ γῆρας εἰς παρθένου νεότητα καὶ κάλλος περίβλεπτον.
そして、元の状態に戻って王の前に姿を現し、見ている人々を驚愕させ、神々の何らかの配慮によって、老齢が乙女の若さと非凡な美しさへと変化したかのように思わせた。
§4.51.6ποιῆσαι δʼ αὐτὴν καὶ διά τινων φαρμάκων εἴδωλα φαντασθῆναι τῶν δρακόντων, ἐφʼ ὧν ἀποφαίνεσθαι τὴν θεὸν κομισθεῖσαν διʼ ἀέρος ἐξ Ὑπερβορέων ἐπιξενωθῆναι τῷ Πελίᾳ.
彼女はある種の薬物によって竜の幻影をも現れさせ、その竜の上に乗って女神が空中を運ばれ、ヒュペルボレオス人の地から来てペリアスのもとに客として滞在しているのだと明言した。
τῶν δʼ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων, καὶ τοῦ βασιλέως μεγάλης ἀποδοχῆς ἀξιοῦντος τὴν Μήδειαν καὶ τὸ σύνολον πιστεύσαντος ἀληθῆ λέγειν, φασὶν αὐτὴν κατὰ μόνας ἐντυχοῦσαν τῷ Πελίᾳ παρακαλέσαι ταῖς θυγατράσι διακελεύσασθαι συνεργεῖν καὶ πράττειν ἅπερ ἂν αὐταῖς προστάττῃ·
これらの行為が人間の本性を超えたものに見え、王がメディアを大いに歓迎し、全面的に彼女が真実を語っていると信じると、彼女はペリアスと一対一で面会し、娘たちに対し、自分が命令することは何でも協力し実行するよう命じるように促したと言われている。
προσήκειν γὰρ τῷ τοῦ βασιλέως σώματι μὴ δουλικαῖς χερσίν, ἀλλὰ ταῖς τῶν τέκνων θεραπευθέντα τυχεῖν τῆς παρὰ θεῶν εὐεργεσίας.
王の体は、奴隷の手ではなく、我が子の手によって介抱されてこそ、神々からの恩恵を受けるにふさわしいからである、と。
§4.51.7διόπερ τοῦ Πελίου ταῖς θυγατράσι διαρρήδην εἰπόντος πάντα πράττειν ὅσα ἂν ἡ Μήδεια προστάττῃ περὶ τὸ σῶμα τοῦ πατρός, τὰς μὲν παρθένους ἑτοίμους οὔσας τὸ κελευόμενον ἐπιτελεῖν,
それゆえ、ペリアスが娘たちに対し、父の体に関してメディアが命令することはすべて行うようはっきりと告げたので、乙女たちは命じられたことを実行する準備ができており、

語釈・文法注

  1. §4.51.1αὐτὴν δὲ κατασκευάσασαν — 対格 αὐτήν(メディアを指す)は、直前の章(§4.50)から続く伝聞(対格不定詞構文)の文脈において、不定詞 κατακρύψαι および εἰσβαλεῖν の意味上の主語である。分詞 κατασκευάσασαν も主語の一致により対格女性単数形をとる。
  2. §4.51.5δόξαι τινὶ θεῶν προνοίᾳ — 不定詞 δόξαι(〜のように思われた)の主語は省略された彼女(メディア)。τινί(ある〜)は中間にある属格 θεῶν(神々の)を飛び越えて、与格の προνοίᾳ(配慮によって、手段・原因の与格)を修飾する離隔構文(ハイパーバトン)を形成している。
  3. §4.51.6τῶν δʼ ἐνεργημάτων ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν φανέντων — 独立属格構文であり、ここでは理由(〜だったので)を表す。τῶν ἐνεργημάτων(行為が)が意味上の主語、φανέντων(〜に見えたので)が意味上の述語(分詞アオリスト)である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.51.1-4.51.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.51.1-4.51.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。