§4.41.1καὶ πρῶτον μὲν περὶ τὸ Πήλιον ναυπηγήσασθαι σκάφος, πολὺ τῷ μεγέθει καὶ τῇ λοιπῇ κατασκευῇ τὴν τότε συνήθειαν ὑπερβάλλον, διὰ τὸ σχεδίαις πλεῖν τοὺς τότε ἀνθρώπους καὶ μικροῖς παντελῶς ἀκατίοις.
首先,他在佩利翁山附近建造了一艘船,其大小和其余装备都远远超过了当时的惯例,因为那时的人们只用木筏和极小的船只航行。
διὸ καὶ τῶν ἰδόντων αὐτὸ τότε καταπληττομένων, καὶ τῆς φήμης διαδοθείσης κατὰ τὴν Ἑλλάδα περί τε τοῦ ἄθλου καὶ τῆς κατὰ τὴν ναυπηγίαν ἐπιβολῆς, οὐκ ὀλίγους τῶν ἐν ὑπεροχαῖς νεανίσκων ἐπιθυμῆσαι μετασχεῖν τῆς στρατείας.
因此,当时看见这艘船的人都大为震惊,关于这项功绩和造船企图的传闻也传遍了整个希腊,使得不少出身高贵的年轻人渴望参加这次远征。
§4.41.2Ἰάσονα δὲ καθελκύσαντα τὸ σκάφος καὶ κοσμήσαντα πᾶσι τοῖς ἀνήκουσι πρὸς ἔκπληξιν λαμπρῶς, ἐκλέξαι τῶν ὀρεγομένων τῆς αὐτῆς προαιρέσεως τοὺς ἐπιφανεστάτους ἀριστεῖς, ὥστε σὺν αὐτῷ τοὺς ἅπαντας εἶναι πεντήκοντα καὶ τέτταρας.
伊阿宋将船下水,并用一切能令人惊叹的器物将其装饰得金碧辉煌,随后从抱有相同志向的渴望者中挑选了最杰出的勇士,使他们加上他自己总共有五十四人。
τούτων δʼ ὑπάρχειν ἐνδοξοτάτους Κάστορα καὶ Πολυδεύκην, ἔτι δʼ Ἡρακλέα καὶ Τελαμῶνα, πρὸς δὲ τούτοις Ὀρφέα καὶ τὴν Σχοινέως Ἀταλάντην, ἔτι δὲ τοὺς Θεσπίου παῖδας καὶ αὐτὸν τὸν στελλόμενον τὸν πλοῦν ἐπὶ τὴν Κολχίδα.
在这些人中,最著名的有卡斯托耳和波吕丢刻斯,此外还有赫拉克勒斯和忒拉蒙,此外还有奥非乌斯和斯科伊纽斯之女阿塔兰忒,此外还有忒斯庇乌斯的儿子们,以及准备启航前往科尔基斯的伊阿宋本人。
§4.41.3τὴν δὲ ναῦν Ἀργὼ προσαγορευθῆναι κατὰ μέν τινας τῶν μυθογράφων ἀπὸ τοῦ τὸ σκάφος ἀρχιτεκτονήσαντος Ἄργου καὶ συμπλεύσαντος ἕνεκα τοῦ θεραπεύειν ἀεὶ τὰ πονοῦντα μέρη τῆς νεώς, ὡς δʼ ἔνιοι λέγουσιν ἀπὸ τῆς περὶ τὸ τάχος ὑπερβολῆς, ὡς ἂν τῶν ἀρχαίων ἀργὸν τὸ ταχὺ προσαγορευόντων.
至于这艘船被称为“阿尔戈”,根据一些神话作家的说法,是因为阿尔戈斯设计了这艘船,并为了随时修补船只受损的部分而一同航行;但正如有些人所说,是因为其无与伦比的速度,因为古人将迅速之物称为“阿尔戈斯”。
τοὺς δʼ οὖν ἀριστεῖς συνελθόντας ἑλέσθαι σφῶν αὐτῶν στρατηγὸν Ἡρακλέα,
无论如何,聚集起来的勇士们选举赫拉克勒斯为他们的统帅,