§4.48.1τὴν δὲ Μήδειαν ἱστοροῦσι καθηγήσασθαι τοῖς Ἀργοναύταις πρὸς τὸ τοῦ Ἄρεος τέμενος, ἀπέχον ἑβδομήκοντα σταδίους ἀπὸ τῆς πόλεως, ἣν καλεῖσθαι μὲν Σύβαριν, ἔχειν δὲ τὰ βασίλεια τῶν Κόλχων.
人々が伝えるところによれば、メデイアはアルゴナイタイをアレスの聖域へと導いたが、その聖域は、コルキスの王宮がありシバリスと呼ばれている都市から七十スタディオン離れていた。
προσελθοῦσαν δὲ ταῖς πύλαις κεκλειμέναις νυκτὸς τῇ Ταυρικῇ διαλέκτῳ προσφωνῆσαι τοὺς φρουρούς.
そして、夜に閉ざされた門へと近づいた彼女は、タウリカの方言で番兵たちに話しかけた。
§4.48.2τῶν δὲ στρατιωτῶν ἀνοιξάντων προθύμως ὡς ἂν βασιλέως θυγατρί, φασὶ τοὺς Ἀργοναύτας εἰσπεσόντας ἐσπασμένοις τοῖς ξίφεσι πολλοὺς μὲν φονεῦσαι τῶν βαρβάρων, τοὺς δʼ ἄλλους διὰ τὸ παράδοξον καταπληξαμένους ἐκβαλεῖν ἐκ τοῦ τεμένους, καὶ τὸ δέρος ἀναλαβόντας πρὸς τὴν ναῦν ἐπείγεσθαι κατὰ σπουδήν.
兵士たちは、王の娘に対してそうするように快く門を開けたが、そこへアルゴナイタイが剣を抜いて突入し、多くのバルバロイを殺害し、他の者たちは予期せぬ事態に恐れおののかせて聖域から追い払い、羊皮を奪い取ると急いで船へと引き返したという。
§4.48.3παραπλησίως δὲ τούτοις καὶ τὴν Μήδειαν ἐν τῷ τεμένει τὸν μυθολογούμενον ἄυπνον δράκοντα περιεσπειραμένον τὸ δέρος τοῖς φαρμάκοις ἀποκτεῖναι, καὶ μετὰ Ἰάσονος τὴν ἐπὶ θάλατταν κατάβασιν ποιήσασθαι.
これと同様にメデイアも、聖域の中で、羊皮に巻き付いていたと神話に語られる眠らない竜を薬によって殺し、イアソンとともに海への下り道を急いだ。
§4.48.4τῶν δὲ διαφυγόντων Ταύρων ἀπαγγειλάντων τῷ βασιλεῖ τὴν γενομένην ἐπίθεσιν, φασὶ τὸν Αἰήτην μετὰ τῶν περὶ αὐτὸν στρατιωτῶν διώξαντα τοὺς Ἕλληνας καταλαβεῖν πλησίον τῆς θαλάττης·
生き延びたタウリ人たちが王にこの襲撃を報告すると、アイエテスは従う兵士たちとともにギリシア人を追撃し、海の近くで追いついたと言われている。
ἐξ ἐφόδου δὲ συνάψαντα μάχην ἀνελεῖν ἕνα τῶν Ἀργοναυτῶν Ἴφιτον τὸν Εὐρυσθέως ἀδελφὸν τοῦ τοὺς ἄθλους Ἡρακλεῖ προστάξαντος, ἔπειτα τοῖς ἄλλοις τῷ πλήθει τῶν συναγωνιζομένων περιχυθέντα καὶ βιαιότερον ἐγκείμενον ὑπὸ Μελεάγρου φονευθῆναι.
そして、突撃して戦闘に及び、アルゴナイタイの一人であり、ヘラクレスに難行を命じたエウリュステウスの兄弟であるイピトスを殺害したが、その後、他の者たち、すなわち敵の多勢に包囲され、激しい攻撃を受けていた中で、メレアグロスによって討ち取られた。
§4.48.5ἔνθα δὴ πεσόντος τοῦ βασιλέως καὶ τῶν Ἑλλήνων ἐπαρθέντῶν, τραπῆναι πρὸς φυγὴν τοὺς Κόλχους, καὶ κατὰ τὸν διωγμὸν τοὺς πλείστους αὐτῶν ἀναιρεθῆναι.
まさにそこで王が倒れたことでギリシア人たちは大いに勢いづき、コルキス人たちは敗走し、その追撃のなかで彼らの大半が殺害された。
γενέσθαι δὲ καὶ τῶν ἀριστέων τραυματίαν Ἰάσονα καὶ Λαέρτην, ἔτι δʼ Ἀταλάντην καὶ τοὺς Θεσπιάδας προσαγορευομένους.
また、一騎当千の勇士たちのうち、イアソンとラエルテス、さらにはアタランテや「テスピアデス」と呼ばれる者たちが負傷した。
τούτους μὲν οὖν φασιν ὑπὸ τῆς Μηδείας ἐν ὀλίγαις ἡμέραις ῥίζαις καὶ βοτάναις τισὶ θεραπευθῆναι, τοὺς δʼ Ἀργοναύτας ἐπισιτισαμένους ἐκπλεῦσαι, καὶ μέσον ἤδη τὸ Ποντικὸν πέλαγος ἔχοντας περιπεσεῖν χειμῶνι παντελῶς ἐπικινδύνῳ.
しかし彼らは、数日のうちにメデイアによって特定の根や薬草を用いて治療され、アルゴナイタイは食料を補給して出航したものの、すでにポントス海の中ほどに達したところで、きわめて危険な嵐に遭遇した。
§4.48.6τοῦ δʼ Ὀρφέως, καθάπερ καὶ πρότερον, εὐχὰς ποιησαμένου τοῖς Σαμόθρᾳξι, λῆξαι μὲν τοὺς ἀνέμους, φανῆναι δὲ πλησίον τῆς νεὼς τὸν προσαγορευόμενον θαλάττιον Γλαῦκον.
そこでオルペウスが、以前にもそうしたようにサモトラケの神々に祈りを捧げると、風は止み、船の近くに「海のグラウコス」と呼ばれる神が現れた。
τοῦτον δʼ ἐπὶ δύο νύκτας καὶ δύο ἡμέρας συνεχῶς τῇ νηὶ συμπλεύσαντα προειπεῖν μὲν Ἡρακλεῖ περὶ τῶν ἄθλων καὶ τῆς ἀθανασίας, τοῖς δὲ Τυνδαρίδαις, ὅτι προσαγορευθήσονται μὲν Διόσκοροι, τιμῆς δʼ ἰσοθέου τεύξονται παρὰ πᾶσιν ἀνθρώποις.
この神は二日二晩、絶え間なく船に並走し、ヘラクレスにはその難行と不死について、ツィンダリダイには、彼らが「ディオスコロイ」と呼ばれ、すべての人々から神に等しい栄誉を与えられるであろうことを予言した。
§4.48.7καθόλου δʼ ἐξ ὀνόματος προσφωνήσαντα πάντας τοὺς Ἀργοναύτας εἰπεῖν ὡς διὰ τὰς Ὀρφέως εὐχὰς θεῶν προνοίᾳ φανεὶς αὐτοῖς σημαίνει τὰ μέλλοντα γενήσεσθαι· συμβουλεύειν οὖν αὐτοῖς, ὅταν τῆς γῆς ἅψωνται, τὰς εὐχὰς ἀποδοῦναι τοῖς θεοῖς, διʼ οὓς τετεύχασι δὶς ἤδη τῆς σωτηρίας.
そして、アルゴナイタイ全員の名を一人ずつ呼んで語りかけ、オルペウスの祈りのおかげで、神々の摂理によって彼らの前に現れて未来の出来事を告げているのだと言い、したがって彼らが陸地に到着したときには、すでに二度も自分たちを救ってくれた神々に対して感謝の祈りを捧げるよう忠告したのである。