§4.5.1ἐπωνυμίας δʼ αὐτῷ τοὺς ἀνθρώπους πολλὰς προσάψαι, τὰς ἀφορμὰς ἀπὸ τῶν περὶ αὐτὸν ἐπιτηδευμάτων λαβόντας.
据说,人们根据有关他的活动而获得启示,赋予了他许多别名。
βακχεῖον μὲν γὰρ ἀπὸ τῶν συνεπομένων βακχῶν ὀνομάσαι, Ληναῖον δὲ ἀπὸ τοῦ πατῆσαι τὰς σταφυλὰς ἐν ληνῷ, Βρόμιον δʼ ἀπὸ τοῦ κατὰ τὴν γένεσιν αὐτοῦ γενομένου βρόμου· ὁμοίως δὲ καὶ πυριγενῆ διὰ τὴν ὁμοίαν αἰτίαν ὠνομάσθαι.
因为他们根据随行的小丑女信徒而称他为‘巴克科斯’,根据在酒榨中践踏葡萄而称他为‘雷奈欧斯’,并因他出生时产生的轰鸣而称他为‘布罗米欧斯’;同样地,由于类似的原因,他也被称为‘火生者’。
§4.5.2θρίαμβον δʼ αὐτὸν ὀνομασθῆναί φασιν ἀπὸ τοῦ πρῶτον τῶν μνημονευομένων καταγαγεῖν ἀπὸ τῆς στρατείας θρίαμβον εἰς τὴν πατρίδα, τὴν ἐξ Ἰνδῶν ποιησάμενον ἐπάνοδον μετὰ πολλῶν λαφύρων.
他们还说,他被称为‘特里安博斯’(凯旋),是因为他在携带大量战利品从印度返回时,在有记录的人中,最先从远征中向祖国带回了凯旋仪式(特里安博斯)。
παραπλησίως δὲ καὶ τὰς λοιπὰς προσηγορίας ἐπιθετικὰς αὐτῷ γεγενῆσθαι, περὶ ὧν μακρὸν ἂν εἴη λέγειν καὶ τῆς ὑποκειμένης ἱστορίας ἀνοίκειον.
同样地,关于他其余的形容性称呼也是这样产生的,但谈论这些会很冗长,也不符合眼下的历史叙述。
δίμορφον δʼ αὐτὸν δοκεῖν ὑπάρχειν διὰ τὸ δύο Διονύσους γεγονέναι, τὸν μὲν παλαιὸν καταπώγωνα διὰ τὸ τοὺς ἀρχαίους πάντας πωγωνοτροφεῖν, τὸν δὲ νεώτερον ὡραῖον καὶ τρυφερὸν καὶ νέον, καθότι προείρηται.
他被认为具有‘双重形象’,是因为存在过两位狄奥尼索斯,较年长的一位因古代人都蓄须而留着浓密的胡须,而年轻的一位则如前所述,容貌俊美、娇嫩且年轻。
§4.5.3ἔνιοι δὲ λέγουσιν ὅτι τῶν μεθυόντων διττὰς διαθέσεις ἐχόντων, καὶ τῶν μὲν ἱλαρῶν, τῶν δὲ ὀργίλων γινομένων, δίμορφον ὠνομάσθαι τὸν θεόν.
但有些人说,由于醉酒的人具有双重性情,有的人变得愉快,有的人则变得暴躁,因此这位神明被称为‘双重形象’。
καὶ Σατύρους δέ φασιν αὐτὸν περιάγεσθαι, καὶ τούτους ἐν ταῖς ὀρχήσεσι καὶ ταῖς τραγῳδίαις τέρψιν καὶ πολλὴν ἡδονὴν παρέχεσθαι τῷ θεῷ.
他们还说,他随身带着萨堤罗斯们,而这些人在舞蹈和悲剧活动中给这位神明带来了极大的消遣和快乐。
§4.5.4καθόλου δὲ τὰς μὲν Μούσας τοῖς ἐκ τῆς παιδείας ἀγαθοῖς ὠφελούσας τε καὶ τερπούσας, τοὺς δὲ Σατύρους τοῖς πρὸς γέλωτα συνεργοῦσιν ἐπιτηδεύμασι χρωμένους, παρασκευάζειν τῷ Διονύσῳ τὸν εὐδαίμονα καὶ κεχαρισμένον βίον.
总的来说,缪斯女神们通过源于教育的好处来帮助和取悦他,而萨堤罗斯们则采用有助于引人发笑的行为,从而为狄奥尼索斯提供了幸福和令人愉悦的生活。
καθόλου δὲ τοῦτον τῶν θυμελικῶν ἀγώνων φασὶν εὑρετὴν γενέσθαι, καὶ θέατρα καταδεῖξαι, καὶ μουσικῶν ἀκροαμάτων σύστημα ποιήσασθαι· πρὸς δὲ τούτοις ἀλειτουργήτους ποιῆσαι καὶ τοὺς ἐν ταῖς στρατείαις μεταχειριζομένους τι τῆς μουσικῆς ἐπιστήμης· ἀφʼ ὧν τοὺς μεταγενεστέρους μουσικὰς συνόδους συστήσασθαι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν, καὶ ἀτελεῖς ποιῆσαι τοὺς τὰ τοιαῦτα ἐπιτηδεύοντας.
一般而言,据说他是剧场竞赛的发现者,确立了剧场,并组建了音乐演出的体系;此外,他还免除了在远征中从事任何音乐艺术的人的公共义务;后世之人据此组建了狄奥尼索斯旗下艺人的音乐协会,并免除了从事此类活动的人的税赋。
καὶ περὶ μὲν Διονύσου καὶ τῶν περὶ αὐτοῦ μυθολογουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσι στοχαζόμενοι τῆς συμμετρίας.
关于狄奥尼索斯和有关他的神话传说,考虑到整体的匀称,我们对已说过的部分感到满意即可。