Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.39.1-4.39.4

赫拉克勒斯崇拜的传播与天界接纳

第 275 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯升格为神后,在全希腊及居住世界兴起了对他的崇敬祭祀。文中叙述了赫拉在宙斯劝说下通过模拟分娩收养他并将其女赫柏许配于他,以及他因顾及其他神明而婉拒列入十二主神之列的逸话。

§4.39.1διόπερ ὡς ἥρωι ποιήσαντες ἁγισμοὺς καὶ χώματα κατασκευάσαντες ἀπηλλάγησαν εἰς Τραχῖνα.
因此,他们为他举行了针对英雄的祭祀,并修筑了坟冢,然后离去前往特拉克斯。
μετὰ δὲ τούτους Μενοίτιος ὁ Ἄκτορος υἱός, φίλος ὢν Ἡρακλεῖ, κάπρον καὶ ταῦρον καὶ κριὸν θύσας ὡς ἥρωι κατέδειξε κατʼ ἐνιαυτὸν ἐν Ὀποῦντι θύειν καὶ τιμᾶν ὡς ἥρωα τὸν Ἡρακλέα.
在他们之后,阿克托耳之子墨诺提俄斯作为赫拉克勒斯的朋友,向他献祭了公猪、公牛和公羊作为针对英雄的祭礼,并规定每年在奥普斯向赫拉克勒斯献祭,将其作为英雄加以崇敬。
τὸ παραπλήσιον δὲ καὶ τῶν Θηβαίων ποιησάντων, Ἀθηναῖοι πρῶτοι τῶν ἄλλων ὡς θεὸν ἐτίμησαν θυσίαις τὸν Ἡρακλέα, καὶ τοῖς ἄλλοις ἀνθρώποις παράδειγμα τὴν ἑαυτῶν εἰς τὸν θεὸν εὐσέβειαν ἀποδείξαντες προετρέψαντο τὸ μὲν πρῶτον ἅπαντας Ἕλληνας, μετὰ δὲ ταῦτα καὶ τοὺς κατὰ τὴν οἰκουμένην ἀνθρώπους ἅπαντας ὡς θεὸν τιμᾶν τὸν Ἡρακλέα.
当忒拜人也做了类似的事情时,雅典人在所有人中首先以祭祀将赫拉克勒斯作为神明来崇敬,并在向其他人展示了自己对这位神明的虔敬之后,起初劝导所有的希腊人,此后也劝导整个居住世界的所有人,将赫拉克勒斯作为神明来崇敬。
§4.39.2προσθετέον δʼ ἡμῖν τοῖς εἰρημένοις ὅτι μετὰ τὴν ἀποθέωσιν αὐτοῦ Ζεὺς Ἥραν μὲν ἔπεισεν υἱοποιήσασθαι τὸν Ἡρακλέα καὶ τὸ λοιπὸν εἰς τὸν ἅπαντα χρόνον μητρὸς εὔνοιαν παρέχεσθαι, τὴν δὲ τέκνωσιν γενέσθαι φασὶ τοιαύτην·
但我们必须在已说的话中补充一点,即在赫拉克勒斯升格为神之后,宙斯说服了赫拉收养他为子,并在今后的所有时间里向他展现母亲的慈爱。
τὴν Ἥραν ἀναβᾶσαν ἐπὶ κλίνην καὶ τὸν Ἡρακλέα προσλαβομένην πρὸς τὸ σῶμα διὰ τῶν ἐνδυμάτων ἀφεῖναι πρὸς τὴν γῆν, μιμουμένην τὴν ἀληθινὴν γένεσιν· ὅπερ μέχρι τοῦ νῦν ποιεῖν τοὺς βαρβάρους ὅταν θετὸν υἱὸν ποιεῖσθαι βούλωνται.
据说这次收养过程是这样的:赫拉登上一张床,将赫拉克勒斯贴近自己的身体,然后让其从衣服中滑落到地上,以此模仿真实的出生;直到今天,蛮族人在想要收养养子时仍会这样做。
§4.39.3τὴν δʼ Ἥραν μετὰ τὴν τέκνωσιν μυθολογοῦσι συνοικίσαι τὴν Ἥβην τῷ Ἡρακλεῖ, περὶ ἧς καὶ τὸν ποιητὴν τεθεικέναι κατὰ τὴν Νεκυίαν εἴδωλον, αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι τέρπεται ἐν θαλίαις καὶ ἔχει καλλίσφυρον Ἥβην.
神话说在收养之后,赫拉将赫柏许配给赫拉克勒斯为妻。 关于赫柏,诗人也在《招魂》中写道:“(留在冥府的只是他的)幻影,而他本人则在不死的神明之中享受宴乐,拥有美丽脚踝的赫柏。
§4.39.4τὸν δʼ οὖν Ἡρακλέα λέγουσι καταλεγόμενον ὑπὸ τοῦ Διὸς εἰς τοὺς δώδεκα θεοὺς μὴ προσδέξασθαι τὴν τιμὴν ταύτην· ἀδύνατον γὰρ ἦν τοῦτον καταλεχθῆναι μὴ πρότερον ἑνὸς τῶν δώδεκα θεῶν ἐκβληθέντος· ἄτοπον οὖν εἶναι προσδέξασθαι τιμὴν ἑτέρῳ θεῷ φέρουσαν ἀτιμίαν.
” 无论如何,人们说,当赫拉克勒斯被宙斯列入奥林匹斯十二神之列时,他并没有接受这一荣誉;因为除非先将十二神中的一位驱逐出去,否则他不可能被列入其中;因此,接受一个给另一位神明带来耻辱的荣誉是不妥的。
περὶ μὲν οὖν Ἡρακλέους εἰ καὶ πεπλεονάκαμεν, ἀλλʼ οὖν οὐδὲν τῶν μυθολογουμένων περὶ αὐτοῦ
关于赫拉克勒斯,即便我们说得过于冗长,但关于他的神话传说,我们没有遗漏任何

词汇与语法注释

  1. 4.39.1τῶν Θηβαίων ποιησάντων — 独立属格结构,副词性地修饰主句,指出忒拜人也举行了类似的英雄崇拜仪式的背景情况。
  2. 4.39.2ἡμῖν τοῖς εἰρημένοις — ἡμῖν 是伴随动形容词 προσθετέον 的施事者与格(意为“应当由我们补充”)。τοῖς εἰρημένοις 是动词 προστίθημι 所支配的间接宾语与格,意为“对已说的话”。
  3. 4.39.3εἴδωλον — 引自荷马《奥德赛》第11卷第602行(招魂)的部分诗句。在由 τεθεικέναι 引导的间接引语下,宾格的 εἴδωλον(“幻影”)被嵌入到迪奥多罗斯的散文句法中,同时保留了史诗原诗中的格。
  4. 4.39.4μὴ πρότερον ἑνὸς τῶν δώδεκα θεῶν ἐκβληθέντος — 带有否定词 μὴ 的独立属格结构(充当条件从句),意为“除非首先将十二神中的一位驱逐出去”,为主句的不定式句提供条件前提。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.39.1-4.39.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.39.1-4.39.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。