Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.42.1-4.42.7

赫拉克勒斯斩杀海怪并解救赫西俄涅

第 278 段,共 406 段 · 希腊语

内容简介

阿尔戈英雄在风暴后登陆锡盖乌姆,发现被绑起来作为海怪祭品的公主赫西俄涅。赫拉克勒斯在承诺以无敌骏马为赏赐后杀死了海怪,救出了她。

§4.42.1προκρίναντας κατʼ ἀνδρείαν.
因为他的勇敢而推选了他。
ἔπειτʼ ἐκ τῆς Ἰωλκοῦ τὸν ἔκπλουν ποιησαμένους, καὶ παραλλάξαντας τόν τε Ἄθω καὶ Σαμοθρᾴκην, χειμῶνι περιπεσεῖν, καὶ προσενεχθῆναι τῆς Τρῳάδος πρὸς Σίγειον.
随后,他们从约尔科斯启航,绕过阿索斯山和萨莫色雷斯岛后,遭遇了风暴,并被漂流到特罗阿斯地区的锡盖乌姆。
ἐνταῦθα δʼ αὐτῶν τὴν ἀπόβασιν ποιησαμένων, εὑρεθῆναί φασι παρθένον δεδεμένην παρὰ τὸν αἰγιαλὸν διὰ τοιαύτας αἰτίας.
据说,当他们在此登陆时,发现一个少女因如下原因被绑在海岸边。
§4.42.2λέγεται τὸν Ποσειδῶνα διὰ τὴν μυθολογουμένην τῶν Τρωικῶν τειχῶν κατασκευὴν μηνίσαντα Λαομέδοντι τῷ βασιλεῖ κῆτος ἀνεῖναι ἐκ τοῦ πελάγους πρὸς τὴν χώραν· ὑπὸ δὲ τούτου τούς τε παρὰ τὸν αἰγιαλὸν διατρίβοντας καὶ τοὺς γεωργοῦντας τὴν παραθαλάττιον παραδόξως συναρπάζεσθαι· πρὸς δὲ τούτοις λοιμὸν ἐμπεσεῖν εἰς τὰ πλήθη καὶ καρπῶν παντελῆ φθοράν, ὥστε πάντας ἐκπλήττεσθαι τὸ μέγεθος τῆς περιστάσεως.
据说波塞冬因为神话中修建特洛伊城墙一事对国王拉奥墨冬动怒,从深海向该地区派出了一只海怪;由于这只海怪,在海岸边活动的人和在沿海耕作的人都出乎意料地被掳走;此外,瘟疫降临到民众身上,庄稼也彻底毁灭,以至于所有人都在这巨大灾难前惊骇不已。
§4.42.3διὸ καὶ συντρεχόντων τῶν ὄχλων εἰς ἐκκλησίαν καὶ ζητούντων ἀπαλλαγὴν τῶν ἀτυχημάτων, λέγεται τὸν βασιλέα πέμψαι πρὸς τὸν Ἀπόλλω τοὺς ἐπερωτήσοντας περὶ τῶν συμβεβηκότων.
因此,当民众聚集在公民大会上寻求摆脱不幸的方法时,据说国王派人去阿波罗那里询问发生这些事的原因。
ἐκπεσόντος οὖν χρησμοῦ μῆνιν ὑπάρχειν Ποσειδῶνος, καὶ τότε ταύτην λήξειν ὅταν οἱ Τρῶες τὸ λαχὸν τῶν τέκνων ἑκουσίως παραδῶσι βορὰν τῷ κήτει, φασὶν ἁπάντων εἰς τὸν κλῆρον ἐμβαινόντων ἐπανελθεῖν εἰς Ἡσιόνην τὴν τοῦ βασιλέως θυγατέρα·
神谕下达,指出这是波塞冬的愤怒,只有当特洛伊人自愿将抽中签的孩子交出作为海怪的食物时,这愤怒才会平息。 据说,当所有人参与抽签时,签落在了国王的女儿赫西俄涅身上。
§4.42.4διόπερ τὸν Λαομέδοντα συναναγκασθέντα παραδοῦναι τὴν παρθένον καὶ δεσμοῖς καταλαβόμενον ἀπολιπεῖν παρὰ τὸν αἰγιαλόν.
因此,拉奥墨冬被迫交出少女,用锁链将她缚住并留在了海岸边。
§4.42.5ἐνταῦθα δὲ τὸν μὲν Ἡρακλέα μετὰ τῶν Ἀργοναυτῶν τὴν ἀπόβασιν ποιησάμενον, καὶ μαθόντα παρὰ τῆς κόρης τὴν περιπέτειαν, ἀναρρῆξαι μὲν τοὺς περὶ τὸ σῶμα δεσμούς, ἀναβάντα δʼ εἰς τὴν πόλιν ἐπαγγείλασθαι τῷ βασιλεῖ διαφθερεῖν τὸ κῆτος.
此时,赫拉克勒斯与阿尔戈英雄们一同登陆,从少女那里得知了事情的来龙去脉,便斩断了她身上的锁链,进城向国王许诺他将消灭海怪。
§4.42.6τοῦ δὲ Λαομέδοντος ἀποδεξαμένου τὸν λόγον καὶ δωρεὰν δώσειν ἐπαγγειλαμένου τὰς ἀνικήτους ἵππους, φασὶ τὸ μὲν κῆτος ὑφʼ Ἡρακλέους ἀναιρεθῆναι, τῇ δʼ Ἡσιόνῃ δοθῆναι τὴν ἐξουσίαν εἴτε βούλοιτο μετὰ τοῦ σώσαντος ἀπελθεῖν εἴτε μετὰ τῶν γονέων καταμένειν ἐν τῇ πατρίδι.
当拉奥墨冬接受了这一提议并承诺将无敌的骏马作为赏赐时,据说海怪被赫拉克勒斯杀死,而赫西俄涅被赋予了选择权,无论她是想与拯救者一同离去,还是与父母一起留在祖国。
τὴν μὲν οὖν κόρην ἑλέσθαι τὸν μετὰ τοῦ ξένου βίον, οὐ μόνον τὴν εὐεργεσίαν τῆς συγγενείας προκρίνασαν, ἀλλὰ καὶ φοβουμένην μὴ πάλιν φανέντος κήτους πρὸς τὴν ὁμοίαν ὑπὸ τῶν πολιτῶν ἐκτεθῇ τιμωρίαν.
于是少女选择与异乡人一同生活,这不仅是因为她认为所受的恩惠重于血缘,也是因为她担心如果海怪再次出现,她会再次被市民置于同样被遗弃的惩罚中。
§4.42.7τὸν δʼ Ἡρακλέα δώροις καὶ τοῖς προσήκουσι ξενίοις λαμπρῶς τιμηθέντα τὴν Ἡσιόνην καὶ τὰς ἵππους παραθέσθαι τῷ Λαομέδοντι, συνταξάμενον μετὰ τὴν ἐκ Κόλχων ἐπάνοδον ἀπολήψεσθαι, αὐτὸν δʼ ἀναχθῆναι μετὰ τῶν Ἀργοναυτῶν κατὰ σπουδὴν ἐπὶ τὸν προκείμενον ἆθλον.
赫拉克勒斯在受到礼物和适当款待的热烈款待后,将赫西俄涅和骏马托付给拉奥墨冬,约定在从科尔基斯归来后再收回它们,而他自己则与阿尔戈英雄们匆忙启航,前往眼前的任务。

词汇与语法注释

  1. 4.42.1προκρίναντας — 宾格、复数、不定过去时分词,与前一句中不定式 ἑλέσθαι 的隐含主语(阿尔戈英雄们)一致。
  2. 4.42.3τὸ λαχὸν τῶν τέκνων — λαχόν 是 λαγχάνω(抽中)的单数中性不定过去时主动分词,带有冠词 τό,作名词性使用,意为“抽中签的人”。τῶν τέκνων 是部分属格。
  3. 4.42.3ἐπανελθεῖν — 意为“返回”的不定式,在此处用于表示签(κλῆρος)“落在”或“归于”特定的人(赫西俄涅)。
  4. 4.42.6τὰς ἀνικήτους ἵππους — 名词 ἵππος(马)通常为阳性,但在此处被处理为阴性复数(带有阴性宾格冠词 τὰς 和形容词 ἀνικήτους)。在希腊语中,阴性常用于指代良马或母马。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.42.1-4.42.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.42.1-4.42.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。