Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.49.1-4.49.8

赫拉克勒斯攻占特洛伊与普里阿摩斯即位

第 285 段,共 406 段 · 希腊语

内容简介

阿尔戈英雄们在拜占斯统治的土地上向神明还愿,随后前往特罗阿德。在那里,被囚禁的使者在普里阿摩斯的帮助下逃脱,赫拉克勒斯击败了拉奥墨东国王并将王位传给普里阿摩斯,最后一行人启程前往萨莫色雷斯。

§4.49.1ἔπειτα τὸν μὲν Γλαῦκον δῦναι πάλιν εἰς τὸ πέλαγος, τοὺς δʼ Ἀργοναύτας κατὰ στόμα τοῦ Πόντου γενομένους προσπλεῦσαι τῇ γῇ, βασιλεύοντος τότε τῆς χώρας Βύζαντος, ἀφʼ οὗ καὶ τὴν πόλιν τῶν Βυζαντίων ὠνομάσθαι.
随后,格劳科斯再次沉入大海,而阿尔戈英雄们来到黑海之口,在该处靠岸。 当时统治该地区的是拜占斯,拜占庭人的城市也是因他而得名。
§4.49.2ἐνταῦθα δὲ βωμοὺς ἱδρυσαμένους καὶ τοῖς θεοῖς τὰς εὐχὰς ἀποδόντας καθιερῶσαι τὸν τόπον τὸν ἔτι καὶ νῦν τιμώμενον ὑπὸ τῶν παραπλεόντων.
他们在此处建立祭坛,向神明还愿,并圣化了该地,此地至今仍受到乘船经过者的尊崇。
§4.49.3μετὰ δὲ ταῦτα ἀναχθέντας, καὶ διαπλεύσαντας τήν τε Προποντίδα καὶ τὸν Ἑλλήσποντον, προσενεχθῆναι τῇ Τρῳάδι.
此后,他们起航穿过普罗蓬蒂斯和赫勒斯滂,抵达特罗阿德。
ἐνταῦθα δʼ Ἡρακλέους πέμψαντος εἰς τὴν πόλιν Ἴφικλόν τε τὸν ἀδελφὸν καὶ Τελαμῶνα τάς τε ἵππους καὶ τὴν Ἡσιόνην ἀπαιτήσοντας, λέγεται τὸν Λαομέδοντα τοὺς μὲν πρεσβευτὰς εἰς φυλακὴν ἀποθέσθαι, τοῖς δʼ ἄλλοις Ἀργοναύταις διʼ ἐνέδρας βουλεῦσαι θάνατον· καὶ τοὺς μὲν ἄλλους υἱοὺς ἔχειν τῇ πράξει συνεργούς, Πρίαμον δὲ μόνον ἐναντιοπραγοῦντα· τοῦτον γὰρ ἀποφήνασθαι δεῖν τὰ πρὸς τοὺς ξένους δίκαια τηρεῖν, καὶ τήν τε ἀδελφὴν καὶ τὰς ὡμολογημένας ἵππους ἀποδιδόναι.
在那里,当赫拉克勒斯派遣他的兄弟伊菲克勒斯和特拉蒙进城索要马谱和赫西奥涅时,据说拉奥墨东将使者们关入监狱,并企图设伏杀死其余的阿尔戈英雄;他还让自己的其他儿子协助这一行动,唯独普里阿摩斯表示反对,因为他声明应当对异邦人坚守正义,并归还其姐姐和许诺的马匹。
§4.49.4οὐδενὸς δʼ αὐτῷ προσέχοντος, φασὶν εἰς τὴν φυλακὴν δύο ξίφη παρενέγκαντα λάθρᾳ δοῦναι τοῖς περὶ τὸν Τελαμῶνα, καὶ τὴν τοῦ πατρὸς προαίρεσιν ἐξηγησάμενον αἴτιον γενέσθαι τῆς σωτηρίας αὐτοῖς.
但因无人理会他,据说他便暗中带了两把剑进入监狱,送给特拉蒙等人,并解释了父亲的意图,从而成了他们获救的原因。
§4.49.5εὐθὺς γὰρ τοὺς περὶ τὸν Τελαμῶνα φονεῦσαι μὲν τῶν φυλάκων τοὺς ἀντεχομένους, φυγόντας δʼ ἐπὶ θάλατταν ἀπαγγεῖλαι τὰ κατὰ μέρος τοῖς Ἀργοναύταις.
因为特拉蒙等人随即杀死了阻拦他们的守卫,逃往海边,并向阿尔戈英雄们报告了事情的经过。
διόπερ τούτους μὲν ἑτοίμους γενομένους πρὸς μάχην ἀπαντῆσαι τοῖς ἐκ τῆς πόλεως ἐκχεομένοις μετὰ τοῦ βασιλέως·
因此,后者做好了战斗准备,迎击与国王一同从城里涌出来的人。
§4.49.6γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν ἀριστέων διὰ τὰς ἀρετὰς ἐπικρατούντων, μυθολογοῦσι τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνίσασθαι·
经过一场激烈的战斗,杰出的勇士们凭借英勇占了上风,神话记载赫拉克勒斯战斗得最为出色。
τόν τε γὰρ Λαομέδοντα φονεῦσαι, καὶ τῆς πόλεως ἐξ ἐφόδου κρατήσαντα κολάσαι μὲν τοὺς μετασχόντας τῷ βασιλεῖ τῆς ἐπιβουλῆς, Πριάμῳ δὲ διὰ τὴν δικαιοσύνην παραδοῦναι τὴν βασιλείαν, καὶ φιλίαν συνθέμενον ἐκπλεῦσαι μετὰ τῶν Ἀργοναυτῶν.
因为他不仅杀死了拉奥墨东,而且通过突袭控制了城市,惩罚了参与国王阴谋的人,但由于普里阿摩斯的正直而将王权移交给他,在结下友谊之后,便与阿尔戈英雄们一同起航。
§4.49.7ἔνιοι δὲ τῶν ἀρχαίων ποιητῶν παραδεδώκασιν οὐ μετὰ τῶν Ἀργοναυτῶν, ἀλλʼ ἰδίᾳ στρατεύσαντα τὸν Ἡρακλέα ναυσὶν ἓξ ἕνεκα τῶν ἵππων ἑλεῖν τὴν Τροίαν· προσμαρτυρεῖν δὲ τούτοις καὶ Ὅμηρον ἐν τοῖσδε τοῖς ἔπεσιν, "ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.
然而,一些古代诗人传下来的说法是,赫拉克勒斯并非与阿尔戈英雄同行,而是为了马匹率领六艘船只独自出征并攻克了特洛伊;荷马也在以下诗句中对此作证: “但人们所说那赫拉克勒斯的威力是怎样的人啊,我的父亲,那胆大心细、勇猛如狮的人,他曾因拉奥墨东的马匹来到此地,仅凭六艘船和较少的人手,便将伊利翁城洗劫一空,使街道变得荒凉。
" §4.49.8τοὺς δʼ Ἀργοναύτας φασὶν ἐκ τῆς Τρῳάδος ἀναχθέντας εἰς Σαμοθρᾴκην κομισθῆναι, καὶ τοῖς μεγάλοις θεοῖς τὰς εὐχὰς ἀποδόντας πάλιν ἀναθεῖναι τὰς φιάλας εἰς τὸ τέμενος τὰς ἔτι καὶ νῦν διαμενούσας.
” 据说阿尔戈英雄们从特罗阿德起航,被送往萨莫色雷斯,向伟大的神明还愿后,再次在圣域奉献了至今依然保存着的平底碗。

词汇与语法注释

  1. §4.49.1βασιλεύοντος τότε τῆς χώρας Βύζαντος — 属格绝对分词结构,表时间(“当时拜占斯统治该地区时”)。名词 Βύζαντος 作逻辑主语,现在分词 βασιλεύοντος 作谓语。
  2. §4.49.4τοῖς περὶ τὸν Τελαμῶνα — 此处使用“οἱ περί + 宾格”的惯用结构,指的是特拉蒙及其同行者(即在§4.49.3中一同被派作使者的伊菲克勒斯)。这一表达指代以核心人物为首的特定群体或同行伙伴,而非泛指“特拉蒙周围的人”。
  3. §4.49.7ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι — 荷马史诗引用(《伊利亚特》第5卷第638行)中的感叹句结构。关系代名词 οἷος 作感叹用途(“是怎样的人啊”),而宾格不定式短语 βίην Ἡρακληείην εἶναι(意为“赫拉克勒斯的威力”,是对赫拉克勒斯本人的迂回修辞表达)作为 φασί(人们说)的宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.49.1-4.49.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.49.1-4.49.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。