Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.40.1-4.40.5

阿尔戈英雄远征的起因与珀利阿斯的阴谋

第 276 段,共 406 段 · 希腊语

内容简介

引入了与赫拉克勒斯一同远征的阿尔戈英雄的故事,阐述了伊阿宋如何因珀利阿斯国王的阴谋,为追求名声而踏上前往科尔基斯寻找金羊毛的危险冒险。

§4.40.1παραλελοίπαμεν.
我们没有遗漏。
περὶ δὲ τῶν Ἀργοναυτῶν, ἐπειδὴ τούτοις Ἡρακλῆς συνεστράτευσεν, οἰκεῖον ἂν εἴη διελθεῖν περὶ αὐτῶν.
但关于阿尔戈英雄,既然赫拉克勒斯曾与他们一同远征,那么详细叙述他们的事情将是适当的。
Ἰάσονα γενέσθαι λέγουσιν υἱὸν μὲν Αἴσονος, ἀδελφιδοῦν δὲ Πελίου τοῦ Θετταλῶν βασιλέως, ῥώμῃ δὲ σώματος καὶ ψυχῆς λαμπρότητι διενέγκαντα τῶν ἡλικιωτῶν ἐπιθυμῆσαί τι πρᾶξαι μνήμης ἄξιον.
人们说,伊阿宋是埃宋之子,是色萨利国王珀利阿斯的侄子,他在身体的强健和灵魂的卓越上都超越了同辈人,因而渴望做出一些值得纪念的事业。
§4.40.2ὁρῶντα δὲ τῶν πρὸ αὐτοῦ Περσέα καὶ τινας ἄλλους διὰ τὰς ὑπερορίους στρατείας καὶ τὸ παράβολον τῶν ἄθλων δόξης ἀειμνήστου τετευχότας, ζηλῶσαι τὰς προαιρέσεις αὐτῶν.
他看到在他之前的珀耳修斯和其他一些人,因为跨境远征和冒险的功勋而获得了永恒的名声,便效仿他们的志向。
διὸ καὶ τὴν ἐπιβολὴν ἀνακοινωσάμενον τῷ βασιλεῖ ταχέως λαβεῖν αὐτὸν συγκάταινον, οὐχ οὕτω τοῦ Πελίου σπεύδοντος προαγαγεῖν εἰς ἐπιφάνειαν τὸν νεανίσκον ὡς ἐλπίζοντος ἐν ταῖς παραβόλοις στρατείαις διαφθαρήσεσθαι·
因此,他向国王透露了自己的企图,并迅速得到了国王的同意,这倒不是因为珀利阿斯急于提携这个年轻人使之出人头地,而是因为他希望他会在这些危险的远征中丧生。
§4.40.3αὐτὸν μὲν γὰρ ἐκ φύσεως ἐστερῆσθαι παίδων ἀρρένων, τὸν δʼ ἀδελφὸν εὐλαβεῖσθαι μήποτε συνεργὸν ἔχων τὸν υἱὸν ἐπίθηται τῇ βασιλείᾳ.
因为珀利阿斯本人天生没有男嗣,他提防着自己的兄弟,担心其以儿子为帮手,有朝一日会篡夺王位。
κρύπτοντα δὲ τὴν ὑποψίαν ταύτην, καὶ τὰ πρὸς τὴν στρατείαν χρήσιμα χορηγήσειν ἐπαγγειλάμενον, παρακαλεῖν ἆθλον τελέσαι στειλάμενον τὸν πλοῦν εἰς Κόλχους ἐπὶ τὸ διαβεβοημένον τοῦ κριοῦ δέρος χρυσόμαλλον.
但他隐瞒了这一猜忌,并承诺将提供远征所需的物资,同时极力促使他去完成一项功绩,即乘船前往科尔基斯,去夺取那只著名的公羊的金羊毛。
§4.40.4τὸν δὲ Πόντον κατʼ ἐκείνους τοὺς χρόνους περιοικούμενον ὑπὸ ἐθνῶν βαρβάρων καὶ παντελῶς ἀγρίων ἄξενον προσαγορεύεσθαι, ξενοκτονούντων τῶν ἐγχωρίων τοὺς καταπλέοντας.
据说,当时的蓬托斯海周围居住着野蛮且完全凶残的部族,由于当地人会屠杀驶入那里的外来者,因而被称为“阿克塞诺斯”(不待客之海)。
§4.40.5Ἰάσονα δὲ δόξης ὀρεγόμενον καὶ τὸν ἆθλον δυσέφικτον μέν, οὐ κατὰ πᾶν δʼ ἀδύνατον κρίνοντα, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν ἐπιφανέστερον ἔσεσθαι διαλαμβάνοντα, παρασκευάσασθαι τὰ πρὸς τὴν ἐπιβολήν.
但伊阿宋渴望名声,并判定这项功绩虽然难以实现,但并非完全不可能,并认为正因如此自己才会变得更加显赫,于是便为这一企图做好了准备。

词汇与语法注释

  1. 4.40.1παραλελοίπαμεν — 该动词作为前一分卷末尾以否定形容词(οὐδὲν)开始的句子的谓语动词,跨越分卷边界完成了该句子的意思。
  2. 4.40.2οὐχ οὕτω τοῦ Πελίου σπεύδοντος ... ὡς ἐλπίζοντος — 属格独立结构。现在分词 σπεύδοντος 和 ἐλπίζοντος 与名词 τοῦ Πελίου 一致,并通过 οὐχ οὕτω ... 表达(不像……那样,而是因为……)进行对比并列。
  3. 4.40.3μήποτε συνεργὸν ἔχων τὸν υἱὸν ἐπίθηται — 由动词 εὐλαβεῖσθαι(提防、害怕)引导的表示担心的虚拟语气从句(μήποτε + 过去时虚拟语气 ἐπίθηται)。分词 ἔχων(拥有、作为助手)的主语是动词 ἐπίθηται 的主语埃宋(τὸν ἀδελφόν)。
  4. 4.40.3κρύπτοντα ... ἐπαγγειλάμενον ... παρακαλεῖν — 不定式 παρακαλεῖν 的逻辑主语是珀利阿斯,伴随的分词 κρύπτοντα κρύπτοντα 和 ἐπαγγειλάμενον 亦以宾格修饰珀利阿斯。另一方面,被劝说的主体(伊阿宋)在此处被省略,但由作为不定式 τελέσαι 主语的分词 στειλάμενον(宾格)暗示出来。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.40.1-4.40.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.40.1-4.40.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。