Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.45.1-4.45.5

陶里卡杀祭异邦人的起源与赫卡忒及喀耳刻

第 281 段,共 406 段 · 希腊语

内容简介

为了解释陶里卡人杀害外邦人的起因,叙述了太阳神赫利俄斯的后代赫卡忒及其女儿喀耳刻的故事,详细描述了她们的残暴行径和对毒药的研发。

§4.45.1ἐπιζητούσης δὲ τῆς ἱστορίας τὰς τῆς ξενοκτονίας αἰτίας, ἀναγκαῖον βραχέα διελθεῖν, ἄλλως τε καὶ τῆς παρεκβάσεως οἰκείας ἐσομένης ταῖς τῶν Ἀργοναυτῶν πράξεσι.
由于我们的历史叙述需要探寻杀害外邦人的起因,因此有必要进行简要的叙述,尤其是这一插叙与阿尔戈英雄们的壮举十分契合。
φασὶ γὰρ Ἡλίου δύο γενέσθαι παῖδας, Αἰήτην τε καὶ Πέρσην· τούτων δὲ τὸν μὲν Αἰήτην βασιλεῦσαι τῆς Κολχίδος, τὸν δʼ ἕτερον τῆς Ταυρικῆς, ἀμφοτέρους δὲ διενεγκεῖν ὠμότητι.
据说太阳神赫利俄斯有两个儿子,埃埃忒斯和珀耳塞斯;其中埃埃忒斯统治科尔基斯,另一个统治陶里卡,两人都以残暴著称。
§4.45.2καὶ Πέρσου μὲν Ἑκάτην γενέσθαι θυγατέρα, τόλμῃ καὶ παρανομίᾳ προέχουσαν τοῦ πατρός· φιλοκύνηγον δʼ οὖσαν ἐν ταῖς ἀποτυχίαις ἀνθρώπους ἀντὶ τῶν θηρίων κατατοξεύειν.
珀耳塞斯得一女名为赫卡忒,其胆大妄为与目无法纪甚至超过了其父;她酷爱狩猎,在打不到猎物时,便用弓箭射杀人类以代替野兽。
φιλότεχνον δʼ εἰς φαρμάκων θανασίμων συνθέσεις γενομένην τὸ καλούμενον ἀκόνιτον ἐξευρεῖν, καὶ τῆς ἑκάστου δυνάμεως πεῖραν λαμβάνειν μίσγουσαν ταῖς διδομέναις τοῖς ξένοις τροφαῖς.
她精通致命毒药的配制,发现了被称为乌头的植物,并通过将其混入给外邦人提供的食物中来测试每种毒药的效力。
ἐμπειρίαν δὲ μεγάλην ἐν τούτοις ἔχουσαν πρῶτον μὲν τὸν πατέρα φαρμάκῳ διαφθεῖραι καὶ διαδέξασθαι τὴν βασιλείαν, ἔπειτʼ Ἀρτέμιδος ἱερὸν ἱδρυσαμένην καὶ τοὺς καταπλέοντας ξένους θύεσθαι τῇ θεῷ καταδείξασαν ἐπʼ ὠμότητι διονομασθῆναι.
在这些方面积累了丰富经验后,她首先用毒药害死了父亲,继承了王位,随后建立起阿耳忒弥斯神庙,并规定将航行而来的外邦人献祭给这位女神,因而因残暴而名声大噪。
§4.45.3μετὰ δὲ ταῦτα συνοικήσασαν Αἰήτῃ γεννῆσαι δύο θυγατέρας, Κίρκην τε καὶ Μήδειαν, ἔτι δʼ υἱὸν Αἰγιαλέα.
此后,她与埃埃忒斯同居,生下两个女儿喀耳刻和美狄亚,以及一个儿子埃癸阿勒乌斯。
καὶ τὴν μὲν Κίρκην εἰς φαρμάκων παντοδαπῶν ἐπίνοιαν ἐκτραπεῖσαν ἐξευρεῖν ῥιζῶν παντοίας φύσεις καὶ δυνάμεις ἀπιστουμένας· οὐκ ὀλίγα μὲν γὰρ ὑπὸ τῆς μητρὸς Ἑκάτης διδαχθῆναι, πολὺ δὲ πλείω διὰ τῆς ἰδίας ἐπιμελείας ἐξευροῦσαν μηδεμίαν ὑπερβολὴν ἀπολιπεῖν ἑτέρᾳ πρὸς ἐπίνοιαν φαρμακείας.
喀耳刻致力于钻研各种毒药的配方,发现了各种草根的属性及其令人难以置信的效能;虽然母亲赫卡忒传授了她不少知识,但她通过自己的悉心钻研发现了更多,以至于在毒药配方的钻研上没有给其他女性留下任何超越的余地。
§4.45.4δοθῆναι δʼ αὐτὴν εἰς γάμον τῷ βασιλεῖ τῶν Σαρματῶν, οὓς ἔνιοι Σκύθας προσαγορεύουσι.
她被嫁给了萨尔马提亚人的国王,有些人称他们为斯基泰人。
καὶ τὸ μὲν πρῶτον τὸν ἄνδρα φαρμάκοις ἀνελεῖν, μετὰ δὲ ταῦτα τὴν βασιλείαν διαδεξαμένην πολλὰ κατὰ τῶν ἀρχομένων ὠμὰ πρᾶξαι καὶ βίαια.
起初她用毒药杀害了丈夫,随后继承了王位,对臣民施加了许多残暴和暴力的行径。
§4.45.5διόπερ ἐκπεσοῦσαν τῆς βασιλείας κατὰ μέν τινας τῶν μυθογράφων φυγεῖν ἐπὶ τὸν ὠκεανόν, καὶ νῆσον ἔρημον καταλαβομένην ἐνταῦθα μετὰ τῶν συμφυγουσῶν γυναικῶν καθιδρυθῆναι, κατὰ δέ τινας τῶν ἱστορικῶν ἐκλιποῦσαν τὸν Πόντον κατοικῆσαι τῆς Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπʼ ἐκείνης Κίρκαιον ὀνομαζόμενον.
因此,她被逐出王国,根据某些神话作家的说法,她逃到了大洋,并占领了一座荒岛,与同逃的妇女们在那里定居;而根据某些历史学家的说法,她离开了黑海,居住在意大利的一处岬角,该地至今仍因她而被称为喀耳刻乌姆。

词汇与语法注释

  1. §4.45.1ἐπιζητούσης δὲ τῆς ἱστορίας — 属格独立结构,表原因:“由于历史(叙述)需要”。
  2. §4.45.2μίσγουσαν — 现在分词阴性单数宾格,与不定式 `λαμβάνειν` 的逻辑主语(赫卡忒)一致,表示手段(“通过混合”)。
  3. §4.45.3συνοικήσασαν — 不及物动词 `συνοικέω`(“共同生活”、“结婚”)的第二不定过去时分词阴性单数宾格,修饰作为不定式 `γεννῆσαι` 主语的赫卡忒。
  4. §4.45.5τῆς Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπʼ ἐκείνης Κίρκαιον ὀνομαζόμενον — `τῆς Ἰταλίας` 是部分属格,修饰 `ἀκρωτήριον`(“意大利的岬角”)。以 `τὸ` 开始的定语分词短语从后修饰 `ἀκρωτήριον`。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.45.1-4.45.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.45.1-4.45.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。