§4.38.1ἐνταῦθα δὲ θυσίαν ἐπιτελῶν ἀπέστειλε Λίχαν τὸν ὑπηρέτην εἰς Τραχῖνα πρὸς τὴν γυναῖκα Δηιάνειραν·
そこで彼は犠牲の式を執り行うにあたり、従者リカスをトラキスへと、妻デイアネイラのもとに派遣した。
τούτῳ δὲ προστεταγμένον ἦν αἰτῆσαι χιτῶνα καὶ ἱμάτιον, οἷς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας.
この者には、ヘラクレスが犠牲の式のためにいつも用いていたキトンと上着を求めることが命じられていた。
ἡ δὲ Δηιάνειρα πυθομένη τοῦ Λίχα τὴν πρὸς Ἰόλην φιλοστοργίαν καὶ βουλομένη πλέον ἑαυτὴν ἀγαπᾶσθαι, τὸν χιτῶνα ἔχρισε τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ πρὸς ἀπώλειαν φίλτρῳ.
デイアネイラはリカスから、イオレに対するヘラクレスの愛情について聞き、自分自身のほうがより深く愛されることを望んで、ケンタウロスから破滅のために与えられていた惚れ薬をキトンに塗った。
§4.38.2ὁ μὲν οὖν Λίχας ἀγνοῶν περὶ τούτων ἀπήνεγκε τὴν ἐσθῆτα πρὸς τὴν θυσίαν·
それゆえ、リカスはこれらの事情を知らずに、その衣を犠牲式のために持ち帰った。
ὁ δʼ Ἡρακλῆς ἐνδὺς τὸν κεχριμένον χιτῶνα, καὶ κατʼ ὀλίγον τῆς τοῦ σηπτικοῦ φαρμάκου δυνάμεως ἐνεργούσης, περιέπεσε συμφορᾷ τῇ μεγίστῃ.
しかしヘラクレスは、薬の塗られたキトンを身にまとい、腐食性の毒薬の力が徐々に作用するにつれて、きわめて大きな惨禍に見舞われた。
τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς ἐχίδνης ἰὸν ἀνειληφυίας, καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμαινομένου, περιαλγὴς γενόμενος ὁ Ἡρακλῆς τὸν μὲν διακονήσαντα Λίχαν ἀπέκτεινε, τὸ δὲ στρατόπεδον ἀπολύσας ἐπανῆλθεν εἰς τὴν Τραχῖνα.
というのも、矢先がエキドナの毒を吸い上げており、そのため体温によってキトンが身体の肉を損なったので、激痛に襲われたヘラクレスは、用事を果たしたリカスを殺し、軍勢を解散させてトラキスへと戻ったのである。
§4.38.3ἀεὶ δὲ μᾶλλον τῇ νόσῳ βαρυνόμενος αὐτὸς μὲν ἀπέστειλεν εἰς Δελφοὺς Λικύμνιον καὶ Ἰόλαον ἐπερωτήσοντας τὸν Ἀπόλλωνα τί χρὴ περὶ τῆς νόσου πράττειν, Δηιάνειρα δὲ τὸ μέγεθος τῆς Ἡρακλέους συμφορᾶς καταπεπληγμένη, καὶ συνειδυῖα ἑαυτῇ τὴν ἁμαρτίαν, ἀγχόνῃ τὸν βίον κατέστρεψεν.
病がますます重くなるにつれて、彼自身はリキュムニオスとイオラオスをデルポイへと派遣し、この病について何をすべきかをアポロンに問い尋ねさせようとした。 一方デイアネイラは、ヘラクレスの惨禍の大きさに衝撃を受け、自分の過ちを自覚して、首を吊ってその生涯を終えた。
ὁ δὲ θεὸς ἔχρησε κομισθῆναι τὸν Ἡρακλέα μετὰ τῆς πολεμικῆς διασκευῆς εἰς τὴν Οἴτην, κατασκευάσαι δὲ πλησίον αὐτοῦ πυρὰν εὐμεγέθη·
そして神は、ヘラクレスを武具一式とともにオイテ山へと運び、その近くにきわめて大きな薪積みの山を築くようにと神託を下した。
§4.38.4περὶ δὲ τῶν λοιπῶν ἔφησε Διὶ μελήσειν.
そして、残りのことについてはゼウスが心に留めるだろうと告げた。
τῶν δὲ περὶ τὸν Ἰόλαον ποιησάντων τὰ προστεταγμένα καὶ ἐκ διαστήματος ἀποθεωρούντων τὸ ἀποβησόμενον, ὁ μὲν Ἡρακλῆς ἀπογνοὺς τὰ καθʼ ἑαυτόν, καὶ παρελθὼν εἰς τὴν πυράν, παρεκάλει τὸν ἀεὶ προσιόντα ὑφάψαι τὴν πυράν.
イオラオスの一行が命じられたことを行い、離れた場所から何が起こるかを見守っている中で、ヘラクレスは自らの運命を諦め、薪積みの山の上へと進み、その都度近づいてくる者たちに、火を点けるよう求めた。
οὐδενὸς δὲ τολμῶντος ὑπακοῦσαι μόνος Φιλοκτήτης ἐπείσθη·
しかし、誰も応じる勇気がなかった中で、フィロクテテスだけが説得に応じた。
λαβὼν δὲ τῆς ὑπουργίας χάριν τὴν τῶν τόξων δωρεὰν ἧψε τὴν πυράν.
彼はその奉仕の謝礼として弓の贈り物を受け取り、薪積みに火を放った。
εὐθὺς δὲ καὶ κεραυνῶν ἐκ τοῦ περιέχοντος πεσόντων, ἡ πυρὰ πᾶσα κατεφλέχθη.
すると直ちに、周囲の空から雷電が落ちて、薪積みの山はことごとく燃え尽きた。
§4.38.5μετὰ δὲ ταῦτα οἱ μὲν περὶ τὸν Ἰόλαον ἐλθόντες ἐπὶ τὴν ὀστολογίαν, καὶ μηδὲν ὅλως ὀστοῦν εὑρόντες, ὑπέλαβον τὸν Ἡρακλέα τοῖς χρησμοῖς ἀκολούθως ἐξ ἀνθρώπων εἰς θεοὺς μεθεστάσθαι·
これらのことの後、イオラオスの一行は骨を拾い集めるためにやって来たが、骨が全く見つからなかったので、ヘラクレスは神託に従って、人間の中から神々のもとへと移されたのだと考えた。