Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.37.1-4.37.5

赫拉克勒斯讨伐菲拉斯与诸次远征

第 273 段,共 406 段 · 希腊语

内容简介

赫拉克勒斯打败菲拉斯并将土地交予马里斯人,通过击败拉皮泰人协助埃吉米乌斯并获得三分之一的土地,随后又击败了库克诺斯、奥尔梅纽斯和欧律托斯,俘获了阿斯堤达梅亚和伊俄勒。

§4.37.1μετὰ δὲ ταῦτα Φύλαντος τοῦ Δρυόπων βασιλέως δόξαντος εἰς τὸ ἐν Δελφοῖς ἱερὸν παρανενομηκέναι, στρατεύσας μετὰ Μηλιέων τόν τε βασιλέα τῶν Δρυόπων ἀνεῖλε καὶ τοὺς ἄλλους ἐκ τῆς χώρας ἐξαναστήσας Μηλιεῦσι παρέδωκε τὴν χώραν·
在此之后,由于德里奥普斯人的国王菲拉斯被认为对德尔斐的神殿犯下了不敬之罪,赫拉克勒斯与马里斯人一同出征,杀死了德里奥普斯人的国王,并将其他人驱逐出该地区,把土地移交给了马里斯人。
τὴν δὲ Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν.
他掳走了菲拉斯的女儿作为俘虏,并与她交合,生下了儿子安条克。
ἐτέκνωσε δὲ καὶ ἐκ τῆς Δηιανείρας νεωτέρους τοῦ Ὕλλου υἱοὺς δύο, §4.37.2Γληνέα καὶ Ὁδίτην.
此外,他还与得伊阿尼拉生下了比许罗斯年轻的两个儿子,即格勒纽斯和霍迪特斯。
τῶν δʼ ἐκπεσόντων Δρυόπων οἱ μὲν εἰς τὴν Εὔβοιαν καταντήσαντες ἔκτισαν πόλιν Κάρυστον, οἱ δʼ εἰς Κύπρον τὴν νῆσον πλεύσαντες καὶ τοῖς ἐγχωρίοις ἀναμιχθέντες ἐνταῦθα κατῴκησαν, οἱ δὲ λοιποὶ τῶν Δρυόπων καταφυγόντες ἐπὶ τὸν Εὐρυσθέα βοηθείας ἔτυχον διὰ τὴν ἔχθραν τὴν πρὸς Ἡρακλέα· τούτου γὰρ αὐτοῖς συνεργοῦντος τρεῖς πόλεις ᾤκισαν ἐν Πελοποννήσῳ, Ἀσίνην καὶ Ἑρμιόνην, ἔτι δʼ Ἠιόνα.
在被驱逐的德里奥普斯人中,有些人到达优卑亚并建立了卡里斯托斯城,有些人乘船到塞浦路斯岛并与当地居民融合而定居于此,而其余的德里奥普斯人则逃往欧律斯透斯那里,并由于他对赫拉克勒斯的敌意而得到了援助;因为在他的协助下,他们在伯罗奔尼撒建立了三座城市,即阿西内、赫耳弥俄涅,以及埃翁。
§4.37.3μετὰ δὲ τὴν Δρυόπων ἀνάστασιν, πολέμου συνεστῶτος τοῖς Δωριεῦσι τοῖς τὴν Ἑστιαιῶτιν καλουμένην οἰκοῦσιν, ὧν ἐβασίλευεν Αἰγίμιος, καὶ τοῖς Λαπίθαις τοῖς περὶ τὸν Ὄλυμπον ἱδρυμένοις, ὧν ἐδυνάστευε Κόρωνος ὁ Καινέως, ὑπερεχόντων δὲ τῶν Λαπιθῶν πολὺ ταῖς δυνάμεσιν, οἱ Δωριεῖς κατέφυγον ἐπὶ τὸν Ἡρακλέα, καὶ σύμμαχον αὐτὸν ἐκάλεσαν ἐπὶ τρίτῳ μέρει τῆς Δωρίδος χώρας καὶ τῆς βασιλείας· πείσαντες δὲ κοινῇ τὴν ἐπὶ τοὺς Λαπίθας στρατείαν ἐποιήσαντο.
在德里奥普斯人被驱逐之后,居住在被称为赫斯提亚奥提斯的土地上的多利安人(他们的国王是埃吉米乌斯)与定居在奥林匹斯山周围的拉皮泰人(他们的统治者是凯纽斯之子科罗诺斯)之间爆发了战争,由于拉皮泰人在兵力上占有绝对优势,多利安人便向赫拉克勒斯求助,并以提供多利斯土地及王权的三分之一为条件邀请他结盟;他们说服了他,并联合发起了针对拉皮泰人的远征。
ὁ δʼ Ἡρακλῆς ἔχων ἀεὶ τοὺς μεθʼ ἑαυτοῦ στρατεύσαντας Ἀρκάδας, καὶ μετὰ τούτων χειρωσάμενος τοὺς Λαπίθας, αὐτόν τε τὸν βασιλέα Κόρωνον ἀνεῖλε καὶ τῶν ἄλλων τοὺς πλείστους κατακόψας ἠνάγκασεν ἐκχωρῆσαι τῆς ἀμφισβητησίμου χώρας.
而赫拉克勒斯身边始终带着跟随他征战的阿卡迪亚人,并与他们一同击败了拉皮泰人,不仅杀死了国王科罗诺斯本人,还斩杀了其余的大部分人,迫使他们撤出有争议的土地。
§4.37.4τούτων δὲ πραχθέντων, Αἰγιμίῳ μὲν τὸ ἐπιβάλλον τῆς χώρας τρίτον μέρος παρέθετο καὶ παρεκελεύσατο φυλάττειν τοῖς ἀπʼ αὐτοῦ· ἐπανιὼν δʼ εἰς Τραχῖνα, καὶ προκληθεὶς ὑπὸ Κύκνου τοῦ Ἄρεος, τοῦτον μὲν ἀπέκτεινεν, ἐκ δὲ τῆς Ἰτώνου πορευόμενος καὶ διὰ τῆς Πελασγιώτιδος γῆς βαδίζων Ὀρμενίῳ τῷ βασιλεῖ συνέμιξεν, οὗ τὴν θυγατέρα ἐμνήστευεν Ἀστυδάμειαν· οὐ προσέχοντος δʼ αὐτοῦ διὰ τὸ ἔχειν αὐτὸν γαμετὴν Δηιάνειραν τὴν Οἰνέως, στρατεύσας ἐπʼ αὐτὸν τήν τε πόλιν εἷλε καὶ τὸν ἀπειθοῦντα βασιλέα ἀπέκτεινε, τὴν δʼ Ἀστυδάμειαν αἰχμάλωτον λαβών, §4.37.5καὶ μιγεὶς αὐτῇ, Κτήσιππον υἱὸν ἐγέννησε.
这些事情办完后,他将属于自己的三分之一土地托付给埃吉米乌斯,并嘱咐他为自己的后代代为保管;在返回特拉克斯的途中,他受到阿瑞斯之子库克诺斯的挑战并将其杀死,从伊托诺斯出发穿过佩拉斯吉奥提斯土地时,他遇到了国王奥尔梅纽斯,并向其女儿阿斯堤达梅亚求婚;但由于他已经娶了奥涅乌斯的女儿得伊阿尼拉为妻,国王没有理会他,于是他率军讨伐,攻克了城市,并杀死了那名不服从的国王,掳走了阿斯堤达梅亚作为俘虏,并与她交合,生下了儿子克提西普斯。
ταῦτα δὲ διαπραξάμενος ἐστράτευσεν εἰς τὴν Οἰχαλίαν ἐπὶ τοὺς Εὐρύτου παῖδας, ὅτι τὴν Ἰόλην μνηστεύσας ἀπέτυχε· συναγωνιζομένων δʼ αὐτῷ τῶν Ἀρκάδων, τήν τε πόλιν εἷλε καὶ τοὺς Εὐρύτου παῖδας ἀπέκτεινε, Τοξέα καὶ Μολίονα καὶ Κλυτίον.
完成了这些事情后,他向俄卡利亚进军,讨伐欧律托斯的儿子们,因为他曾向伊俄勒求婚却遭到了拒绝;在阿卡迪亚人的协助下,他攻克了城市,并杀死了欧律托斯的儿子们,即托克修斯、莫里翁和克吕提乌斯。
λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον ἀπῆλθε τῆς Εὐβοίας ἐπὶ τὸ ἀκρωτήριον τὸ καλούμενον Κηναῖον.
他将伊俄勒也掳为俘虏,然后离开了优卑亚,前往被称为凯奈翁的海岬。

词汇与语法注释

  1. 4.37.1Φύλαντος τοῦ Δρυόπων βασιλέως δόξαντος — 由分词 `δόξαντος` 引导的属格独立结构,其逻辑主语为 `Φύλαντος`。分词 `δόξαντος` 带有不定式 `παρανενομηκέναι` 作为其补足语。
  2. 4.37.2τούτου γὰρ αὐτοῖς συνεργοῦντος — 属格独立结构。代词 `τούτου` 指代前文的 `Εὐρυσθέα`(欧律斯透斯),而 `αὐτοῖς` 指代 `λοιποὶ τῶν Δρυόπων`(其余的德里奥普斯人),意为“因为他(欧律斯透斯)协助了他们”。
  3. 4.37.4τοῖς ἀπʼ αὐτοῦ — 代词 `αὐτοῦ` 指代主语赫拉克勒斯本身(反身用法)。结合“赫拉克勒斯后代(赫拉克利德)回归”的历史背景,这意味着赫拉克勒斯将土地托付给对方,是为了他自己的后代而代保管。
  4. 4.37.4οὐ προσέχοντος δʼ αὐτοῦ — 属格独立结构。代词 `αὐτοῦ` 指代国王 `Ὀρμενίῳ`(奥尔梅纽斯),意为“由于他(奥尔梅纽斯)不予理睬”。这需要与紧接着的 `διὰ τὸ ἔχειν αὐτὸν...` 中的 `αὐτὸν`(指代赫拉克勒斯)相区分。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.37.1-4.37.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.37.1-4.37.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。