§4.47.1Φρίξον τὸν Ἀθάμαντος μυθολογοῦσι διὰ τὰς ἀπὸ τῆς μητρυιᾶς ἐπιβουλὰς ἀναλαβόντα τὴν ἀδελφὴν Ἕλλην φυγεῖν ἐκ τῆς Ἑλλάδος.
人们传说道,阿塔玛斯之子弗里克索斯由于继母的阴谋,带着他的妹妹赫勒逃离了希腊。
περαιουμένων δʼ αὐτῶν κατά τινα θεῶν πρόνοιαν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ κριοῦ χρυσομάλλου, τὴν μὲν παρθένον ἀποπεσεῖν εἰς τὴν θάλατταν, ἣν ἀπʼ ἐκείνης Ἑλλήσποντον ὀνομασθῆναι, τὸν δὲ Φρίξον εἰς τὸν Πόντον πορευθέντα καταχθῆναι μὲν πρὸς τὴν Κολχίδα, κατὰ δέ τι λόγιον θύσαντα τὸν κριὸν ἀναθεῖναι τὸ δέρος εἰς τὸ τοῦ Ἄρεος ἱερόν.
当他们由于神明某种眷顾,骑着一头金羊毛的公羊从欧洲渡海前往亚洲时,那名少女坠入海中,这片海因她而得名赫勒斯滂;而弗里克索斯则前往黑海,在科尔基斯登陆,并根据某种神谕将公羊献祭,把羊皮奉纳于阿瑞斯的神庙中。
§4.47.2μετὰ δὲ ταῦτα βασιλεύοντος τῆς Κολχίδος Αἰήτου χρησμὸν ἐκπεσεῖν ὅτι τότε καταστρέψει τὸν βίον ὅταν ξένοι καταπλεύσαντες τὸ χρυσόμαλλον δέρος ἀπενέγκωσι.
此后,在埃埃忒斯统治科尔基斯期间,有神谕降下,称当外邦人航海前来并带走金羊毛时,他将结束生命。
διὰ δὴ ταύτας τὰς αἰτίας καὶ τὴν ἰδίαν ὠμότητα καταδεῖξαι θύειν τοὺς ξένους, ἵνα διαδοθείσης τῆς φήμης εἰς ἅπαντα τόπον περὶ τῆς Κόλχων ἀγριότητος μηδεὶς τῶν ξένων ἐπιβῆναι τολμήσῃ τῆς χώρας.
正是由于这些原因以及他自身的残暴,他规定要献祭外邦人,以便关于科尔基斯人凶残的传闻传遍各地,使外邦人中没有一人敢于涉足这一地区。
περιβαλεῖν δὲ καὶ τῷ τεμένει τεῖχος καὶ φύλακας πολλοὺς ἐπιστῆσαι τῶν ἐκ τῆς Ταυρικῆς· ἀφʼ ὧν καὶ τερατώδεις παρὰ τοῖς Ἕλλησι πλασθῆναι μύθους.
他还为圣域围上了城墙,并派驻了许多来自陶里卡的守卫;由此,希腊人中便编造出了怪诞的神话。
§4.47.3διαβεβοῆσθαι γὰρ ὅτι πυρίπνοοι ταῦροι περὶ τὸ τέμενος ὑπῆρχον, δράκων δʼ ἄυπνος ἐτήρει τὸ δέρος, ἀπὸ μὲν τῶν Ταύρων μετενεχθείσης τῆς ὁμωνυμίας ἐπὶ τὴν τῶν βοῶν ἰσχύν, ἀπὸ δὲ τῆς κατὰ τὴν ξενοκτονίαν ὠμότητος πυρπνεῖν τοὺς ταύρους μυθολογηθέντος· παραπλησίως δὲ τοῦ τηροῦντος τὸ τέμενος Δράκοντος ὀνομαζομένου, μετενηνοχέναι τοὺς ποιητὰς ἐπὶ τὸ τερατῶδες καὶ καταπληκτικὸν τοῦ ζῴου.
因为人们广泛传闻,在圣域周围有喷火的公牛,并且有一条不眠的巨龙看守着羊皮;这是因为从“陶里人”这一同音词转借到了公牛的力量上,并因杀害外邦人的残暴而虚构出了公牛喷火的神话;同样地,因为看守圣域的人名叫“德拉孔”,诗人们便将其转借为这种野兽的怪诞与恐怖。
§4.47.4τῆς ὁμοίας δὲ μυθολογίας ἔχεσθαι καὶ τὰ περὶ τοῦ Φρίξου λεγόμενα.
关于弗里克索斯的传说也属于类似的神话化。
διαπλεῦσαι γὰρ αὐτόν φασιν οἱ μὲν ἐπὶ νεὼς προτομὴν ἐπὶ τῆς πρῴρας ἐχούσης κριοῦ, καὶ τὴν Ἕλλην δυσφοροῦσαν ἐπὶ τῇ ναυτίᾳ, καὶ διὰ τοῦτʼ ἐπὶ τοῦ τοίχου τῆς νεὼς ἐκκύπτουσαν, εἰς τὴν θάλατταν προπεσεῖν.
因为有人说,他是乘坐一艘船首有公羊雕像的船只航行,而赫勒因晕船感到不适,因此从船舷探出身子时,向前坠入了海中。
§4.47.5ἔνιοι δέ φασι τὸν βασιλέα τῶν Σκυθῶν, ὄντα γαμβρὸν Αἰήτου, παρὰ τοῖς Κόλχοις ἐπιδημῆσαι καθʼ ὃν καιρὸν ἁλῶναι συνέβη τὸν Φρίξον μετὰ τοῦ παιδαγωγοῦ, ἐρωτικῶς δὲ σχόντα τοῦ παιδὸς λαβεῖν αὐτὸν ἐν δωρεᾷ παρʼ Αἰήτου, καὶ καθάπερ υἱὸν γνήσιον ἀγαπήσαντα καταλιπεῖν αὐτῷ τὴν βασιλείαν. τὸν δὲ παιδαγωγὸν ὀνομαζόμενον Κριὸν τυθῆναι τοῖς θεοῖς, καὶ τοῦ σώματος ἐκδαρέντος προσηλωθῆναι τῷ νεῷ τὸ δέρμα κατά τι νόμιμον.
但也有人说,塞人(斯基泰人)的国王——他是埃埃忒斯的女婿——在弗里克索斯与他的启蒙老师一同被捕时恰好访问科尔基斯,他对这名少年产生了爱慕之情,于是从埃埃忒斯那里得到了他作为礼物,并像对待亲生儿子一样爱护他,将王国遗留给了他;而这位名叫“克里奥斯”(意为公羊)的启蒙老师则被献祭给了神明,在其尸体被剥皮后,皮革按照某种习俗被钉在了神殿上。
§4.47.6μετὰ δὲ ταῦτα Αἰήτῃ γενομένου χρησμοῦ, καθʼ ὃν ἐσημαίνετο τότε τελευτήσειν αὐτὸν ὅταν ξένοι καταπλεύσαντες τὸ τοῦ Κριοῦ δέρος ἀπενέγκωσι, τὸν βασιλέα φασὶ τειχίσαι τὸ τέμενος καὶ φρουρὰν ἐγκαταστῆσαι, πρὸς δὲ τούτοις χρυσῶσαι τὸ δέρος, ἵνα διὰ τὴν ἐπιφάνειαν ὐπὸ τῶν στρατιωτῶν ἐπιμελεστάτης ἀξιωθῇ φυλακῆς.
此后,当埃埃忒斯得到神谕,预示当外邦人航海前来并带走克里奥斯的皮革时他将死去,据说国王便为圣域筑起围墙并设置了哨所,此外还将皮革镀金,以便因其显眼的外观而得到士兵们最精心照料的看守。
ταῦτα μὲν οὖν ἐξέσται τοὺς ἀναγινώσκοντας κρίνειν πρὸς τὰς ἰδίας ἑκάστου προαιρέσεις.
关于这些事情,读者大可根据各自的倾向去做出评判。