Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.48.1-4.48.7

夺取金羊毛、埃埃忒斯战死与海神预言

第 284 段,共 406 段 · 希腊语

内容简介

美狄亚引导阿尔戈英雄袭击阿瑞斯圣域并夺取金羊毛,击杀随后追击的埃埃忒斯国王。他们在逃航途中遭遇风暴,奥非乌斯祈祷后海神格劳科斯显现,向英雄们预言未来并给予忠告。

§4.48.1τὴν δὲ Μήδειαν ἱστοροῦσι καθηγήσασθαι τοῖς Ἀργοναύταις πρὸς τὸ τοῦ Ἄρεος τέμενος, ἀπέχον ἑβδομήκοντα σταδίους ἀπὸ τῆς πόλεως, ἣν καλεῖσθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλχων.
据记载,美狄亚引导阿尔戈英雄们前往阿瑞斯的圣域,该圣域距离那座被称为西巴里斯、且建有科尔基斯王宫的城市有七十斯塔德。
προσελθοῦσαν δὲ ταῖς πύλαις κεκλειμέναις νυκτὸς τῇ Ταυρικῇ διαλέκτῳ προσφωνῆσαι τοὺς φρουρούς.
夜里,她走到紧闭的大门前,用陶里卡方言同守卫们搭话。
§4.48.2τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύμως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύτας εἰσπεσόντας ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δʼ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν.
士兵们以为是国王的女儿,便欣然开门,据说阿尔戈英雄们随即手拔利剑冲入,杀死了许多蛮族人,其余的人则因这突如其来的袭击而惊恐万分,被赶出了圣域,英雄们夺得羊皮后急忙向船只奔去。
§4.48.3παραπλησίως δὲ τούτοις καὶ τὴν Μήδειαν ἐν τῷ τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι, καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν ποιήσασθαι.
与此类似,美狄亚也在圣域中用药物杀死了传说中盘绕在羊皮上的不眠巨龙,并与伊阿宋一同下到海边。
§4.48.4τῶν δὲ διαφυγόντων Ταύρων ἀπαγγειλάντων τῷ βασιλεῖ τὴν γενομένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας καταλαβεῖν πλησίον τῆς θαλάττης· ἐξ ἐφόδου δὲ συνάψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφιτον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῷ πλήθει τῶν συναγωνιζομένων περιχυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι.
逃脱的陶里人将所发生的袭击报告给国王,据说埃埃忒斯率领身边的士兵追击希腊人,并在海边附近追上了他们;他在交战中杀死了阿尔戈英雄之一的伊菲托斯—— 他是给赫拉克勒斯下达各项神功命令的欧律斯透斯的兄弟,但随后,埃埃忒斯在与其他人战斗时,因被大批敌兵包围且进攻过于猛烈,被梅列阿格罗斯所杀。
§4.48.5ἔνθα δὴ πεσόντος τοῦ βασιλέως καὶ τῶν Ἑλλήνων ἐπαρθέντῶν, τραπῆναι πρὸς φυγὴν τοὺς Κόλχους, καὶ κατὰ τὸν διωγμὸν τοὺς πλείστους αὐτῶν ἀναιρεθῆναι.
就在国王战死、希腊人备受鼓舞之时,科尔基斯人转身溃逃,在追击中他们的大多数人被消灭。
γενέσθαι δὲ καὶ τῶν ἀριστέων τραυματίαν Ἰάσονα καὶ Λαέρτην, ἔτι δʼ Ἀταλάντην καὶ τοὺς Θεσπιάδας προσαγορευομένους.
在杰出勇士中,伊阿宋和拉埃尔特斯也受了伤,此外还有阿塔兰忒以及被称为“塞斯庇阿代斯”的人们。
τούτους μὲν οὖν φασιν ὑπὸ τῆς Μηδείας ἐν ὀλίγαις ἡμέραις ῥίζαις καὶ βοτάναις τισὶ θεραπευθῆναι, τοὺς δʼ Ἀργοναύτας ἐπισιτισαμένους ἐκπλεῦσαι, καὶ μέσον ἤδη τὸ Ποντικὸν πέλαγος ἔχοντας περιπεσεῖν χειμῶνι παντελῶς ἐπικινδύνῳ.
据说,这些人由美狄亚在几天内用某些草药和根茎治愈,而阿尔戈英雄们补充了给养后便扬帆出海,当他们来到黑海中部时,遭遇了极其危险的风暴。
§4.48.6τοῦ δʼ Ὀρφέως, καθάπερ καὶ πρότερον, εὐχὰς ποιησαμένου τοῖς Σαμόθρᾳξι, λῆξαι μὲν τοὺς ἀνέμους, φανῆναι δὲ πλησίον τῆς νεὼς τὸν προσαγορευόμενον θαλάττιον Γλαῦκον.
正如之前那样,当奥非乌斯向萨莫色雷斯的神明祈祷后,风停息了,而在船只附近出现了被称为“海神格劳科斯”的神明。
τοῦτον δʼ ἐπὶ δύο νύκτας καὶ δύο ἡμέρας συνεχῶς τῇ νηὶ συμπλεύσαντα προειπεῖν μὲν Ἡρακλεῖ περὶ τῶν ἄθλων καὶ τῆς ἀθανασίας, τοῖς δὲ Τυνδαρίδαις, ὅτι προσαγορευθήσονται μὲν Διόσκοροι, τιμῆς δʼ ἰσοθέου τεύξονται παρὰ πᾶσιν ἀνθρώποις.
他连续两天两夜伴随船只航行,预言了赫拉克勒斯的难行和不死,并向廷达瑞代预言他们将被称作“迪奥斯库洛伊”,且在所有人中获得同神一样的尊崇。
§4.48.7καθόλου δʼ ἐξ ὀνόματος προσφωνήσαντα πάντας τοὺς Ἀργοναύτας εἰπεῖν ὡς διὰ τὰς Ὀρφέως εὐχὰς θεῶν προνοίᾳ φανεὶς αὐτοῖς σημαίνει τὰ μέλλοντα γενήσεσθαι· συμβουλεύειν οὖν αὐτοῖς, ὅταν τῆς γῆς ἅψωνται, τὰς εὐχὰς ἀποδοῦναι τοῖς θεοῖς, διʼ οὓς τετεύχασι δὶς ἤδη τῆς σωτηρίας.
总之,他指名道姓地对所有阿尔戈英雄说话,表示由于奥非乌斯的祈祷,他因神明的眷顾显现并向他们预示未来将要发生的事;因此,他建议他们一旦登岸,就向神明还愿,因为正是通过这些神明,他们已经两次获得了拯救。

词汇与语法注释

  1. 4.48.1ἣν καλεῖσθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλχων — 虽然这是由关系代词 ἣν(先行词为 τὴν πόλιν)引导的关系从句,但由于受到主句动词 ἱστοροῦσι(他们记载/传闻)所引导的间接引语支配,因此动词采用了不定式(καλεῖσθαι, ἔχειν),而非直陈语气。这种结构在后古典希腊语及拉丁语间接引语的关系从句中十分常见。
  2. 4.48.2ὡς ἂν βασιλέως θυγατρί — 短语 ὡς ἄν 后面接与格名词 θυγατρί(国王的女儿)。此处省略了动词(例如“像对待……那样开门”,如 ἀνοίξειαν ἄν),带有条件或虚拟的语气,用以形象地说明守卫们认出她是公主后毫无防备地开了门。
  3. 4.48.4τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος — 这是一个属格的定语分词短语,修饰前面的 Εὐρυσθέως(欧律斯透斯)。其字面意思是“向赫拉克勒斯(与格 Ἡρακλεῖ)下达神功(宾格 τοὺς ἄθλους)命令的(分词 προστάξαντος)欧律斯透斯”,以此向读者解释这位著名的国王。
  4. 4.48.7δὶς ἤδη τῆς σωτηρίας — 动词 τετύχασι(τυγχάνω 的完成时)要求接属格,在此处支配属格名词 τῆς σωτηρίας(拯救、安全)。副词短语 δὶς ἤδη(已经两次)修饰这一获得安全的行为。第一次获救指的是他们航行早期的事件(如4.43中的风暴)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.48.1-4.48.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.48.1-4.48.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。