§4.50.1τῆς δὲ τῶν ἀριστέων ἀνακομιδῆς ἀγνοουμένης ἔτι κατὰ τὴν Θετταλίαν, φασὶ προσπεσεῖν φήμην ὅτι πάντες οἱ μετὰ Ἰάσονος στρατεύσαντες ἐν τοῖς κατὰ τὸν Πόντον τόποις ἀπολώλασι.
勇士たちの帰還が、テッサリアではいまだ知られていないなかで、イアソンとともに遠征した者たちは全員ポントス地方で死亡したという噂が伝わったと言われている。
διόπερ τὸν Πελίαν καιρὸν ἔχειν ὑπολαμβάνοντα τοὺς ἐφέδρους τῆς βασιλείας πάντας ἄρδην ἀνελεῖν, τὸν μὲν πατέρα τὸν Ἰάσονος ἀναγκάσαι πιεῖν αἷμα ταύρου, τὸν δʼ ἀδελφὸν Πρόμαχον, παῖδα τὴν ἡλικίαν ὄντα,
それゆえ、ペリアスは好機を得たと考えて、王位の継承権を持つ者たちを根こそぎ殺害し、イアソンの父親には雄牛の血を飲むことを強要し、その弟プロマコス(年齢においてはまだ子供であったが)を、殺害した。
§4.50.2φονεῦσαι. Ἀμφινόμην δὲ τὴν μητέρα μέλλουσαν ἀναιρεῖσθαί φασιν ἔπανδρον καὶ μνήμης ἀξίαν ἐπιτελέσασθαι πρᾶξιν·
一方、殺されることになっていた母親のアンピノメは、男勝りで記憶に値する行為を成し遂げたと言われている。
καταφυγοῦσαν γὰρ ἐπὶ τὴν ἑστίαν τοῦ βασιλέως καὶ καταρασαμένην παθεῖν αὐτὸν ἄξια τῶν ἀσεβημάτων, ξίφει πατάξασαν ἑαυτῆς τὸ στῆθος ἡρωικῶς καταστρέψαι τὸν βίον.
すなわち、彼女は王の炉端に逃れ、彼が自らの不敬に値する報いを受けるよう呪った上で、自らの胸を剣で突き、英雄的な方法で生涯を終えたのである。
§4.50.3τὸν δὲ Πελίαν τούτῳ τῷ τρόπῳ πᾶσαν τὴν Ἰάσονος συγγένειαν. ἄρδην ἀνελόντα ταχὺ τὴν προσήκουσαν τοῖς ἀσεβήμασι κομίσασθαι τιμωρίαν.
このようにしてイアソンの血族全員を根こそぎ殺害したペリアスは、その不敬な行いにふさわしい罰をすぐに受けることになった。
τὸν γάρ Ἰάσονα καταπλεύσαντα νυκτὸς τῆς Θετταλίας εἰς ὅρμον οὐ μακρὰν μὲν τῆς Ἰωλκοῦ κείμενον, ἀθεώρητον δὲ τοῖς ἐκ τῆς πόλεως, μαθεῖν παρά τινος τῶν κατὰ τὴν χώραν τὰ γενόμενα περὶ τοὺς συγγενεῖς ἀτυχήματα.
というのも、イアソンは夜間にテッサリアの、イオルコスから遠くないが街の者たちからは見えない入り江に船を寄せ、その土地の者のひとりから、親族の身に起こった不運な出来事について知ったからである。
§4.50.4πάντων δὲ τῶν ἀριστέων ἑτοίμων ὄντων βοηθεῖν τῷ Ἰάσονι καὶ πάντα κίνδυνον ἀναδέχεσθαι, περὶ τῆς ἐπιθέσεως ἐμπεσεῖν αὐτοῖς ἀμφισβήτησιν·
勇士たち全員がイアソンを助け、あらゆる危険を引き受ける準備ができていたが、攻撃の仕方について彼らの間に議論が生じた。
τοὺς μὲν γὰρ συμβουλεύειν παραχρῆμα βιασαμένους εἰς τὴν πόλιν ἀπροσδοκήτως ἐπιθέσθαι τῷ βασιλεῖ, τινὰς δʼ ἀποφαίνεσθαι δεῖν στρατιώτας ἀπὸ τῆς ἰδίας πατρίδος ἕκαστον συλλέξαντα κοινὸν ἄρασθαι πόλεμον·
ある者たちは、直ちに力ずくで市内に押し入り、不意を突いて王を攻撃することを勧め、またある者たちは、それぞれが自国から兵を集め、共同の戦争を起こすべきだと主張した。
ἀδύνατον γὰρ εἶναι πεντήκοντα καὶ τρισὶν ἀνδράσι περιγενέσθαι βασιλέως δύναμιν ἔχοντος καὶ πόλεις ἀξιολόγους.
というのも、五十三人の男たちだけで、強力な軍隊と有力な諸都市を従える王に打ち勝つことは不可能だからである。
§4.50.5τοιαύτης δʼ οὔσης ἐν αὐτοῖς ἀπορίας, λέγεται τὴν Μήδειαν ἐπαγγείλασθαι δι’ ἑαυτῆς τόν τε Πελίαν ἀποκτενεῖν δόλῳ καὶ τὰ βασίλεια παραδώσειν τοῖς ἀριστεῦσιν ἀκινδύνως.
彼らの間でこのような困惑が生じていたとき、メディアが、自らの手でペリアスを策略によって殺害し、王宮を勇士たちに危険を冒さずに引き渡すことを約束したと言われている。
§4.50.6ἐνταῦθα πάντων θαυμασάντων τὸν λόγον καὶ τὸν τρόπον τῆς ἐπιβουλῆς μαθεῖν ζητούντων, εἰπεῖν ὅτι κομίζει μεθʼ ἑαυτῆς πολλὰς καὶ παραδόξους δυνάμεις φαρμάκων εὑρημένας ὑπό τε τῆς μητρὸς Ἑκάτης καὶ τῆς ἀδελφῆς Κίρκης·
そこで全員がその言葉に驚き、計画の具体的な方法を知りたがったので、彼女は、母ヘカテと姉キルケによって発見された、薬物の数多くの驚くべき効能を携えていると語った。
καὶ ταύταις μὲν μηδέποτε χρῆσθαι πρότερον πρὸς ἀπώλειαν ἀνθρώπων, νυνὶ δὲ διʼ αὐτῶν ἀμυνεῖσθαι ῥᾳδίως τοὺς ἀξίους τιμωρίας.
そして、これらを以前には決して人間の破滅のために用いたことはなかったが、今やこれらによって、罰に値する者たちに容易に復讐するだろう、と。
§4.50.7προειποῦσαν δὲ τοῖς ἀριστεῦσι τὰ κατὰ μέρος τῆς ἐπιθέσεως, ἐκ τῶν βασιλείων αὐτοῖς ἐπαγγείλασθαι σημανεῖν τῆς μὲν ἡμέρας καπνῷ, τῆς δὲ νυκτὸς πυρί, πρὸς τὴν ὑπερκειμένην τῆς θαλάττης σκοπήν.
そして、勇士たちにあらかじめ攻撃の手順を説明した上で、王宮から彼らに向けて、海を見下ろす物見櫓に向けて、昼には煙で、夜には火で合図を送ることを約束した。