§4.40.1παραλελοίπαμεν.
(私たちは何一つ)遺漏していない。
περὶ δὲ τῶν Ἀργοναυτῶν, ἐπειδὴ τούτοις Ἡρακλῆς συνεστράτευσεν, οἰκεῖον ἂν εἴη διελθεῖν περὶ αὐτῶν.
しかし、アルゴナウタイについては、ヘラクレスが彼らと共に遠征したのであるから、彼らについて詳しく語るのが適当であろう。
Ἰάσονα γενέσθαι λέγουσιν υἱὸν μὲν Αἴσονος, ἀδελφιδοῦν δὲ Πελίου τοῦ Θετταλῶν βασιλέως, ῥώμῃ δὲ σώματος καὶ ψυχῆς λαμπρότητι διενέγκαντα τῶν ἡλικιωτῶν ἐπιθυμῆσαί τι πρᾶξαι μνήμης ἄξιον.
イアソンは、アイソンの息子であり、テッサリア人の王ペリアスの甥であったが、肉体の強健さと魂の輝かしさにおいて同世代の者たちに勝っており、記憶に値する何かを成し遂げたいと望んだ、と言われている。
§4.40.2ὁρῶντα δὲ τῶν πρὸ αὐτοῦ Περσέα καὶ τινας ἄλλους διὰ τὰς ὑπερορίους στρατείας καὶ τὸ παράβολον τῶν ἄθλων δόξης ἀειμνήστου τετευχότας, ζηλῶσαι τὰς προαιρέσεις αὐτῶν.
そして、彼以前のペルセウスや他の何人かが、国境を越えた遠征と危険な冒険によって、不朽の名声を得たのを見て、彼らの志を模倣したいと思った。
διὸ καὶ τὴν ἐπιβολὴν ἀνακοινωσάμενον τῷ βασιλεῖ ταχέως λαβεῖν αὐτὸν συγκάταινον, οὐχ οὕτω τοῦ Πελίου σπεύδοντος προαγαγεῖν εἰς ἐπιφάνειαν τὸν νεανίσκον ὡς ἐλπίζοντος ἐν ταῖς παραβόλοις στρατείαις διαφθαρήσεσθαι·
それゆえ、その企てを王に打ち明けると、すぐにその同意を得たが、それはペリアスがその若者を有名にすることに熱心だったからではなく、その危険な遠征の中で彼が滅びることを望んでいたからであった。
§4.40.3αὐτὸν μὲν γὰρ ἐκ φύσεως ἐστερῆσθαι παίδων ἀρρένων, τὸν δʼ ἀδελφὸν εὐλαβεῖσθαι μήποτε συνεργὸν ἔχων τὸν υἱὸν ἐπίθηται τῇ βασιλείᾳ.
というのも、王自身は生まれつき男子の子供に恵まれておらず、弟がその息子を協力者として、いつか王位を襲うのではないかと警戒していたからである。
κρύπτοντα δὲ τὴν ὑποψίαν ταύτην, καὶ τὰ πρὸς τὴν στρατείαν χρήσιμα χορηγήσειν ἐπαγγειλάμενον, παρακαλεῖν ἆθλον τελέσαι στειλάμενον τὸν πλοῦν εἰς Κόλχους ἐπὶ τὸ διαβεβοημένον τοῦ κριοῦ δέρος χρυσόμαλλον.
しかし、この疑念を隠し、遠征に役立つものを供給することを約束した上で、彼はコルキスへの航海を企てて、かの有名な牡羊の金羊毛を手に入れるという試練を果たすよう促した。
§4.40.4τὸν δὲ Πόντον κατʼ ἐκείνους τοὺς χρόνους περιοικούμενον ὑπὸ ἐθνῶν βαρβάρων καὶ παντελῶς ἀγρίων ἄξενον προσαγορεύεσθαι, ξενοκτονούντων τῶν ἐγχωρίων τοὺς καταπλέοντας.
他方、ポントス海は、当時、野蛮で完全に狂暴な諸民族が周囲に住んでおり、地元の者たちが寄港する異邦人を殺害していたため、「アクセノス(もてなさぬ海)」と呼ばれていた。
§4.40.5Ἰάσονα δὲ δόξης ὀρεγόμενον καὶ τὸν ἆθλον δυσέφικτον μέν, οὐ κατὰ πᾶν δʼ ἀδύνατον κρίνοντα, καὶ διὰ τοῦτο μᾶλλον αὐτὸν ἐπιφανέστερον ἔσεσθαι διαλαμβάνοντα, παρασκευάσασθαι τὰ πρὸς τὴν ἐπιβολήν.
しかし、イアソンは名声を渇望しており、その試練が困難ではあるものの、完全に不可能ではないと判断し、それゆえにこそ自分がより一層有名になるだろうと考え、企てに必要な準備をした。