§4.47.1Φρίξον τὸν Ἀθάμαντος μυθολογοῦσι διὰ τὰς ἀπὸ τῆς μητρυιᾶς ἐπιβουλὰς ἀναλαβόντα τὴν ἀδελφὴν Ἕλλην φυγεῖν ἐκ τῆς Ἑλλάδος.
人々は、アタマスの子プリクソスが、継母からの陰謀を理由に、妹のヘレを連れてギリシアから逃亡したと語り伝えている。
περαιουμένων δʼ αὐτῶν κατά τινα θεῶν πρόνοιαν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν ἐπὶ κριοῦ χρυσομάλλου, τὴν μὲν παρθένον ἀποπεσεῖν εἰς τὴν θάλατταν, ἣν ἀπʼ ἐκείνης Ἑλλήσποντον ὀνομασθῆναι, τὸν δὲ Φρίξον εἰς τὸν Πόντον πορευθέντα καταχθῆναι μὲν πρὸς τὴν Κολχίδα, κατὰ δέ τι λόγιον θύσαντα τὸν κριὸν ἀναθεῖναι τὸ δέρος εἰς τὸ τοῦ Ἄρεος ἱερόν.
そして、彼らが神々の何らかの摂理によって、金羊毛の牡羊に乗ってヨーロッパからアジアへと渡る際、その乙女は海に落下し、その海は彼女にちなんでヘレスポントスと名付けられ、一方プリクソスはポントスへと進んでコルキスに入港し、ある神託に従って牡羊を犠牲に捧げて、その羊皮をアレスの神殿に奉納したという。
§4.47.2μετὰ δὲ ταῦτα βασιλεύοντος τῆς Κολχίδος Αἰήτου χρησμὸν ἐκπεσεῖν ὅτι τότε καταστρέψει τὸν βίον ὅταν ξένοι καταπλεύσαντες τὸ χρυσόμαλλον δέρος ἀπενέγκωσι.
その後、アイエテスがコルキスを支配していた時に、異邦人たちが航海してきて金羊毛を持ち去った時に彼の生涯が幕を閉じるであろうという神託が下った。
διὰ δὴ ταύτας τὰς αἰτίας καὶ τὴν ἰδίαν ὠμότητα καταδεῖξαι θύειν τοὺς ξένους, ἵνα διαδοθείσης τῆς φήμης εἰς ἅπαντα τόπον περὶ τῆς Κόλχων ἀγριότητος μηδεὶς τῶν ξένων ἐπιβῆναι τολμήσῃ τῆς χώρας.
まさにこれらの理由と彼自身の残虐さから、彼は異邦人たちを犠牲に捧げることを定め、それは、コルキス人の獰猛さについての噂がすべての場所に広まることで、異邦人の誰もその土地に足を踏み入れる勇気を持たないようにするためであった。
περιβαλεῖν δὲ καὶ τῷ τεμένει τεῖχος καὶ φύλακας πολλοὺς ἐπιστῆσαι τῶν ἐκ τῆς Ταυρικῆς·
また、彼はその聖域に城壁を巡らし、タウリケ出身の多くの番兵を配置した。
ἀφʼ ὧν καὶ τερατώδεις παρὰ τοῖς Ἕλλησι πλασθῆναι μύθους.
これらから、ギリシア人の間で怪異な神話が創作されたのである。
§4.47.3διαβεβοῆσθαι γὰρ ὅτι πυρίπνοοι ταῦροι περὶ τὸ τέμενος ὑπῆρχον, δράκων δʼ ἄυπνος ἐτήρει τὸ δέρος, ἀπὸ μὲν τῶν Ταύρων μετενεχθείσης τῆς ὁμωνυμίας ἐπὶ τὴν τῶν βοῶν ἰσχύν, ἀπὸ δὲ τῆς κατὰ τὴν ξενοκτονίαν ὠμότητος πυρπνεῖν τοὺς ταύρους μυθολογηθέντος·
すなわち、火を吐く牡牛たちが聖域の周囲に存在し、眠らない竜が羊皮を見張っていた、と広く噂されたが、これは「タウロイ」という同音から牡牛の力へと名称が転用され、また異邦人殺害における残虐さから、牡牛たちが火を吐くという神話が作られたことによるものである。
παραπλησίως δὲ τοῦ τηροῦντος τὸ τέμενος Δράκοντος ὀνομαζομένου, μετενηνοχέναι τοὺς ποιητὰς ἐπὶ τὸ τερατῶδες καὶ καταπληκτικὸν τοῦ ζῴου.
同様に、聖域を守っていた者の名前が「ドラコン」であったため、詩人たちがそれを怪異で恐ろしい動物へと転用したのである。
§4.47.4τῆς ὁμοίας δὲ μυθολογίας ἔχεσθαι καὶ τὰ περὶ τοῦ Φρίξου λεγόμενα.
同様の神話化は、プリクソスに関して語られる事柄にも当てはまる。
διαπλεῦσαι γὰρ αὐτόν φασιν οἱ μὲν ἐπὶ νεὼς προτομὴν ἐπὶ τῆς πρῴρας ἐχούσης κριοῦ, καὶ τὴν Ἕλλην δυσφοροῦσαν ἐπὶ τῇ ναυτίᾳ, καὶ διὰ τοῦτʼ ἐπὶ τοῦ τοίχου τῆς νεὼς ἐκκύπτουσαν, εἰς τὴν θάλατταν προπεσεῖν.
というのも、ある人々は、彼が舳先に牡羊の船首像を持つ船に乗って航海し、ヘレは船酔いに苦しんで船の舷側から身を乗り出したために、海へ転落したのだと言っている。
§4.47.5ἔνιοι δέ φασι τὸν βασιλέα τῶν Σκυθῶν, ὄντα γαμβρὸν Αἰήτου, παρὰ τοῖς Κόλχοις ἐπιδημῆσαι καθʼ ὃν καιρὸν ἁλῶναι συνέβη τὸν Φρίξον μετὰ τοῦ παιδαγωγοῦ, ἐρωτικῶς δὲ σχόντα τοῦ παιδὸς λαβεῖν αὐτὸν ἐν δωρεᾷ παρʼ Αἰήτου, καὶ καθάπερ υἱὸν γνήσιον ἀγαπήσαντα καταλιπεῖν αὐτῷ τὴν βασιλείαν.
また、ある人々は、アイエテスの娘婿であるスキティアの王が、プリクソスが彼の教育係とともに捕らえられたまさにその時にコルキスを訪れており、その少年に対して恋愛感情を抱いたため、アイエテスから彼を贈り物として受け取り、実の息子のように愛して、彼に王国を遺したと言っている。
τὸν δὲ παιδαγωγὸν ὀνομαζόμενον Κριὸν τυθῆναι τοῖς θεοῖς, καὶ τοῦ σώματος ἐκδαρέντος προσηλωθῆναι τῷ νεῷ τὸ δέρμα κατά τι νόμιμον.
そして、クリオスという名であった教育係は、神々に犠牲として捧げられ、その遺体から皮が剥がされて、ある慣行に従って神殿に釘付けにされたと言う。
§4.47.6μετὰ δὲ ταῦτα Αἰήτῃ γενομένου χρησμοῦ, καθʼ ὃν ἐσημαίνετο τότε τελευτήσειν αὐτὸν ὅταν ξένοι καταπλεύσαντες τὸ τοῦ Κριοῦ δέρος ἀπενέγκωσι, τὸν βασιλέα φασὶ τειχίσαι τὸ τέμενος καὶ φρουρὰν ἐγκαταστῆσαι, πρὸς δὲ τούτοις χρυσῶσαι τὸ δέρος, ἵνα διὰ τὴν ἐπιφάνειαν ὐπὸ τῶν στρατιωτῶν ἐπιμελεστάτης ἀξιωθῇ φυλακῆς.
この後、アイエテスに神託が下り、その中で、異邦人たちが航海してきてクリオスの皮を持ち去った時に彼が死ぬことになるということが示されたため、王はその聖域を壁で囲み、衛兵を配置したと言われている。 さらにその上、彼はその皮に金を被せたが、それは、その目立つ外観のために、兵士たちによって最も念入りな監視を受けるに値するものとするためであった。
ταῦτα μὲν οὖν ἐξέσται τοὺς ἀναγινώσκοντας κρίνειν πρὸς τὰς ἰδίας ἑκάστου προαιρέσεις.
これらについては、読者が各自の好みに従って判断することができるであろう。