§4.32.1μετὰ δὲ ταῦτα ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν εἰς Ἴλιον, ἐγκαλῶν Λαομέδοντι τῷ βασιλεῖ.
在此之后,他返回伯罗奔尼撒,并对伊利翁发动了远征,以此谴责国王拉俄墨冬。
οὗτος γὰρ Ἡρακλέους στρατεύοντος μετὰ Ἰάσονος ἐπὶ τὸ χρυσόμαλλον δέρος, καὶ τὸ κῆτος ἀνελόντος, ἀπεστέρησε τῶν ὡμολογημένων ἵππων, περὶ ὧν ἐν τοῖς Ἀργοναύτοις τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν.
因为在这个国王在赫拉克勒斯与伊阿宋一同为了金羊毛远征并斩杀海怪时,剥夺了原先约定好的马匹,关于这些细节我们稍后将在阿耳戈英雄的章节中详细叙述。
§4.32.2καὶ τότε μὲν διὰ τὴν μετʼ Ἰάσονος στρατείαν ἀσχοληθείς, ὕστερον δὲ λαβὼν καιρὸν ἐπὶ τὴν Τροίαν ἐστράτευσεν, ὡς μέν τινές φασι, ναυσὶ μακραῖς ὀκτωκαίδεκα, ὡς δὲ Ὅμηρος γέγραφεν, ἓξ ταῖς ἁπάσαις, ἐν οἷς παρεισάγει τὸν υἱὸν αὐτοῦ Τληπόλεμον λέγοντα
"ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.
那时由于与伊阿宋一同远征而无暇顾及,但后来得到了机会,他便远征特洛伊,正如一些人所说,他带着十八艘战船,但正如荷马所写,一共只有六艘,荷马在诗中引入赫拉克勒斯之子特勒波勒摩斯的话说:“但人们说,那威武的赫拉克勒斯,我那勇敢、有着狮子般灵魂的父亲,是怎样的人啊!
"
他曾为了拉俄墨冬的马匹来到这里,仅凭六艘船和较少的人手,就摧毁了伊利翁城,使它的街道荒废。
§4.32.3ὁ δʼ οὖν Ἡρακλῆς καταπλεύσας εἰς τὴν Τρῳάδα αὐτὸς μὲν μετὰ τῶν ἀρίστων προῆγεν ἐπὶ τὴν πόλιν, ἐπὶ δὲ τῶν νεῶν ἀπέλιπεν ἡγεμόνα τὸν Ἀμφιαράου υἱὸν Οἰκλέα.
” 于是赫拉克勒斯乘船到达特罗阿德,自己带着最优秀的战士向城市进军,而把阿姆菲阿剌俄斯之子奥伊克勒斯留作船只的指挥官。
Λαομέδων δʼ ἀπροσδοκήτου τῆς παρουσίας τῶν πολεμίων γενομένης δύναμιν ἀξιόλογον συναγαγεῖν ἐξεκλείσθη διὰ τὴν ὀξύτητα τῶν καιρῶν, ἀθροίσας δʼ ὅσους ἐδύνατο, μετὰ τούτων ἦλθεν ἐπὶ τὰς ναῦς, ἐλπίζων, εἰ ταύτας ἐμπρήσειε, τέλος ἐπιθήσειν τῷ πολέμῳ.
但拉俄墨冬由于敌人的到来出乎意料,因事态紧迫而无法召集起一支值得关注的军队,但他尽其所能召集了所有人,并带着他们前往船只,希望如果能烧毁这些船,就能结束战争。
τοῦ δὲ Οἰκλέους ἀπαντήσαντος, ὁ μὲν στρατηγὸς Οἰκλῆς ἔπεσεν, οἱ δὲ λοιποὶ συνδιωχθέντες εἰς τὰς ναῦς ἔφθασαν ἀναπλεύσαντες ἀπὸ τῆς γῆς.
然而在奥伊克勒斯迎战时,将领奥伊克勒斯阵亡,其余的人被驱赶回船上,并成功从陆地开船逃离。
§4.32.4Λαομέδων δʼ ἐπανελθὼν καὶ πρὸς τῇ πόλει τοῖς μεθʼ Ἡρακλέους συμβαλὼν αὐτός τε ἔπεσε καὶ τῶν συναγωνιζομένων οἱ πλείους· Ἡρακλῆς δὲ τὴν πόλιν ἑλὼν κατὰ κράτος καὶ πολλοὺς ἐν χειρῶν νόμῳ κατασφάξας, Πριάμῳ τὴν βασιλείαν ἀπέδωκε τῶν Ἰλιαδῶν διὰ τὴν δικαιοσύνην·
至于拉俄墨冬,他退回并在城旁与赫拉克勒斯的部下交战,他自己阵亡了,与他一同战斗的大多数人也牺牲了;赫拉克勒斯以武力攻克了该城,并在白兵战中屠杀了许多人,但因普里阿摩斯的正直,将伊利翁人的王位交给了他。
§4.32.5οὗτος γὰρ μόνος τῶν υἱῶν τοῦ Λαομέδοντος ἐναντιούμενος τῷ πατρὶ τὰς ἵππους ἀποδοῦναι συνεβούλευσεν τῷ Ἡρακλεῖ κατὰ τὰς ἐπαγγελίας.
因为在拉俄墨冬的所有儿子中,只有他反对父亲,并建议按照承诺将马匹归还给赫拉克勒斯。
ὁ δʼ Ἡρακλῆς ἐστεφάνωσε Τελαμῶνα ἀριστείοις, δοὺς αὐτῷ τὴν Λαομέδοντος θυγατέρα Ἡσιόνην· οὗτος γὰρ κατὰ τὴν πολιορκίαν πρῶτος βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν, Ἡρακλέους προσβαλόντος κατὰ τὸ καρτερώτατον μέρος τοῦ τείχους τῆς ἀκροπόλεως.
赫拉克勒斯授予特拉蒙勇士的奖励,将拉俄墨冬的女儿赫西俄涅嫁给了他;因为在围城战中,当赫拉克勒斯进攻卫城城墙最坚固的部分时,是特拉蒙首先强行突入了城内。