Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.4.1-4.4.7

两位狄奥尼索斯及其象征物的起源

第 240 段,共 406 段 · 希腊语

内容简介

叙述了两位狄奥尼索斯(萨巴济奥斯与塞墨勒之子)的不同出身、特征及后世对他们的混淆,并阐明了王冠与巨茴香等相关事物的起源。

§4.4.1μυθολογοῦσι δέ τινες καὶ ἕτερον Διόνυσον γεγονέναι πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου.
有些人通过神话传说,还存在另一个狄奥尼索斯,在时间上比这一个要早得多。
φασὶ γὰρ ἐκ Διὸς καὶ Φερσεφόνης Διόνυσον γενέσθαι τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, οὗ τήν τε γένεσιν καὶ τὰς θυσίας καὶ τιμὰς νυκτερινὰς καὶ κρυφίους παρεισάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν.
因为他们说,宙斯和珀耳塞福涅生下了狄奥尼索斯,此人被一些人称为萨巴济奥斯,他的出生、祭祀以及在夜间且秘密进行的敬礼,他们是因为交合所带来的羞耻而引入的。
§4.4.2λέγουσι δʼ αὐτὸν ἀγχινοίᾳ διενεγκεῖν, καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν καὶ διὰ τούτων τὸν σπόρον τῶν καρπῶν ἐπιτελεῖν· ἀφʼ οὗ δὴ καὶ κερατίαν αὐτὸν παρεισάγουσι.
他们说他在机智上出类拔萃,并最先尝试用牛套轭,并通过它们完成了作物的播种;正因如此,他们也把他描绘成有角的形象。
καὶ τὸν μὲν ἐκ Σεμέλης γενόμενον ἐν τοῖς νεωτέροις χρόνοις φασὶ τῷ σώματι γενέσθαι τρυφερὸν καὶ παντελῶς ἁπαλόν, εὐπρεπείᾳ δὲ πολὺ τῶν ἄλλων διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγεσθαι καθωπλισμένων λόγχαις τεθυρσωμέναις.
而据说在后世由塞墨勒所生的一位,身体娇嫩且完全柔弱,在美貌上远超旁人,且易流于情欲之乐,但在远征时,他随身携带了大量手持缠绕酒神杖的长枪武装起来的妇女。
§4.4.3φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν, παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως· ταύτας δὲ διά τε τῆς μελῳδίας καὶ τῶν ὀρχήσεων, ἔτι δὲ τῶν ἄλλων τῶν ἐν παιδείᾳ καλῶν ψυχαγωγεῖν τὸν θεόν.
他们还说,缪斯女神们也与他一同旅行,她们是处女且受过极好的教育;这些女神通过歌唱、舞蹈以及其他教育中的美好事物来取悦这位神明。
φασὶ δὲ καὶ παιδαγωγὸν καὶ τροφέα συνέπεσθαι κατὰ τὰς στρατείας αὐτῷ Σειληνόν, εἰσηγητὴν καὶ διδάσκαλον γινόμενον τῶν καλλίστων ἐπιτηδευμάτων, καὶ μεγάλα συμβάλλεσθαι τῷ Διονύσῳ πρὸς ἀρετήν τε καὶ δόξαν.
他们还说,西勒诺斯作为启蒙者和抚养者在远征中随行,成为最美好行为的引导者和教师,并对狄奥尼索斯的美德和名声做出了巨大贡献。
§4.4.4καὶ κατὰ μὲν τὰς ἐν τοῖς πολέμοις μάχας ὅπλοις αὐτὸν πολεμικοῖς κεκοσμῆσθαι καὶ δοραῖς παρδάλεων, κατὰ δὲ τὰς ἐν εἰρήνῃ πανηγύρεις καὶ ἑορτὰς ἐσθῆσιν ἀνθειναῖς καὶ κατὰ τὴν μαλακότητα τρυφεραῖς χρῆσθαι.
在战争的战斗中,他用战争武器和豹皮装饰自己,但在和平时期的集会和节日中,则穿着花俏且因其柔软而显得娇嫩的衣服。
πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας τοῖς πίνουσι γινομένας διαδεδέσθαι λέγουσιν αὐτὸν μίτρᾳ τὴν κεφαλήν, ἀφʼ ἧς αἰτίας καὶ μιτρηφόρον ὀναμάζεσθαι· ἀπὸ δὲ ταύτης τῆς μίτρας ὕστερον παρὰ τοῖς βασιλεῦσι καταδειχθῆναι τὸ διάδημά φασι.
据说,针对饮酒者因过量饮酒而引起的头痛,他用带子缠绕头部,因为这个原因,他也被称为“带带者”;他们说,后来的君王戴的王冠就是从这种带子中确立出来的。
§4.4.5διμήτορα δʼ αὐτὸν προσαγορευθῆναι λέγουσι διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν.
他们说他被称为“双母者”,是因为两位狄奥尼索斯拥有同一位父亲,却有两位母亲。
κεκληρονομηκέναι δὲ τὸν νεώτερον καὶ τὰς τοῦ προγενεστέρου πράξεις· διόπερ τοὺς μεταγενεστέρους ἀνθρώπους, ἀγνοοῦντας μὲν τἀληθές, πλανηθέντας δὲ διὰ τὴν ὁμωνυμίαν, ἕνα γεγονέναι νομίσαι Διόνυσον.
而年轻的那位继承了年长者的功绩;因此,后世的人们因不知真相,并因同名而产生混淆,认为只存在过一位狄奥尼索斯。
§4.4.6τὸν δὲ νάρθηκα προσάπτουσιν αὐτῷ διά τινας τοιαύτας αἰτίας.
他们将巨茴香归于他,也是因为类似的原因。
κατὰ τὴν ἐξ ἀρχῆς εὕρεσιν τοῦ οἴνου μήπω τῆς τοῦ ὕδατος κράσεως εὑρημένης ἄκρατον πίνειν τὸν οἶνον· κατὰ δὲ τὰς τῶν φίλων συναναστροφὰς καὶ εὐωχίας τοὺς συνεορτάζοντας δαψιλῆ τὸν ἄκρατον ἐμφορησαμένους μανιώδεις γίνεσθαι, καὶ ταῖς βακτηρίαις ξυλίναις χρωμένους ταύταις ἀλλήλους τύπτειν.
在最初发现葡萄酒时,由于尚未发现与水混合的方法,人们饮用纯酒;在朋友的聚会和宴席上,共同庆祝的人们因过量饮用纯酒而变得狂乱,并使用木质手杖互相殴打。
§4.4.7διὸ καὶ τινῶν μὲν τραυματιζομένων, τινῶν δὲ καὶ τελευτώντων ἐκ τῶν καιρίων τραυμάτων, προσκόψαντα τὸν Διόνυσον ταῖς τοιαύταις περιστάσεσι τὸ μὲν ἀποστῆσαι τοῦ πίνειν δαψιλῆ τὸν ἄκρατον ἀποδοκιμάσαι διὰ τὴν ἡδονὴν τοῦ ποτοῦ, καταδεῖξαι δὲ νάρθηξι χρῆσθαι καὶ μὴ ξυλίναις βακτηρίαις.
因此,由于有人受伤,甚至有人因致命伤而死亡,狄奥尼索斯对这种情况感到厌恶,虽然由于饮酒的快乐而拒绝禁止他们大量饮用纯酒,但规定应使用巨茴香,而不是木质手杖。

词汇与语法注释

  1. 1.p.399οὗ τήν τε γένεσιν — 关系代词属格 οὗ 的先行词是指前句“被称为萨巴济奥斯的狄奥尼索斯”。该属格作为所有格或限制性属格,修饰关系从句中的三个并列名词:γένεσιν, θυσίας 和 τιμὰς。
  2. 4.4.2ἀφʼ οὗ δὴ καὶ κερατίαν αὐτὸν παρεισάγουσι — 介词短语 ἀφʼ οὗ 最好理解为中性,指代前述“牛套轭并播种”的整个事态(意为“因此”)。虽然语法上它也可以指代阴性/阳性单数名词 βοῦς(“源于牛”),但在此语境下,指代前述事态在逻辑上更为契合。
  3. 4.4.5διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους — 这是带介词 διὰ 的冠词不定式结构(διὰ τὸ ... ὑπάρξαι)。宾格的 τοὺς δύο Διονύσους 作为不定式 ὑπάρξαι 的逻辑主语。属格的 πατρὸς ἑνὸς 和 μητέρων δυοῖν 在动词 ὑπάρχω(“属于”)之后充当表示所有或归属的表语属格。
  4. 4.4.7προσκόψαντα τὸν Διόνυσον — 宾格分词 προσκόψαντα 与 τὸν Διόνυσον 一致,后者是间接引语(宾格加不定式结构)中的宾格主语,受前文省略或隐含的 φασί 或 λέγουσι 支配。该子句的主要不定式动词为 ἀποδοκιμάσαι 和 καταδεῖξαι。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.4.1-4.4.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.4.1-4.4.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。