Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.4.1-4.4.7

二人のディオニュソスとその象徴の起源

240 / 406 箇所 · ギリシア語

要旨

二人のディオニュソス(サバジオスとセメレの子)の出自や特徴の違いと後世の混同について語られ、頭帯やオオウイキョウなどの彼にまつわる事物の起源が説明される。

§4.4.1μυθολογοῦσι δέ τινες καὶ ἕτερον Διόνυσον γεγονέναι πολὺ τοῖς χρόνοις προτεροῦντα τούτου.
ある人々は、このディオニュソスより時代的にずっと先立つ別のディオニュソスが存在したと神話で語っている。
φασὶ γὰρ ἐκ Διὸς καὶ Φερσεφόνης Διόνυσον γενέσθαι τὸν ὑπό τινων Σαβάζιον ὀνομαζόμενον, οὗ τήν τε γένεσιν καὶ τὰς θυσίας καὶ τιμὰς νυκτερινὰς καὶ κρυφίους παρεισάγουσι διὰ τὴν αἰσχύνην τὴν ἐκ τῆς συνουσίας ἐπακολουθοῦσαν.
すなわち、ゼウスとペルセポネから、一部の人々によってサバジオスと呼ばれるディオニュソスが生まれたと彼らは言う。 その誕生と、犠牲、そして夜間に行われる秘密の礼拝は、その交わりから生じる恥ずかしさのゆえに導入されている。
§4.4.2λέγουσι δʼ αὐτὸν ἀγχινοίᾳ διενεγκεῖν, καὶ πρῶτον ἐπιχειρῆσαι βοῦς ζευγνύειν καὶ διὰ τούτων τὸν σπόρον τῶν καρπῶν ἐπιτελεῖν·
彼らは、この神が知恵において傑出しており、最初に牛を軛につなぐことを試み、これらによって作物の播種を行ったと言っている。
ἀφʼ οὗ δὴ καὶ κερατίαν αὐτὸν παρεισάγουσι.
このことから、彼らは彼を角のある姿として導入するのである。
καὶ τὸν μὲν ἐκ Σεμέλης γενόμενον ἐν τοῖς νεωτέροις χρόνοις φασὶ τῷ σώματι γενέσθαι τρυφερὸν καὶ παντελῶς ἁπαλόν, εὐπρεπείᾳ δὲ πολὺ τῶν ἄλλων διενεγκεῖν καὶ πρὸς τὰς ἀφροδισιακὰς ἡδονὰς εὐκατάφορον γεγονέναι, κατὰ δὲ τὰς στρατείας γυναικῶν πλῆθος περιάγεσθαι καθωπλισμένων λόγχαις τεθυρσωμέναις.
一方、後世にセメレから生まれた者は、身体が優美で完全にしなやかであり、美しさにおいて他をはるかに凌駕し、愛の快楽に溺れがちであったが、遠征の際にはテュルソスをあしらった槍で武装した多くの女性たちを従えていたと言われている。
§4.4.3φασὶ δὲ καὶ τὰς Μούσας αὐτῷ συναποδημεῖν, παρθένους οὔσας καὶ πεπαιδευμένας διαφερόντως·
また、ムーサたちも彼と共に旅をしたと言われている。
ταύτας δὲ διά τε τῆς μελῳδίας καὶ τῶν ὀρχήσεων, ἔτι δὲ τῶν ἄλλων τῶν ἐν παιδείᾳ καλῶν ψυχαγωγεῖν τὸν θεόν.
彼女たちは乙女であり、格段に教育を受けており、歌唱と舞踏、さらには教育における他の優れたものによって神を魅了した。
φασὶ δὲ καὶ παιδαγωγὸν καὶ τροφέα συνέπεσθαι κατὰ τὰς στρατείας αὐτῷ Σειληνόν, εἰσηγητὴν καὶ διδάσκαλον γινόμενον τῶν καλλίστων ἐπιτηδευμάτων, καὶ μεγάλα συμβάλλεσθαι τῷ Διονύσῳ πρὸς ἀρετήν τε καὶ δόξαν.
また、彼の遠征には養育者であり教育者であるセイレイノスが同行し、最も優れた事柄の導入者であり教師となって、ディオニュソスの徳と名声に大いに貢献したと言われている。
§4.4.4καὶ κατὰ μὲν τὰς ἐν τοῖς πολέμοις μάχας ὅπλοις αὐτὸν πολεμικοῖς κεκοσμῆσθαι καὶ δοραῖς παρδάλεων, κατὰ δὲ τὰς ἐν εἰρήνῃ πανηγύρεις καὶ ἑορτὰς ἐσθῆσιν ἀνθειναῖς καὶ κατὰ τὴν μαλακότητα τρυφεραῖς χρῆσθαι.
そして、戦争における戦いでは彼は武具と豹の皮で身を飾り、平和時の祭典や祝祭では華やかな、そしてその柔らかさにおいて優美な衣を着用した。
πρὸς δὲ τὰς ἐκ τοῦ πλεονάζοντος οἴνου κεφαλαλγίας τοῖς πίνουσι γινομένας διαδεδέσθαι λέγουσιν αὐτὸν μίτρᾳ τὴν κεφαλήν, ἀφʼ ἧς αἰτίας καὶ μιτρηφόρον ὀναμάζεσθαι·
また、ワインの飲みすぎによって飲む者たちに生じる頭痛に対して、彼は頭にミトラ(帯)を巻いていたと言われており、この理由から「ミトラを身につける者」とも呼ばれている。
ἀπὸ δὲ ταύτης τῆς μίτρας ὕστερον παρὰ τοῖς βασιλεῦσι καταδειχθῆναι τὸ διάδημά φασι.
そして後に王たちの間で用いられる王冠は、このミトラから導入されたと彼らは言っている。
§4.4.5διμήτορα δʼ αὐτὸν προσαγορευθῆναι λέγουσι διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους, μητέρων δὲ δυοῖν.
また、彼が「二人の母を持つ者」と呼ばれたのは、二人のディオニュソスが父は一人であるのに対し、母は二人だったからだと言われている。
κεκληρονομηκέναι δὲ τὸν νεώτερον καὶ τὰς τοῦ προγενεστέρου πράξεις·
そして、若い方のディオニュソスが、先なるディオニュソスの事績をも受け継いだ。
διόπερ τοὺς μεταγενεστέρους ἀνθρώπους, ἀγνοοῦντας μὲν τἀληθές, πλανηθέντας δὲ διὰ τὴν ὁμωνυμίαν, ἕνα γεγονέναι νομίσαι Διόνυσον.
それゆえ、後世の人々は、真実を知らず、名前が同じであることから混同し、ディオニュソスは一人しか存在しなかったと考えたのである。
§4.4.6τὸν δὲ νάρθηκα προσάπτουσιν αὐτῷ διά τινας τοιαύτας αἰτίας.
また、人々がオオウイキョウを彼に結びつけるのは、次のような理由からである。
κατὰ τὴν ἐξ ἀρχῆς εὕρεσιν τοῦ οἴνου μήπω τῆς τοῦ ὕδατος κράσεως εὑρημένης ἄκρατον πίνειν τὸν οἶνον·
ワインの最初の発見時、水との混合がまだ発明されていなかったため、人々はワインを生で飲んでいた。
κατὰ δὲ τὰς τῶν φίλων συναναστροφὰς καὶ εὐωχίας τοὺς συνεορτάζοντας δαψιλῆ τὸν ἄκρατον ἐμφορησαμένους μανιώδεις γίνεσθαι, καὶ ταῖς βακτηρίαις ξυλίναις χρωμένους ταύταις ἀλλήλους τύπτειν.
そして、友人たちの集まりや宴会において、共に祝う者たちが生のワインを大量に飲み干して狂気の状態に陥り、木製の杖を用いて互いを叩き合ったのである。
§4.4.7διὸ καὶ τινῶν μὲν τραυματιζομένων, τινῶν δὲ καὶ τελευτώντων ἐκ τῶν καιρίων τραυμάτων, προσκόψαντα τὸν Διόνυσον ταῖς τοιαύταις περιστάσεσι τὸ μὲν ἀποστῆσαι τοῦ πίνειν δαψιλῆ τὸν ἄκρατον ἀποδοκιμάσαι διὰ τὴν ἡδονὴν τοῦ ποτοῦ, καταδεῖξαι δὲ νάρθηξι χρῆσθαι καὶ μὴ ξυλίναις βακτηρίαις.
そのため、傷を負う者や致命傷によって死ぬ者さえ出たことから、ディオニュソスはこのような事態を嫌悪し、飲料の快楽のゆえに生のワインを大量に飲むことをやめさせることは退けたが、木製の杖の代わりにオオウイキョウを用いることを定めたのである。

語釈・文法注

  1. 1.p.399οὗ τήν τε γένεσιν — 関係代名詞属格 οὗ の先行詞は、直前の「サバジオスと呼ばれるディオニュソス」全体である。この属格は、関係節内の三つの等位名詞(γένεσιν, θυσίας, τιμὰς)に係る所有属格、あるいは客観属格として機能している。
  2. 4.4.2ἀφʼ οὗ δὴ καὶ κερατίαν αὐτὸν παρεισάγουσι — 前置詞句 ἀφʼ οὗ は中性単数として「このこと(=牛を軛につないで播種を行ったこと)から」という原因を表す。女性単数・男性単数形と解して「牛(βοῦς)」を先行詞とし、「その牛から」と取ることも文法的に不可能ではないが、事態全体を指す前者の方が論理的文脈に適合する。
  3. 4.4.5διὰ τὸ πατρὸς μὲν ἑνὸς ὑπάρξαι τοὺς δύο Διονύσους — 前置詞 διὰ と同伴する冠詞付き不定詞句 διὰ τὸ ... ὑπάρξαι の構造。不定詞 ὑπάρξαι の意味上の主語は対格の τοὺς δύο Διονύσους である。πατρὸς ἑνὸς および μητέρων δυοῖν は、動詞 ὑπάρχω (「〜のものである、〜に属する」)の述語として機能する「所有・所属の属格」である。
  4. 4.4.7προσκόψαντα τὸν Διόνυσον — 対格分詞 προσκόψαντα は、間接話法(対格不定詞構文)の主語である τὸν Διόνυσον に対する一致修飾である。この不定詞句全体の主要な動詞は ἀποδοκιμάσαι および καταδεῖξαι であり、いずれも伝聞(φασί または λέγουσι)に依存している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.4.1-4.4.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.4.1-4.4.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。