Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.42.1-4.42.7

ヘラクレスによる海獣退治とヘシオネの救出

278 / 406 箇所 · ギリシア語

要旨

アルゴナウタイは嵐を避けてシゲイオンに上陸し、そこで怪獣の生贄として縛られていた王女ヘシオネを発見する。ヘラクレスはラオメドン王と無敵の馬を褒美とする約束を交わし、怪獣を退治して彼女を救出した。

§4.42.1προκρίναντας κατʼ ἀνδρείαν.
彼らは彼を勇気によって選んだ。
ἔπειτʼ ἐκ τῆς Ἰωλκοῦ τὸν ἔκπλουν ποιησαμένους, καὶ παραλλάξαντας τόν τε Ἄθω καὶ Σαμοθρᾴκην, χειμῶνι περιπεσεῖν, καὶ προσενεχθῆναι τῆς Τρῳάδος πρὸς Σίγειον.
それから彼らはイオルコスから船出し、アトス山とサモトラケを通り過ぎたのち、嵐に遭遇し、トロアス地方のシゲイオンへと漂着した。
ἐνταῦθα δʼ αὐτῶν τὴν ἀπόβασιν ποιησαμένων, εὑρεθῆναί φασι παρθένον δεδεμένην παρὰ τὸν αἰγιαλὸν διὰ τοιαύτας αἰτίας.
ここで彼らが上陸したところ、以下のような理由によって海岸に縛り付けられている乙女が発見された、と言われている。
§4.42.2λέγεται τὸν Ποσειδῶνα διὰ τὴν μυθολογουμένην τῶν Τρωικῶν τειχῶν κατασκευὴν μηνίσαντα Λαομέδοντι τῷ βασιλεῖ κῆτος ἀνεῖναι ἐκ τοῦ πελάγους πρὸς τὴν χώραν·
ポセイドンが、神話に語られるトロイアの城壁建設のゆえに、王ラオメドンに対して怒り、海からその土地へと怪獣を送り込んだと言われている。
ὑπὸ δὲ τούτου τούς τε παρὰ τὸν αἰγιαλὸν διατρίβοντας καὶ τοὺς γεωργοῦντας τὴν παραθαλάττιον παραδόξως συναρπάζεσθαι·
そしてこの怪獣によって、海岸近くで過ごしている者たちや、沿岸部で耕作している者たちが、不意に連れ去られた。
πρὸς δὲ τούτοις λοιμὸν ἐμπεσεῖν εἰς τὰ πλήθη καὶ καρπῶν παντελῆ φθοράν, ὥστε πάντας ἐκπλήττεσθαι τὸ μέγεθος τῆς περιστάσεως.
これに加えて、疫病が民衆に襲いかかり、作物の完全な破滅がもたらされたため、すべての者がその事態の甚大さに驚愕した。
§4.42.3διὸ καὶ συντρεχόντων τῶν ὄχλων εἰς ἐκκλησίαν καὶ ζητούντων ἀπαλλαγὴν τῶν ἀτυχημάτων, λέγεται τὸν βασιλέα πέμψαι πρὸς τὸν Ἀπόλλω τοὺς ἐπερωτήσοντας περὶ τῶν συμβεβηκότων.
それゆえ、群衆が民会に集まり、災厄からの解放を求めたので、王は起こった出来事について尋ねるための使者をアポロンのもとへ派遣したと言われている。
ἐκπεσόντος οὖν χρησμοῦ μῆνιν ὑπάρχειν Ποσειδῶνος, καὶ τότε ταύτην λήξειν ὅταν οἱ Τρῶες τὸ λαχὸν τῶν τέκνων ἑκουσίως παραδῶσι βορὰν τῷ κήτει, φασὶν ἁπάντων εἰς τὸν κλῆρον ἐμβαινόντων ἐπανελθεῖν εἰς Ἡσιόνην τὴν τοῦ βασιλέως θυγατέρα·
神託が下り、ポセイドンの怒りがあること、そしてトロイア人がくじの当たった自分たちの子どもを自発的に怪獣の餌食として差し出す時に初めてこの怒りが止むであろうと告げられた。 そこで全員がくじ引きに参加したところ、王の娘ヘシオネにくじが当たったと言われている。
§4.42.4διόπερ τὸν Λαομέδοντα συναναγκασθέντα παραδοῦναι τὴν παρθένον καὶ δεσμοῖς καταλαβόμενον ἀπολιπεῖν παρὰ τὸν αἰγιαλόν.
それゆえ、ラオメドンは乙女を引き渡すことを余儀なくされ、彼女を鎖で縛りつけて海岸に残した。
§4.42.5ἐνταῦθα δὲ τὸν μὲν Ἡρακλέα μετὰ τῶν Ἀργοναυτῶν τὴν ἀπόβασιν ποιησάμενον, καὶ μαθόντα παρὰ τῆς κόρης τὴν περιπέτειαν, ἀναρρῆξαι μὲν τοὺς περὶ τὸ σῶμα δεσμούς, ἀναβάντα δʼ εἰς τὴν πόλιν ἐπαγγείλασθαι τῷ βασιλεῖ διαφθερεῖν τὸ κῆτος.
ここで、ヘラクレスはアルゴナウタイとともに上陸し、少女からことの経緯を聞くと、彼女の体の周りの鎖を断ち切り、町に上って王に怪獣を退治することを約束した。
§4.42.6τοῦ δὲ Λαομέδοντος ἀποδεξαμένου τὸν λόγον καὶ δωρεὰν δώσειν ἐπαγγειλαμένου τὰς ἀνικήτους ἵππους, φασὶ τὸ μὲν κῆτος ὑφʼ Ἡρακλέους ἀναιρεθῆναι, τῇ δʼ Ἡσιόνῃ δοθῆναι τὴν ἐξουσίαν εἴτε βούλοιτο μετὰ τοῦ σώσαντος ἀπελθεῖν εἴτε μετὰ τῶν γονέων καταμένειν ἐν τῇ πατρίδι.
ラオメドンがこの提案を受け入れ、褒美として無敵の馬たちを与えると約束したため、怪獣はヘラクレスによって退治され、ヘシオネには救出者とともに去るか、あるいは両親とともに祖国に残るかの自由が与えられたと言われている。
τὴν μὲν οὖν κόρην ἑλέσθαι τὸν μετὰ τοῦ ξένου βίον, οὐ μόνον τὴν εὐεργεσίαν τῆς συγγενείας προκρίνασαν, ἀλλὰ καὶ φοβουμένην μὴ πάλιν φανέντος κήτους πρὸς τὴν ὁμοίαν ὑπὸ τῶν πολιτῶν ἐκτεθῇ τιμωρίαν.
そこで少女は、血縁よりも受けた恩義を重んじただけでなく、再び怪獣が現れた際に市民たちによって同様の罰に晒されることを恐れたため、異邦人とともに生きる道を選んだ。
§4.42.7τὸν δʼ Ἡρακλέα δώροις καὶ τοῖς προσήκουσι ξενίοις λαμπρῶς τιμηθέντα τὴν Ἡσιόνην καὶ τὰς ἵππους παραθέσθαι τῷ Λαομέδοντι, συνταξάμενον μετὰ τὴν ἐκ Κόλχων ἐπάνοδον ἀπολήψεσθαι, αὐτὸν δʼ ἀναχθῆναι μετὰ τῶν Ἀργοναυτῶν κατὰ σπουδὴν ἐπὶ τὸν προκείμενον ἆθλον.
ヘラクレスは、贈り物やふさわしいもてなしによって華麗に名誉を称えられた後、ヘシオネと馬たちをラオメドンに預け、コルキスからの帰還の後にそれらを受け取ることを約束し、自らはアルゴナウタイとともに急いで目の前の試練に向けて出帆した。

語釈・文法注

  1. 4.42.1προκρίναντας — 対格・複数・アオリスト分詞であり、前文の不定詞 ἑλέσθαι(選んだ)の暗黙の主語(アルゴナウタイの勇士たち)と一致する。
  2. 4.42.3τὸ λαχὸν τῶν τέκνων — λαχόν は λαγχάνω(くじで当たる)のアオリスト能動態分詞中性単数形であり、冠詞 τό を伴って「くじに当たった者」として名詞的に機能している。τῶν τέκνων は部分属格。
  3. 4.42.3ἐπανελθεῖν — 「戻ってくる」を意味する不定詞だが、ここではくじ(κλῆρος)が特定の人物に「当たる」「帰着する」という意味で用いられている。
  4. 4.42.6τὰς ἀνικήτους ἵππους — ἵππος(馬)は通常男性名詞だが、ここでは女性名詞の複数形(女性対格の冠詞 τὰς および形容詞 ἀνικήτους を伴う)として扱われている。ギリシア語では、特定の良質な馬や牝馬を指す際に女性名詞が好まれる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.42.1-4.42.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.42.1-4.42.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。