Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.43.1-4.43.5

风暴中的获救与发现菲纽斯的儿子们

第 279 段,共 406 段 · 希腊语

内容简介

阿尔戈英雄们在航行途中遭遇大风暴,但通过奥菲斯的祈祷和狄奥斯库罗伊的奇迹而得救,并在色雷斯登陆,在那里发现了因继母的虚假指控而遭到父亲菲纽斯残酷惩罚的两个儿子。

§4.43.1ἐπιγενομένου δὲ μεγάλου χειμῶνος, καὶ τῶν ἀριστέων ἀπογινωσκόντων τὴν σωτηρίαν, φασὶν Ὀρφέα, τῆς τελετῆς μόνον τῶν συμπλεόντων μετεσχηκότα, ποιήσασθαι τοῖς Σαμόθρᾳξι τὰς ὑπὲρ τῆς σωτηρίας εὐχάς.
当大风暴来袭、英雄们对生还感到绝望时,据说在同行乘船的人中唯一参加过该秘仪的奥菲斯,向萨莫色雷斯的神纪们作了求生祈祷。
§4.43.2εὐθὺς δὲ τοῦ πνεύματος ἐνδόντος, καὶ δυοῖν ἀστέρων ἐπὶ τὰς τῶν Διοσκόρων κεφαλὰς ἐπιπεσόντων, ἅπαντας μὲν ἐκπλαγῆναι τὸ παράδοξον, ὑπολαβεῖν δὲ θεῶν προνοίᾳ τῶν κινδύνων ἑαυτοὺς ἀπηλλάχθαι.
随即,风势减弱,两颗星落在了狄奥斯库罗伊的头上,所有人无不对这奇异的景象感到惊异,并认为由于神明的保佑,自己已脱离了危险。
διὸ καὶ τοῖς ἐπιγινομένοις παραδοσίμου γεγενημένης τῆς περιπετείας, ἀεὶ τοὺς χειμαζομένους τῶν πλεόντων εὐχὰς μὲν τίθεσθαι τοῖς Σαμόθρᾳξι, τὰς δὲ τῶν ἀστέρων παρουσίας ἀναπέμπειν εἰς τὴν τῶν Διοσκόρων ἐπιφάνειαν.
因此,这一事件在后世流传开来,凡是在航行中遭遇风暴的人,总是向萨莫色雷斯的神明祈祷,并将群星的出现归于狄奥斯库罗伊的显现。
§4.43.3οὐ μὴν ἀλλὰ τότε λήξαντος τοῦ χειμῶνος ἀποβῆναι μὲν τοὺς ἀριστεῖς τῆς Θρᾴκης εἰς τὴν ὑπὸ Φινέως βασιλευομένην χώραν, περιπεσεῖν δὲ δυσὶ νεανίσκοις ἐπὶ τιμωρίᾳ διωρυγμένοις καὶ μάστιξι πληγὰς συνεχεῖς λαμβάνουσι· τούτους δʼ ὑπάρχειν Φινέως υἱοὺς καὶ Κλεοπάτρας, ἥν φασιν ἐξ Ὠρειθυίας τῆς Ἐρεχθέως γεννηθῆναι καὶ Βορέου, διὰ μητρυιᾶς τόλμαν καὶ διαβολὰς ψευδεῖς τυγχάνοντας ὑπὸ τοῦ πατρὸς ἀδίκως τῆς προειρημένης τιμωρίας·
总之,当时风暴平息后,英雄们在色雷斯登陆,进入了菲纽斯统治的国土,并碰到了两个因受罚而被关在深沟中、正遭受鞭子连续抽打的年轻人;据说他们是菲纽斯和克娄巴特拉的儿子,克娄巴特拉据说是由埃雷赫修斯的女儿奥雷堤亚和玻瑞阿斯所生,而这两个年轻人因为继母的险恶行为和虚假诽谤,正无辜地承受着父亲给他们的上述惩罚。
§4.43.4τὸν γὰρ Φινέα γεγαμηκότα Ἰδαίαν τὴν Δαρδάνου τοῦ Σκυθῶν βασιλέως θυγατέρα, καὶ διὰ τὸν πρὸς αὐτὴν ἔρωτα πάντα χαριζόμενον, πιστεῦσαι διότι τῇ μητρυιᾷ βίαν ἐφʼ ὕβρει προσήγαγον οἱ πρόγονοι, βουλόμενοι τῇ μητρὶ χαρίζεσθαι.
因为菲纽斯娶了斯基泰国王达耳达诺斯的女儿伊代娅,并因对她的爱而一切顺从她,从而相信了前妻的儿子们为了讨好自己的母亲,而对继母施加暴力以肆意羞辱。
§4.43.5τῶν δὲ περὶ τὸν Ἡρακλέα παραδόξως ἐπιφανέντων, φασὶ τοὺς μὲν ἐν ταῖς ἀνάγκαις ὄντας ἐπικαλέσασθαι καθάπερ θεοὺς τοὺς ἀριστεῖς, καὶ τὰς αἰτίας δηλώσαντας τῆς τοῦ πατρὸς παρανομίας δεῖσθαι τῶν ἀτυχημάτων αὐτοὺς ἐξελέσθαι.
当赫拉克勒斯一行人出乎意料地出现时,据说那些身处苦境的人像对待神明一样呼求这些英雄,并在说明了他们父亲无法无天的行为原因后,请求英雄们将他们从不幸中解救出来。

词汇与语法注释

  1. 4.43.1τοῖς Σαμόθρᾳξι — 与格形式的 τοῖς Σαμόθρᾳξι 不仅仅指“萨莫色雷斯人”,而是指在萨莫色雷斯岛上受崇拜的神明(如卡贝里神),在此作为祈祷的对象(与格)。
  2. 4.43.3διωρυγμένοις — 动词 διορύσσω(挖掘)的完成时被动分词与格。在此表示年轻人们“被囚禁在(地面挖出的)沟渠或坑洞中”的状态。
  3. 4.43.4οἱ πρόγονοι — 词汇 πρόγονος 通常意为“祖先”,但在此处指的是菲纽斯前妻(克娄巴特拉)的孩子们,即“前妻的儿子们(继子)”,这是一种非常罕见的用法。
  4. 4.43.5δεῖσθαι τῶν ἀτυχημάτων αὐτοὺς ἐξελέσθαι — 依赖于 δεῖσθαι(请求)的“对格+不定式”结构。αὐτοὺς 是不定式 ἐξελέσθαι 的逻辑主语(请求英雄们救出),而属格 τῶν ἀτυχημάτων 则是被 ἐξελέσθαι(救出)所支配的分离(夺格性)属格。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.43.1-4.43.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.43.1-4.43.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。