§4.48.1τὴν δὲ Μήδειαν ἱστοροῦσι καθηγήσασθαι τοῖς Ἀργοναύταις πρὸς τὸ τοῦ Ἄρεος τέμενος, ἀπέχον ἑβδομήκοντα σταδίους ἀπὸ τῆς πόλεως, ἣν καλεῖσθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλχων.
They relate that Medea guided the Argonauts to the sacred precinct of Ares, which was seventy stades distant from the city which was called Sybaris and contained the palace of the Colchians.
προσελθοῦσαν δὲ ταῖς πύλαις κεκλειμέναις νυκτὸς τῇ Ταυρικῇ διαλέκτῳ προσφωνῆσαι τοὺς φρουρούς.
And having approached the closed gates by night, she addressed the guards in the Tauric dialect.
§4.48.2τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύμως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύτας εἰσπεσόντας ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δʼ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν.
When the soldiers opened them readily, as they would for a daughter of the king, they say that the Argonauts rushed in with drawn swords and slew many of the barbarians, and having terrified the rest by the unexpected attack, drove them out of the precinct, and taking the fleece, hastened in a hurry toward their ship.
§4.48.3παραπλησίως δὲ τούτοις καὶ τὴν Μήδειαν ἐν τῷ τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι, καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν ποιήσασθαι.
In a similar manner to this, Medea also, in the sacred precinct, killed with her drugs the sleepless dragon of myth which was coiled around the fleece, and together with Jason made her descent to the sea.
§4.48.4τῶν δὲ διαφυγόντων Ταύρων ἀπαγγειλάντων τῷ βασιλεῖ τὴν γενομένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας καταλαβεῖν πλησίον τῆς θαλάττης· ἐξ ἐφόδου δὲ συνάψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφιτον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῷ πλήθει τῶν συναγωνιζομένων περιχυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι.
When the Tauri who had escaped reported the attack to the king, they say that Aeëtes, pursuing the Greeks with the soldiers about him, overtook them near the sea; and having joined battle on the attack, he slew one of the Argonauts, Iphitus, the brother of Eurystheus who had commanded the labors of Heracles, but afterwards, being surrounded by the multitude of those fighting with the others and pressing on too violently, he was slain by Meleager.
§4.48.5ἔνθα δὴ πεσόντος τοῦ βασιλέως καὶ τῶν Ἑλλήνων ἐπαρθέντῶν, τραπῆναι πρὸς φυγὴν τοὺς Κόλχους, καὶ κατὰ τὸν διωγμὸν τοὺς πλείστους αὐτῶν ἀναιρεθῆναι.
When the king fell there and the Greeks were encouraged, the Colchians turned to flight, and in the pursuit the majority of them were slain.
γενέσθαι δὲ καὶ τῶν ἀριστέων τραυματίαν Ἰάσονα καὶ Λαέρτην, ἔτι δʼ Ἀταλάντην καὶ τοὺς Θεσπιάδας προσαγορευομένους.
Among the chieftains also, Jason and Laertes were wounded, and furthermore Atalanta and those called the Thespiadae.
τούτους μὲν οὖν φασιν ὑπὸ τῆς Μηδείας ἐν ὀλίγαις ἡμέραις ῥίζαις καὶ βοτάναις τισὶ θεραπευθῆναι, τοὺς δʼ Ἀργοναύτας ἐπισιτισαμένους ἐκπλεῦσαι, καὶ μέσον ἤδη τὸ Ποντικὸν πέλαγος ἔχοντας περιπεσεῖν χειμῶνι παντελῶς ἐπικινδύνῳ.
These, then, they say, were cured by Medea within a few days by means of certain roots and herbs, and the Argonauts, having taken in provisions, sailed out, and when they were already in the middle of the Pontic sea, they fell into a completely dangerous storm.
§4.48.6τοῦ δʼ Ὀρφέως, καθάπερ καὶ πρότερον, εὐχὰς ποιησαμένου τοῖς Σαμόθρᾳξι, λῆξαι μὲν τοὺς ἀνέμους, φανῆναι δὲ πλησίον τῆς νεὼς τὸν προσαγορευόμενον θαλάττιον Γλαῦκον.
But when Orpheus, just as before, made vows to the Samothracian gods, the winds ceased, and there appeared near the ship the one called Glaucus of the Sea.
τοῦτον δʼ ἐπὶ δύο νύκτας καὶ δύο ἡμέρας συνεχῶς τῇ νηὶ συμπλεύσαντα προειπεῖν μὲν Ἡρακλεῖ περὶ τῶν ἄθλων καὶ τῆς ἀθανασίας, τοῖς δὲ Τυνδαρίδαις, ὅτι προσαγορευθήσονται μὲν Διόσκοροι, τιμῆς δʼ ἰσοθέου τεύξονται παρὰ πᾶσιν ἀνθρώποις.
And he, sailing along with the ship continuously for two nights and two days, foretold to Heracles concerning his labors and his immortality, and to the Tyndaridae that they should be called Dioscori and should obtain godlike honor among all men.
§4.48.7καθόλου δʼ ἐξ ὀνόματος προσφωνήσαντα πάντας τοὺς Ἀργοναύτας εἰπεῖν ὡς διὰ τὰς Ὀρφέως εὐχὰς θεῶν προνοίᾳ φανεὶς αὐτοῖς σημαίνει τὰ μέλλοντα γενήσεσθαι· συμβουλεύειν οὖν αὐτοῖς, ὅταν τῆς γῆς ἅψωνται, τὰς εὐχὰς ἀποδοῦναι τοῖς θεοῖς, διʼ οὓς τετεύχασι δὶς ἤδη τῆς σωτηρίας.
And in general, addressing all the Argonauts by name, he said that because of the prayers of Orpheus he had appeared to them by the providence of the gods and was indicating what was going to happen; he advised them, therefore, when they should touch land, to pay their vows to the gods, through whom they had already twice obtained their safety.