Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.50.1-4.50.7

珀利阿斯屠杀亲族与美狄亚的复仇计谋

第 286 段,共 406 段 · 希腊语

内容简介

迫里阿斯信以为真地以为伊阿宋等人已死而屠杀了其家人,但归来的伊阿宋决定利用美狄亚提出的计谋进行复仇。

§4.50.1τῆς δὲ τῶν ἀριστέων ἀνακομιδῆς ἀγνοουμένης ἔτι κατὰ τὴν Θετταλίαν, φασὶ προσπεσεῖν φήμην ὅτι πάντες οἱ μετὰ Ἰάσονος στρατεύσαντες ἐν τοῖς κατὰ τὸν Πόντον τόποις ἀπολώλασι.
当勇士们归来的消息于色萨利还未为人知之时,据说有谣言传开,称与伊阿宋一同出征的人已全部在黑海地区丧生。
διόπερ τὸν Πελίαν καιρὸν ἔχειν ὑπολαμβάνοντα τοὺς ἐφέδρους τῆς βασιλείας πάντας ἄρδην ἀνελεῖν, τὸν μὲν πατέρα τὸν Ἰάσονος ἀναγκάσαι πιεῖν αἷμα ταύρου, τὸν δʼ ἀδελφὸν Πρόμαχον, παῖδα τὴν ἡλικίαν ὄντα,
因此,迫里阿斯认为自己得到了良机,便将所有可能继承王位的人赶尽杀绝,他强迫伊阿宋的父亲喝下牛血,而对其弟普罗玛科斯——当时在年龄上还是个孩子—— 予以杀害。
§4.50.2φονεῦσαι. Ἀμφινόμην δὲ τὴν μητέρα μέλλουσαν ἀναιρεῖσθαί φασιν ἔπανδρον καὶ μνήμης ἀξίαν ἐπιτελέσασθαι πρᾶξιν· καταφυγοῦσαν γὰρ ἐπὶ τὴν ἑστίαν τοῦ βασιλέως καὶ καταρασαμένην παθεῖν αὐτὸν ἄξια τῶν ἀσεβημάτων, ξίφει πατάξασαν ἑαυτῆς τὸ στῆθος ἡρωικῶς καταστρέψαι τὸν βίον.
据说,他的母亲阿姆菲诺墨在即将被杀之际,做出了一件充满男子气概、值得纪念的壮举:她逃到国王的炉灶旁,诅咒他遭受与其不敬罪行相称的报应,随后用剑刺入自己的胸膛,英勇地结束了自己的生命。
§4.50.3τὸν δὲ Πελίαν τούτῳ τῷ τρόπῳ πᾶσαν τὴν Ἰάσονος συγγένειαν. ἄρδην ἀνελόντα ταχὺ τὴν προσήκουσαν τοῖς ἀσεβήμασι κομίσασθαι τιμωρίαν.
以这种方式将伊阿宋的亲属赶尽杀绝的迫里阿斯,很快就遭到了与其不敬罪行相称的惩罚。
τὸν γάρ Ἰάσονα καταπλεύσαντα νυκτὸς τῆς Θετταλίας εἰς ὅρμον οὐ μακρὰν μὲν τῆς Ἰωλκοῦ κείμενον, ἀθεώρητον δὲ τοῖς ἐκ τῆς πόλεως, μαθεῖν παρά τινος τῶν κατὰ τὴν χώραν τὰ γενόμενα περὶ τοὺς συγγενεῖς ἀτυχήματα.
因为伊阿宋在夜间驶入色萨利的一处锚地,该处距离约尔科斯不远,但城中之人无法看见,他从当地的一位居民那里得知了亲属们所遭遇的厄运。
§4.50.4πάντων δὲ τῶν ἀριστέων ἑτοίμων ὄντων βοηθεῖν τῷ Ἰάσονι καὶ πάντα κίνδυνον ἀναδέχεσθαι, περὶ τῆς ἐπιθέσεως ἐμπεσεῖν αὐτοῖς ἀμφισβήτησιν· τοὺς μὲν γὰρ συμβουλεύειν παραχρῆμα βιασαμένους εἰς τὴν πόλιν ἀπροσδοκήτως ἐπιθέσθαι τῷ βασιλεῖ, τινὰς δʼ ἀποφαίνεσθαι δεῖν στρατιώτας ἀπὸ τῆς ἰδίας πατρίδος ἕκαστον συλλέξαντα κοινὸν ἄρασθαι πόλεμον·
在所有勇士都准备好援助伊阿宋并承担一切危险之时,他们之间就如何发动进攻产生了争议:一些人建议应当立即强行攻入城内,出其不意地袭击国王;另一些人则主张每个人应当从自己的家乡募集士兵,发起一场联合战争。
ἀδύνατον γὰρ εἶναι πεντήκοντα καὶ τρισὶν ἀνδράσι περιγενέσθαι βασιλέως δύναμιν ἔχοντος καὶ πόλεις ἀξιολόγους.
因为他们认为,仅凭五十三个人,是无法战胜一个拥有军队和重要城市的国王的。
§4.50.5τοιαύτης δʼ οὔσης ἐν αὐτοῖς ἀπορίας, λέγεται τὴν Μήδειαν ἐπαγγείλασθαι δι’ ἑαυτῆς τόν τε Πελίαν ἀποκτενεῖν δόλῳ καὶ τὰ βασίλεια παραδώσειν τοῖς ἀριστεῦσιν ἀκινδύνως.
在他们处于如此困惑之中时,据说美狄亚承诺,她将凭一己之力通过计谋杀死迫里阿斯,并毫无危险地将王宫交给勇士们。
§4.50.6ἐνταῦθα πάντων θαυμασάντων τὸν λόγον καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς μαθεῖν ζητούντων, εἰπεῖν ὅτι κομίζει μεθʼ ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπό τε τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίρκης· καὶ ταύταις μὲν μηδέποτε χρῆσθαι πρότερον πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ διʼ αὐτῶν ἀμυνεῖσθαι ῥᾳδίως τοὺς ἀξίους τιμωρίας.
此时,所有人对她的话都感到惊异,并试图了解其计谋的方式,于是她说,她随身携带了由其母亲赫卡忒和姐姐喀耳刻发现的许多具有奇特效能的药物;虽然她以前从未为了毁灭人类而使用过这些药物,但现在她将借此轻易地向那些应受惩罚的人复仇。
§4.50.7προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῷ, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης σκοπήν.
在向勇士们预先说明了进攻的具体步骤之后,她承诺在王宫里向他们发出信号,白天用烟,夜间用火,指向那座俯瞰大海的瞭望台。

词汇与语法注释

  1. 4.50.1αἷμα ταύρου — 牛血。在古希腊的传统观念中,饮用牛血被认为会产生致命的剧毒作用。在语法上,它是不定式 πιεῖν 的宾格宾语。
  2. 4.50.2ἔπανδρον — 形容词 ἔπανδρος(意为“有男子气概的”、“勇敢的”)的阴性单数宾格。它作为宾语补足语修饰 Ἀμφινόμην τὴν μητέρα,强调她坚决的自我牺牲态度。
  3. 4.50.3τὸν δὲ Πελίαν ... κομίσασθαι — 宾格加不定式结构。它受前文延续下来的说话动词(如 φασίν)支配,表示主语迫里阿斯(宾格 τὸν δὲ Πελίαν)“遭受了”(不定式 κομίσασθαι)惩罚。
  4. 4.50.4πεντήκοντα καὶ τρισὶν ἀνδράσι — 带数词的与格名词短语,意为“由五十三个人”。使用与格是因为受其支配的复合动词 περιγενέσθαι(战胜、征服)要求与格补足语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.50.1-4.50.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.50.1-4.50.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。