Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.38.1-4.38.5

赫拉克勒斯在奥伊特山之死与升神

第 274 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯因穿上涂有毒药的长衫而痛苦万分,遵照神谕在奥伊特山准备自焚。菲洛克忒忒斯为其点火并获赠神弓,随后赫拉克勒斯在雷电中消失并升格为神。

§4.38.1ἐνταῦθα δὲ θυσίαν ἐπιτελῶν ἀπέστειλε Λίχαν τὸν ὑπηρέτην εἰς Τραχῖνα πρὸς τὴν γυναῖκα Δηιάνειραν· τούτῳ δὲ προστεταγμένον ἦν αἰτῆσαι χιτῶνα καὶ ἱμάτιον, οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας.
在此处举行祭祀时,他派遣仆人利卡斯前往特拉克斯,到妻子得伊阿尼拉那里;这名仆人被命令去取一件长衫和一件外衣,这是他平时在祭祀时习惯穿戴的。
ἡ δὲ Δηιάνειρα πυθομένη τοῦ Λίχα τὴν πρὸς Ἰόλην φιλοστοργίαν καὶ βουλομένη πλέον ἑαυτὴν ἀγαπᾶσθαι, τὸν χιτῶνα ἔχρισε τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ πρὸς ἀπώλειαν φίλτρῳ.
得伊阿尼拉从利卡斯那里获悉了赫拉克勒斯对伊俄勒的爱意,并希望自己能得到更多的爱,便把半人马为了毁灭他而给她的媚药涂在了长衫上。
§4.38.2ὁ μὲν οὖν Λίχας ἀγνοῶν περὶ τούτων ἀπήνεγκε τὴν ἐσθῆτα πρὸς τὴν θυσίαν·
于是利卡斯在对此一无所知的情况下,把衣服带回去用于祭祀。
ὁ δʼ Ἡρακλῆς ἐνδὺς τὸν κεχριμένον χιτῶνα, καὶ κατʼ ὀλίγον τῆς τοῦ σηπτικοῦ φαρμάκου δυνάμεως ἐνεργούσης, περιέπεσε συμφορᾷ τῇ μεγίστῃ.
然而赫拉克勒斯穿上涂了药的长衫后,随着腐蚀性药力的逐渐发作,陷入了极大的灾难之中。
τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀνειληφυίας, καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου, περιαλγὴς γενόμενος ὁ Ἡρακλῆς τὸν μὲν διακονήσαντα Λίχαν ἀπέκτεινε, τὸ δὲ στρατόπεδον ἀπολύσας ἐπανῆλθεν εἰς τὴν Τραχῖνα.
因为箭头曾吸附了艾奇德娜的毒液,因此由于体温,长衫开始侵蚀他身体的血肉,陷入剧痛的赫拉克勒斯杀死了解送衣服的利卡斯,并解散了军队,返回了特拉克斯。
§4.38.3ἀεὶ δὲ μᾶλλον τῇ νόσῳ βαρυνόμενος αὐτὸς μὲν ἀπέστειλεν εἰς Δελφοὺς Λικύμνιον καὶ Ἰόλαον ἐπερωτήσοντας τὸν Ἀπόλλωνα τί χρὴ περὶ τῆς νόσου πράττειν, Δηιάνειρα δὲ τὸ μέγεθος τῆς Ἡρακλέους συμφορᾶς καταπεπληγμένη, καὶ συνειδυῖα ἑαυτῇ τὴν ἁμαρτίαν, ἀγχόνῃ τὸν βίον κατέστρεψεν.
由于病情日益严重,他本人派遣利库姆尼奥斯和伊奥劳斯前往德尔斐,去询问阿波罗关于这病痛该如何处理,而得伊阿尼拉因赫拉克勒斯灾难的严重性而惊恐万分,并深知自己的过错,便悬梁自尽结束了生命。
ὁ δὲ θεὸς ἔχρησε κομισθῆναι τὸν Ἡρακλέα μετὰ τῆς πολεμικῆς διασκευῆς εἰς τὴν Οἴτην, κατασκευάσαι δὲ πλησίον αὐτοῦ πυρὰν εὐμεγέθη· §4.38.4περὶ δὲ τῶν λοιπῶν ἔφησε Διὶ μελήσειν.
神则降下神谕,要求将赫拉克勒斯连同他的战斗装备一同送往奥伊特山,并在他附近建造一座巨大的柴堆;并说其余的事将由宙斯来操心。
τῶν δὲ περὶ τὸν Ἰόλαον ποιησάντων τὰ προστεταγμένα καὶ ἐκ διαστήματος ἀποθεωρούντων τὸ ἀποβησόμενον, ὁ μὲν Ἡρακλῆς ἀπογνοὺς τὰ καθʼ ἑαυτόν, καὶ παρελθὼν εἰς τὴν πυράν, παρεκάλει τὸν ἀεὶ προσιόντα ὑφάψαι τὴν πυράν.
当伊奥劳斯身边的人完成了所吩咐的事,并在一定距离外注视着将要发生的结果时,赫拉克勒斯对自己的状况感到绝望,走上了柴堆,并不断请求走近的每一个人点燃柴堆。
οὐδενὸς δὲ τολμῶντος ὑπακοῦσαι μόνος Φιλοκτήτης ἐπείσθη· λαβὼν δὲ τῆς ὑπουργίας χάριν τὴν τῶν τόξων δωρεὰν ἧψε τὴν πυράν.
在没有人敢服从的情况下,唯独菲洛克忒忒斯被说服了;他得到了弓箭作为这项服务的谢礼,点燃了柴堆。
εὐθὺς δὲ καὶ κεραυνῶν ἐκ τοῦ περιέχοντος πεσόντων, ἡ πυρὰ πᾶσα κατεφλέχθη.
随即,雷电从周围的空中落下,整座柴堆都被烧毁了。
§4.38.5μετὰ δὲ ταῦτα οἱ μὲν περὶ τὸν Ἰόλαον ἐλθόντες ἐπὶ τὴν ὀστολογίαν, καὶ μηδὲν ὅλως ὀστοῦν εὑρόντες, ὑπέλαβον τὸν Ἡρακλέα τοῖς χρησμοῖς ἀκολούθως ἐξ ἀνθρώπων εἰς θεοὺς μεθεστάσθαι·
这些事情之后,伊奥劳斯身边的人前来收集骨头,却完全没有发现任何骨头,于是他们断定,赫拉克勒斯正如神谕所说,已由凡人之中升入神明之列。

词汇与语法注释

  1. §4.38.1τούτῳ δὲ προστεταγμένον ἦν αἰτῆσαι — 与格的 τούτῳ 表示接受命令的人(利卡斯),与无人称使用的完成时被动分词结构 προστεταγμένον ἦν(被命令)连用,该结构以不定式 αἰτῆσαι 为其逻辑主语。
  2. §4.38.1τοῦ Λίχα τὴν πρὸς Ἰόλην φιλοστοργίαν — 动词 πυθέσθαι(获悉)同时支配表示信息来源的属格(τοῦ Λίχα,“从利卡斯那里”)和表示所获悉内容的宾格(τὴν ... φιλοστοργίαν,“对……的爱意”)。在此句中,应理解为“从利卡斯处得知赫拉克勒斯对伊俄勒的爱意”,而非“利卡斯自己所怀有的爱意”。
  3. §4.38.2τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀνειληφυίας — 使用完成时主动分词 ἀνειληφυίας 的属格独立结构。它将一个已完成的过去事实(箭头此前已吸附了艾奇德娜/九头蛇的毒液)作为当前惨剧发生的原因呈现在读者面前。
  4. §4.38.3κομισθῆναι τὸν Ἡρακλέα — 作为动词 ἔχρησε(降下神谕)宾语的“宾格+不定式”结构。宾格 τὸν Ἡρακλέα 作被动不定式 κομισθῆναι 的逻辑主语,意为“(神谕指示)应当将赫拉克勒斯运送往……”。
  5. §4.38.4τῶν δὲ περὶ τὸν Ἰόλαον — “οἱ περί + 专有名词宾格”是表示“某人及其随从、同伴”的惯用表达。此处带有复数属格冠词 τῶν,与后面的分词一同构成属格独立结构的逻辑主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.38.1-4.38.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.38.1-4.38.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。