Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.33.1-4.33.12

赫拉克勒斯远征埃利斯与特勒福斯的诞生

第 269 段,共 406 段 · 希腊语

内容简介

本章节详述了赫拉克勒斯对埃利斯和斯巴达的远征,包括击败奥革阿斯与希波科翁。同时叙述了赫拉克勒斯与奥革之子特勒福斯的出生、被遗弃在帕耳忒尼翁山,以及他最终在妙西亚与母亲重逢的命运。

§4.33.1μετὰ δὲ ταῦτα Ἡρακλῆς μὲν ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν ἐπʼ Αὐγέαν διὰ τὴν ἀποστέρησιν τοῦ μισθοῦ·
在此之后,赫拉克勒斯返回伯罗奔尼撒,因被剥夺了报酬而对奥革阿斯发动远征。
γενομένης δὲ μάχης πρὸς τοὺς Ἠλείους, τότε μὲν ἄπρακτος ἐπανῆλθεν εἰς Ὤλενον πρὸς Δεξαμενόν·
但与埃利斯人发生战斗时,当时他未能成功,退回到了奥勒诺斯的德克萨墨诺斯处。
τῆς δὲ τούτου θυγατρὸς Ἱππολύτης συνοικιζομένης Ἀζᾶνι, συνδειπνῶν Ἡρακλῆς καὶ θεασάμενος ἐν τοῖς γάμοις ὑβρίζοντα τὸν Κένταυρον Εὐρυτίωνα καὶ τὴν Ἱππολύτην βιαζόμενον, ἀπέκτεινεν.
当后者的女儿希波吕忒嫁给阿赞时,赫拉克勒斯与他们一同进餐,看到半人马欧律提翁在婚礼上施暴并强行占有希波吕忒,便将他杀死了。
§4.33.2εἰς Τίρυνθα δὲ Ἡρακλέους ἐπανελθόντος, Εὐρυσθεὺς αἰτιασάμενος αὐτὸν ἐπιβουλεύειν τῇ βασιλείᾳ προσέταξεν ἀπελθεῖν ἐκ Τίρυνθος αὐτόν τε καὶ τὴν Ἀλκμήνην καὶ Ἰφικλέα καὶ Ἰόλαον.
当赫拉克勒斯回到蒂林斯时,欧律斯透斯指责他图谋篡夺王位,命令他以及阿尔克墨涅、伊菲克勒斯和伊奥劳斯离开蒂林斯。
διόπερ ἀναγκασθεὶς ἔφυγε μετὰ τούτων καὶ κατῴκησε §4.33.3τῆς Ἀρκαδίας ἐν Φενεῷ.
因此,他被迫与这些人一同逃亡,并定居在阿卡迪亚的费内乌斯。
ἐντεῦθεν δὲ ὁρμώμενος, καὶ πυθόμενος ἐξ Ἤλιδος πομπὴν ἀποστέλλεσθαι Ποσειδῶνι εἰς Ἰσθμόν, καὶ ταύτης ἀφηγεῖσθαι Εὔρυτον τὸν Αὐγέου, προσπεσὼν ἄφνω τὸν Εὔρυτον ἀπέκτεινε περὶ Κλεωνάς, ἔνθα νῦν ἐστιν ἱερὸν Ἡρακλέους.
他以此地为基地,当听说有一支节日游行队伍正从埃利斯派往地峡献给波塞冬,且由奥革阿斯之子欧律托斯率领时,他在克勒奥奈附近突然袭击并杀死了欧律托斯,那里现在有一座赫拉克勒斯神庙。
§4.33.4μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετεπέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν· ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθʼ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ.
在此之后,他对埃利斯发动远征,杀死了国王奥革阿斯,并以武力攻占了该城,派人召回奥革阿斯之子菲琉斯,并将王位交给了他;因为菲琉斯曾被其父亲流放,当时在父亲与赫拉克勒斯关于报酬的诉讼中,他担任裁判官并判定赫拉克勒斯获胜。
§4.33.5μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν·
在此之后,希波科翁将他的兄弟廷达瑞俄斯从斯巴达流放,而希波科翁的儿子们(人数达二十人)杀死了利库姆尼俄斯之子、赫拉克勒斯的朋友奥俄诺斯。
ἐφʼ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπʼ αὐτούς· μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε.
赫拉克勒斯对此大为震怒,对他们发动了远征,并在一次大战中击败了他们,杀死了极多的人。
τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφʼ ἑαυτοῦ γενομένοις φυλάττειν.
他以武力攻占了斯巴达,恢复了迪奥斯库里之父廷达瑞俄斯的王位,并将这王位作为武力征服的领地委托给廷达瑞俄斯,命令自己的后代加以守护。
§4.33.6ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν μεθʼ Ἡρακλέους ὀλίγοι παντελῶς, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Ἴφικλος καὶ Κηφεὺς καὶ Κηφέως υἱοὶ τὸν ἀριθμὸν ὄντες ἑπτακαίδεκα· τρεῖς γὰρ ἀπὸ τῶν εἴκοσι μόνον διεσώθησαν·
在这场战斗中,赫拉克勒斯一方战死的人极少,其中有著名人物伊菲克勒斯、刻甫斯以及刻甫斯的十七个儿子;因为在二十人中只有三人幸存下来。
τῶν δʼ ἐναντίων αὐτός τε ὁ Ἱπποκόων καὶ μετʼ αὐτοῦ δέκα μὲν υἱοί, τῶν δʼ ἄλλων Σπαρτιατῶν παμπληθεῖς.
而在对手中,战死的有希波科翁本人以及与他在一起的十个儿子,还有极多其他的斯巴达人。
§4.33.7ἀπὸ δὲ ταύτης τῆς στρατείας ἐπανιὼν εἰς τὴν Ἀρκαδίαν, καὶ καταλύσας παρὰ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς Αὔγῃ καὶ ταύτην ποιήσας ἔγκυον εἰς Στύμφαλον ἐπανῆλθεν.
他在从这次远征返回阿卡迪亚的途中,寄宿在国王阿勒俄斯处,暗中与他的女儿奥革交合,使其怀孕,随后回到了斯廷法洛斯。
§4.33.8Ἄλεως δʼ ἀγνοῶν τὸ πεπραγμένον, ὡς ὁ τῆς γαστρὸς ὄγκος ἐμήνυσε τὴν φθοράν, ἐζήτει τὸν φθείραντα.
阿勒俄斯对发生的事一无所知,当隆起的腹部显露出她的失贞时,他寻找败坏她名节的人。
τῆς δʼ Αὔγης ἀποφαινομένης ὅτι βιάσαιτο αὐτὴν Ἡρακλῆς, ἀπιστήσας τοῖς ὑπὸ ταύτης λεγομένοις ταύτην μὲν παρέδωκε Ναυπλίῳ φίλῳ καθεστῶτι, καὶ προσέταξε καταποντίσαι.
尽管奥革声称是赫拉克勒斯强暴了她,但他不相信她所说的话,将她交给他的朋友纳乌普利乌斯,并命令将其溺死。
§4.33.9Αὔγη δʼ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενομένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν· τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα.
奥革在被带往纳乌普利亚的途中,来到帕耳忒尼翁山附近,因阵痛阵作而痛苦不堪,她走进附近的树林,仿佛是为了某种紧急的需要;她生下了一个男婴,把婴儿藏在灌木丛中便离去了。
μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύπλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν·
在此之后,奥革继续前往纳乌普利乌斯处,到达阿耳戈斯地区的纳乌普利亚港口,在那里她获得了意想不到的生还。
§4.33.10ὁ γὰρ Ναύπλιος καταποντίσαι μὲν αὐτὴν κατὰ τὰς ἐντολὰς οὐκ ἔκρινε, ξένοις δέ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι· οὗτοι δʼ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι.
因为纳乌普利乌斯决定不按照命令将她溺死,而是将她作为礼物送给一些正要扬帆前往亚细亚的卡里亚异乡人;这些人把奥革带到亚细亚,卖给了妙西亚的国王特乌特拉斯。
§4.33.11τὸ δʼ ἀπολειφθὲν ἐν τῷ Παρθενίῳ βρέφος ὑπὸ τῆς Αὔγης βουκόλοι τινὲς Κορύθου τοῦ βασιλέως εὑρόντες ὑπό τινος ἐλάφου τῷ μαστῷ τρεφόμενον, ἐδωρήσαντο τῷ δεσπότῃ.
而奥革留在帕耳忒尼翁山的婴儿,被国王科律托斯的一些牧牛人发现,当时它正由一只母鹿的乳房哺育,他们便把婴儿献给了解他们的主人。
ὁ δὲ Κόρυθος παραλαβὼν τὸ παιδίον ἀσμένως ὡς ἴδιον υἱὸν ἔτρεφε, προσαγορεύσας Τήλεφον ὰπὸ τῆς τρεφούσης ἐλάφου.
科律托斯欣然收留了这个孩子,将其作为亲生儿子抚养,并根据哺育他的母鹿将其命名为特勒福斯。
Τήλεφος δʼ ἀνδρωθεὶς καὶ τὴν μητέρα μαθεῖν σπεύδων, παρῆλθεν εἰς Δελφούς, καὶ χρησμὸν ἔλαβε πλεῖν εἰς τὴν Μυσίαν πρὸς Τεύθραντα τὸν βασιλέα.
特勒福斯成年后,急于了解自己的母亲,于是前往德尔斐,并得到了前往妙西亚拜访国王特乌特拉斯的神谕。
§4.33.12ἀνευρὼν δὲ τὴν μητέρα, καὶ γνωσθεὶς τίνος ἦν πατρός, ἀποδοχῆς ἐτύγχανε τῆς μεγίστης.
他找到了母亲,并且他的生父身份也被查明,从而受到了最盛大的款待。
ὁ δὲ Τεύθρας ἄπαις ὢν ἀρρένων παίδων τὴν θυγατέρα Ἀργιόπην συνῴκισε τῷ Τηλέφῳ, καὶ διάδοχον ἀπέδειξε τῆς βασιλείας.
特乌特拉斯由于没有男嗣,将女儿阿耳癸奥佩嫁给了特勒福斯,并宣布他为王位的继承人。

词汇与语法注释

  1. §4.33.1τῆς δὲ τούτου θυγατρὸς Ἱππολύτης συνοικιζομένης Ἀζᾶνι — 意为“当他的女儿希波吕忒与阿赞结婚时”。这是属格绝对结构,表示时间。τούτου(他的)指代前文提到的德克萨墨诺斯。
  2. §4.33.4δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα — 意为“在他的父亲与赫拉克勒斯之间担任裁判官”。与格 τῷ πατρὶ 和介词短语 πρὸς Ἡρακλέα 表示诉讼的双方面,修饰 δικαστὴς(裁判官)。
  3. §4.33.5τοῖς ἀφʼ ἑαυτοῦ γενομένοις — 反身代词 ἑαυτοῦ 指代主句的主语赫拉克勒斯,意为“赫拉克勒斯自己的(未来的)后代”。这表明赫拉克勒斯将王位托管给廷达瑞俄斯,并命令自己的后代加以守护。
  4. §4.33.9ὡς ἐπί τινα χρείαν ἀναγκαίαν — 连词 ὡς 表示主观的原因或借口,说明奥革以此为借口,“仿佛是为了某种不可避免的需要(如生理需求)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.33.1-4.33.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.33.1-4.33.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。