§4.44.1τὸν δὲ Φινέα πικρῶς ἀπαντήσαντα τοῖς ξένοις παραγγεῖλαι μηδὲν τῶν καθʼ ἑαυτὸν πολυπραγμονεῖν· μηδένα γὰρ πατέρα λαβεῖν παρʼ υἱῶν ἑκουσίως τιμωρίαν, εἰ μὴ τῷ μεγέθει τῶν ἀδικημάτων ὑπέρθοιντο τὴν φυσικὴν §4.44.2τῶν γονέων εἰς τέκνα φιλοστοργίαν.
然而,菲纽斯严厉地对待这些外邦人,命令他们绝不要干涉自己的任何事务;因为据说,任何父亲都不会自愿处罚自己的儿子,除非他们的罪行之大超越了父母对子女那天然的爱。
ἐνταῦθα συμπλέοντας τοῖς περὶ τὸν Ἡρακλέα τοὺς ἐπικαλουμένους μὲν Βορεάδας, ἀδελφοὺς δʼ ὄντας Κλεοπάτρας, λέγεται διὰ τὴν συγγένειαν πρώτους ὁρμῆσαι πρὸς τὴν βοήθειαν, καὶ τοὺς μὲν περικειμένους τοῖς νεανίσκοις δεσμοὺς περιρρῆξαι, τοὺς δʼ ἐναντιουμένους τῶν βαρβάρων ἀποκτεῖναι.
就在那时,与赫拉克勒斯同行乘船、被称为玻瑞阿代且是克娄巴特拉兄弟的那些人,据说因血缘关系最先冲上去救援,他们扯断了束缚年轻人的绳索,并杀死了抵抗他们的蛮人。
§4.44.3ὁρμήσαντος δὲ τοῦ Φινέως πρὸς μάχην, καὶ τοῦ πλήθους τῶν Θρᾳκῶν συνδραμόντος, φασὶ τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνισάμενον αὐτόν τε τὸν Φινέα καὶ τῶν ἄλλων οὐκ ὀλίγους ἀνελεῖν, τὸ δὲ τελευταῖν, τὸ δὲ τελευταῖον κρατήσαντα τῶν βασιλείων τὴν μὲν Κλεοπάτραν τὴς φυλακῆς προαγαγεῖν, τοῖς δε Φινείδαις ἀποκαταστῆσαι τὴν πατρῴαν ἀρχήν· βουλομένων δʼ αὐτῶν τὴν μητρυιὰν μετʼ αἰκίας ἀποκτεῖναι, πεῖσαι τῆς μὲν τιμωρίας ταύτης ἀποστῆναι, πρὸς δὲ τὸν πατέρα πέμψαντας εἰς τὴν Σκυθίαν ἐκεῖνον παρακαλέσαι τῶν εἰς αὐτοὺς ἀνομημάτων λαβεῖν κόλασιν.
当菲纽斯冲向战场,色雷斯的大群人也聚集在一起时,据说赫拉克勒斯战斗得最为英勇,杀死了菲纽斯本人以及不少其他人,最后控制了王宫,将克娄巴特拉从囚禁中解救出来,并为菲纽斯的儿子们恢复了父祖的统治权;而当他们想要折磨并处死继母时,赫拉克勒斯说服他们放弃这种惩罚,而是把她送到她位于斯基泰的父亲那里,请求其父对她针对他们的不法行为施加惩罚。
§4.44.4οὗ γενηθέντος τὸν μὲν Σκύθην τῆς θυγατρὸς καταγνῶναι θάνατον, τοὺς δʼ ἐκ τῆς Κλεοπάτρας υἱοὺς ἀπενέγκασθαι παρὰ τοῖς Θρᾳξὶ δόξαν ἐπιεικείας.
此事完成后,那名斯基泰人判处自己的女儿死刑,而克娄巴特拉的儿子们则在色雷斯人中赢得了宽大仁慈的名声。
οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν μυθογράφων τυφλωθῆναί φασι τοὺς Φινείδας ὑπὸ τοῦ πατρός, καὶ τὸν Φινέα τῆς ὁμοίας τυχεῖν συμφορᾶς ὑπὸ Βορέου.
不过,我并非不知道,有些神话作者说菲纽斯的儿子们是被他们的父亲刺瞎的,而菲纽斯自己也因玻瑞阿斯而遭遇了同样的厄运。
§4.44.5ὁμοίως δὲ καὶ τὸν Ἡρακλέα τινὲς παραδεδώκασι πρὸς ὑδρείαν ἐξελθόντα κατὰ τὴν Ἀσίαν ὑπὸ τῶν Ἀργοναυτῶν ἐπὶ τῆς χώρας ἀπολειφθῆναι.
同样,也有人记载说,赫拉克勒斯在亚洲外出打水时,被阿尔戈英雄们遗留在了当地。
καθόλου δὲ τοὺς παλαιοὺς μύθους οὐχ ἁπλῆν οὐδὲ συμπεφωνημένην ἱστορίαν ἔχειν συμβέβηκε· §4.44.6διόπερ οὐ χρὴ θαυμάζειν, ἐάν τινα τῶν ἀρχαιολογουμένων μὴ συμφώνως ἅπασι τοῖς ποιηταῖς καὶ συγγραφεῦσι συγκρίνωμεν.
总之,古代神话往往并不具有单一且一致的历史;因此,如果在叙述某些古代事迹时,我们与所有诗人和历史学家的说法不尽相同,也不必感到奇怪。
οὐ μὴν ἀλλὰ καὶ τοὺς Φινείδας λέγεται τὴν βασιλείαν παραδόντας τῇ μητρὶ Κλεοπάτρᾳ συστρατεῦσαι τοῖς ἀριστεῦσιν.
无论如何,据说菲纽斯的儿子们将王国交给了母亲克娄巴特拉,并与英雄们一起参加了远征。
§4.44.7ἀναχθέντας δʼ αὐτοὺς ἐκ τῆς Θρᾴκης καὶ κομισθέντας εἰς τὸν Πόντον προσχεῖν τῇ Ταυρικῇ, τὴν ἀγριότητα τῶν ἐγχωρίων ἀγνοοῦντας· νόμιμον γὰρ εἶναι τοῖς τὴν χώραν ταύτην οἰκοῦσι βαρβάροις θύειν Ἀρτέμιδι Ταυροπόλῳ τοὺς καταπλέοντας ξένους· παρʼ οἷς φασι τὴν Ἰφιγένειαν ἐν τοῖς ὕστερον χρόνοις ἱέρειαν τῆς εἰρημένης θεοῦ κατασταθεῖσαν θύειν τοὺς ἁλισκομένους.
他们从色雷斯启航,被带入黑海,并在陶里卡靠岸,当时他们并不知道当地人的残暴;因为居住在这片土地上的蛮人有一个习俗,就是将航行而来的外邦人献祭给陶洛波洛斯·阿耳忒弥斯;据说在后来的时期里,伊菲革涅亚被任命为该女神祭司,并在他们那里献祭被捕获的人。