§4.44.1τὸν δὲ Φινέα πικρῶς ἀπαντήσαντα τοῖς ξένοις παραγγεῖλαι μηδὲν τῶν καθʼ ἑαυτὸν πολυπραγμονεῖν·
しかしピネウスは、異邦人たちに対して厳しく応対し、自分の事柄に一切干渉せぬよう命じた。
μηδένα γὰρ πατέρα λαβεῖν παρʼ υἱῶν ἑκουσίως τιμωρίαν, εἰ μὴ τῷ μεγέθει τῶν ἀδικημάτων ὑπέρθοιντο τὴν φυσικὴν §4.44.2τῶν γονέων εἰς τέκνα φιλοστοργίαν.
なぜなら、悪行の大きさが、親が子に対して抱く自然な愛情を凌駕するのでなければ、いかなる父親も進んで我が子を処罰することはないからである、という。
ἐνταῦθα συμπλέοντας τοῖς περὶ τὸν Ἡρακλέα τοὺς ἐπικαλουμένους μὲν Βορεάδας, ἀδελφοὺς δʼ ὄντας Κλεοπάτρας, λέγεται διὰ τὴν συγγένειαν πρώτους ὁρμῆσαι πρὸς τὴν βοήθειαν, καὶ τοὺς μὲν περικειμένους τοῖς νεανίσκοις δεσμοὺς περιρρῆξαι, τοὺς δʼ ἐναντιουμένους τῶν βαρβάρων ἀποκτεῖναι.
その場において、ヘラクレスの一行とともに航海していた、ボレアデスと呼ばれ、クレオパトラの兄弟にあたる者たちが、血縁関係のゆえに真っ先に救助へと駆けつけ、若者たちの身を縛っていた縄を引き裂き、抵抗する蛮人たちを殺害したと言われている。
§4.44.3ὁρμήσαντος δὲ τοῦ Φινέως πρὸς μάχην, καὶ τοῦ πλήθους τῶν Θρᾳκῶν συνδραμόντος, φασὶ τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνισάμενον αὐτόν τε τὸν Φινέα καὶ τῶν ἄλλων οὐκ ὀλίγους ἀνελεῖν, τὸ δὲ τελευταῖν, τὸ δὲ τελευταῖον κρατήσαντα τῶν βασιλείων τὴν μὲν Κλεοπάτραν τὴς φυλακῆς προαγαγεῖν, τοῖς δε Φινείδαις ἀποκαταστῆσαι τὴν πατρῴαν ἀρχήν·
ピネウスが戦いへと突進し、トラキア人の群衆が駆け集まると、ヘラクレスが誰よりも目覚ましく戦って、ピネウス自身と他の少なからぬ者たちを討ち取り、最後には宮廷を制圧して、クレオパトラを幽閉から連れ出し、ピネウスの息子たちに父祖の支配権を取り戻してやった、と言われている。
βουλομένων δʼ αὐτῶν τὴν μητρυιὰν μετʼ αἰκίας ἀποκτεῖναι, πεῖσαι τῆς μὲν τιμωρίας ταύτης ἀποστῆναι, πρὸς δὲ τὸν πατέρα πέμψαντας εἰς τὴν Σκυθίαν ἐκεῖνον παρακαλέσαι τῶν εἰς αὐτοὺς ἀνομημάτων λαβεῖν κόλασιν.
また、息子たちが継母を虐待して殺害しようとしたとき、ヘラクレスは彼らを説得してその処罰を思いとどまらせ、彼女をシキタイにいる彼女の父親のもとに送り、自分たちに対する不法行為の処罰をその父親に求めるよう促した、と言われている。
§4.44.4οὗ γενηθέντος τὸν μὲν Σκύθην τῆς θυγατρὸς καταγνῶναι θάνατον, τοὺς δʼ ἐκ τῆς Κλεοπάτρας υἱοὺς ἀπενέγκασθαι παρὰ τοῖς Θρᾳξὶ δόξαν ἐπιεικείας.
これが実行されると、そのスキタイ人は娘に死刑を宣告し、クレオパトラの息子たちはトラキア人の間で寛大であるという評判を得た。
οὐκ ἀγνοῶ δὲ διότι τινὲς τῶν μυθογράφων τυφλωθῆναί φασι τοὺς Φινείδας ὑπὸ τοῦ πατρός, καὶ τὸν Φινέα τῆς ὁμοίας τυχεῖν συμφορᾶς ὑπὸ Βορέου.
しかし、神話作家の中には、ピネウスの息子たちが父親によって盲目にされ、ピネウス自身もボレアスによって同様の災厄に遭ったと言う者もいることを、私は知っている。
§4.44.5ὁμοίως δὲ καὶ τὸν Ἡρακλέα τινὲς παραδεδώκασι πρὸς ὑδρείαν ἐξελθόντα κατὰ τὴν Ἀσίαν ὑπὸ τῶν Ἀργοναυτῶν ἐπὶ τῆς χώρας ἀπολειφθῆναι.
同様に、ヘラクレスがアジアで水汲みに出かけた際にアルゴナウタイによってその土地に置き去りにされた、と伝える者もいる。
καθόλου δὲ τοὺς παλαιοὺς μύθους οὐχ ἁπλῆν οὐδὲ συμπεφωνημένην ἱστορίαν ἔχειν συμβέβηκε·
一般に、古代の神話が、単純でも、また一致してもいない歴史を持っているのは、やむを得ないことである。
§4.44.6διόπερ οὐ χρὴ θαυμάζειν, ἐάν τινα τῶν ἀρχαιολογουμένων μὴ συμφώνως ἅπασι τοῖς ποιηταῖς καὶ συγγραφεῦσι συγκρίνωμεν.
それゆえ、古代の歴史に関する記述の中で、すべての詩人や歴史家と一致しない形で我々が叙述したとしても、驚くには及ばない。
οὐ μὴν ἀλλὰ καὶ τοὺς Φινείδας λέγεται τὴν βασιλείαν παραδόντας τῇ μητρὶ Κλεοπάτρᾳ συστρατεῦσαι τοῖς ἀριστεῦσιν.
ともあれ、ピネウスの息子たちは王位を母親のクレオパトラに譲り、英雄たちとともに遠征に加わったと言われている。
§4.44.7ἀναχθέντας δʼ αὐτοὺς ἐκ τῆς Θρᾴκης καὶ κομισθέντας εἰς τὸν Πόντον προσχεῖν τῇ Ταυρικῇ, τὴν ἀγριότητα τῶν ἐγχωρίων ἀγνοοῦντας·
彼らはトラキアから出航し、ポントスへと運ばれてタウリケに寄港したが、現地の者たちの残虐さを知らなかった。
νόμιμον γὰρ εἶναι τοῖς τὴν χώραν ταύτην οἰκοῦσι βαρβάροις θύειν Ἀρτέμιδι Ταυροπόλῳ τοὺς καταπλέοντας ξένους·
というのも、その土地に住む野蛮人たちの間では、航海してくる異邦人をタウロポロス・アルテミスに生贄として捧げるのが習わしだったからである。
παρʼ οἷς φασι τὴν Ἰφιγένειαν ἐν τοῖς ὕστερον χρόνοις ἱέρειαν τῆς εἰρημένης θεοῦ κατασταθεῖσαν θύειν τοὺς ἁλισκομένους.
彼らのもとで、後年、イピゲネイアが上述の女神の巫女に任命され、捕らえられた人々を生贄に捧げたと言われている。