Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.45.1-4.45.5

タウリケの異邦人殺害の起源とヘカテおよびキルケ

281 / 406 箇所 · ギリシア語

要旨

タウリケにおける異邦人殺害の起源を説明するため、ヘリオスの末裔であるヘカテとその娘キルケの物語が語られ、彼女たちの残虐な行いと毒薬の発見が詳述される。

§4.45.1ἐπιζητούσης δὲ τῆς ἱστορίας τὰς τῆς ξενοκτονίας αἰτίας, ἀναγκαῖον βραχέα διελθεῖν, ἄλλως τε καὶ τῆς παρεκβάσεως οἰκείας ἐσομένης ταῖς τῶν Ἀργοναυτῶν πράξεσι.
歴史の叙述が異邦人殺害の原因を求めているので、簡潔に説明しておく必要がある。 とりわけ、この脱線がアルゴナウタイの業績に密接に関連するものであるからである。
φασὶ γὰρ Ἡλίου δύο γενέσθαι παῖδας, Αἰήτην τε καὶ Πέρσην·
というのは、太陽神ヘリオスに二人の息子、アイエテスとペルセスが生まれたと言われているからである。
τούτων δὲ τὸν μὲν Αἰήτην βασιλεῦσαι τῆς Κολχίδος, τὸν δʼ ἕτερον τῆς Ταυρικῆς, ἀμφοτέρους δὲ διενεγκεῖν ὠμότητι.
このうちアイエテスはコルキスを支配し、もう一方はタウリケを支配したが、両者ともに残虐さにおいて際立っていた。
§4.45.2καὶ Πέρσου μὲν Ἑκάτην γενέσθαι θυγατέρα, τόλμῃ καὶ παρανομίᾳ προέχουσαν τοῦ πατρός·
そしてペルセスには娘ヘカテが生まれ、彼女は大胆さと不法さにおいて父親を凌駕していた。
φιλοκύνηγον δʼ οὖσαν ἐν ταῖς ἀποτυχίαις ἀνθρώπους ἀντὶ τῶν θηρίων κατατοξεύειν.
彼女は狩猟を好んだが、獲物がない時には野獣の代わりに人間を弓で射殺していた。
φιλότεχνον δʼ εἰς φαρμάκων θανασίμων συνθέσεις γενομένην τὸ καλούμενον ἀκόνιτον ἐξευρεῖν, καὶ τῆς ἑκάστου δυνάμεως πεῖραν λαμβάνειν μίσγουσαν ταῖς διδομέναις τοῖς ξένοις τροφαῖς.
また死をもたらす薬の調合に巧みになり、いわゆるトリカブトを発見し、異邦人に与えられる食物にそれを混ぜることで、それぞれの薬効の試験を行っていた。
ἐμπειρίαν δὲ μεγάλην ἐν τούτοις ἔχουσαν πρῶτον μὲν τὸν πατέρα φαρμάκῳ διαφθεῖραι καὶ διαδέξασθαι τὴν βασιλείαν, ἔπειτʼ Ἀρτέμιδος ἱερὸν ἱδρυσαμένην καὶ τοὺς καταπλέοντας ξένους θύεσθαι τῇ θεῷ καταδείξασαν ἐπʼ ὠμότητι διονομασθῆναι.
これらにおいて優れた経験を持っていた彼女は、まず父親を毒薬で殺害して王位を継承し、次いでアルテミスの神殿を創建し、航海してくる異邦人を女神に生贄として捧げる制度を定めて、その残虐さによって名を馳せた。
§4.45.3μετὰ δὲ ταῦτα συνοικήσασαν Αἰήτῃ γεννῆσαι δύο θυγατέρας, Κίρκην τε καὶ Μήδειαν, ἔτι δʼ υἱὸν Αἰγιαλέα.
この後、彼女はアイエテスと同居して二人の娘キルケとメディア、さらに息子アイギアレウスを産んだ。
καὶ τὴν μὲν Κίρκην εἰς φαρμάκων παντοδαπῶν ἐπίνοιαν ἐκτραπεῖσαν ἐξευρεῖν ῥιζῶν παντοίας φύσεις καὶ δυνάμεις ἀπιστουμένας·
そしてキルケは、あらゆる種類の薬の考案に傾倒し、あらゆる草根の性質と信じがたい効能を発見した。
οὐκ ὀλίγα μὲν γὰρ ὑπὸ τῆς μητρὸς Ἑκάτης διδαχθῆναι, πολὺ δὲ πλείω διὰ τῆς ἰδίας ἐπιμελείας ἐξευροῦσαν μηδεμίαν ὑπερβολὴν ἀπολιπεῖν ἑτέρᾳ πρὸς ἐπίνοιαν φαρμακείας.
彼女は母親ヘカテから少なからぬことを教えられたが、自身の入念な探求によってそれよりはるかに多くのことを発見し、薬の調合の考案において他の女性に追随を許さないほど卓越していた。
§4.45.4δοθῆναι δʼ αὐτὴν εἰς γάμον τῷ βασιλεῖ τῶν Σαρματῶν, οὓς ἔνιοι Σκύθας προσαγορεύουσι.
彼女は、一部の者がスキタイ人と呼ぶサルマタイ人の王に妻として与えられた。
καὶ τὸ μὲν πρῶτον τὸν ἄνδρα φαρμάκοις ἀνελεῖν, μετὰ δὲ ταῦτα τὴν βασιλείαν διαδεξαμένην πολλὰ κατὰ τῶν ἀρχομένων ὠμὰ πρᾶξαι καὶ βίαια.
そして最初は夫を毒薬で殺害し、その後に王位を継承して、臣民に対して多くの残虐で暴力的な行為を行った。
§4.45.5διόπερ ἐκπεσοῦσαν τῆς βασιλείας κατὰ μέν τινας τῶν μυθογράφων φυγεῖν ἐπὶ τὸν ὠκεανόν, καὶ νῆσον ἔρημον καταλαβομένην ἐνταῦθα μετὰ τῶν συμφυγουσῶν γυναικῶν καθιδρυθῆναι, κατὰ δέ τινας τῶν ἱστορικῶν ἐκλιποῦσαν τὸν Πόντον κατοικῆσαι τῆς Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπʼ ἐκείνης Κίρκαιον ὀνομαζόμενον.
それゆえ王位を追われ、神話作家の一部によれば、オーケアノスへと逃れて無人島を占有し、ともに逃げてきた女性たちとともにそこに定住した。 また歴史家の一部によれば、ポントスを去ってイタリアの岬に居住し、その地は今日に至るまで彼女にちなんでキルカイオンと呼ばれている。

語釈・文法注

  1. §4.45.1ἐπιζητούσης δὲ τῆς ἱστορίας — 原因を表す独立分詞属格(genitive absolute)。「歴史(記述)が求めているので」。
  2. §4.45.2μίσγουσαν — 現在分詞女性単数対格。不定法 `λαμβάνειν` の意味上の主語(ヘカテ)に一致し、手段・方法(「混ぜることによって」)を表す。
  3. §4.45.3συνοικήσασαν — アオリスト分詞女性単数対格。自動詞 `συνοικέω`(同居する、結婚する)から。不定法 `γεννῆσαι` の主語であるヘカテに係る。
  4. §4.45.5τῆς Ἰταλίας ἀκρωτήριον τὸ μέχρι τοῦ νῦν ἀπʼ ἐκείνης Κίρκαιον ὀνομαζόμενον — `τῆς Ἰταλίας` は部分属格で `ἀκρωτήριον` に係る。「イタリアの岬」。中性代名詞 `τὸ` から始まる分詞句が `ἀκρωτήριον` を後ろから修飾している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.45.1-4.45.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.45.1-4.45.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。