§4.33.1μετὰ δὲ ταῦτα Ἡρακλῆς μὲν ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν ἐπʼ Αὐγέαν διὰ τὴν ἀποστέρησιν τοῦ μισθοῦ·
その後、ヘラクレスはペロポネソスに戻ると、報酬を奪われたことを理由にアウゲアスに対して遠征した。
γενομένης δὲ μάχης πρὸς τοὺς Ἠλείους, τότε μὲν ἄπρακτος ἐπανῆλθεν εἰς Ὤλενον πρὸς Δεξαμενόν·
しかしエリス人たちとの間で戦いが起こると、その時は目的を達せずにオレノスへ退却し、デクサメノスのもとへ身を寄せた。
τῆς δὲ τούτου θυγατρὸς Ἱππολύτης συνοικιζομένης Ἀζᾶνι, συνδειπνῶν Ἡρακλῆς καὶ θεασάμενος ἐν τοῖς γάμοις ὑβρίζοντα τὸν Κένταυρον Εὐρυτίωνα καὶ τὴν Ἱππολύτην βιαζόμενον, ἀπέκτεινεν.
デクサメノスの娘ヒッポリュテがアザンと結婚する際、ヘラクレスはともに晩餐の席についていたが、婚礼の最中にケンタウロスのエウリュティオンが暴挙を働き、ヒッポリュテに乱暴しようとするのを見て、彼を殺害した。
§4.33.2εἰς Τίρυνθα δὲ Ἡρακλέους ἐπανελθόντος, Εὐρυσθεὺς αἰτιασάμενος αὐτὸν ἐπιβουλεύειν τῇ βασιλείᾳ προσέταξεν ἀπελθεῖν ἐκ Τίρυνθος αὐτόν τε καὶ τὴν Ἀλκμήνην καὶ Ἰφικλέα καὶ Ἰόλαον.
ヘラクレスがティリュンスに戻ると、エウリュステウスは彼が王権を狙って陰謀を企てていると非難し、彼自身とアルクメネ、イピクレス、イオラオスにティリュンスから退去するよう命じた。
διόπερ ἀναγκασθεὶς ἔφυγε μετὰ τούτων καὶ κατῴκησε §4.33.3τῆς Ἀρκαδίας ἐν Φενεῷ.
そのため彼は余儀なくされて彼らとともに亡命し、アルカディアのペネオスに住んだ。
ἐντεῦθεν δὲ ὁρμώμενος, καὶ πυθόμενος ἐξ Ἤλιδος πομπὴν ἀποστέλλεσθαι Ποσειδῶνι εἰς Ἰσθμόν, καὶ ταύτης ἀφηγεῖσθαι Εὔρυτον τὸν Αὐγέου, προσπεσὼν ἄφνω τὸν Εὔρυτον ἀπέκτεινε περὶ Κλεωνάς, ἔνθα νῦν ἐστιν ἱερὸν Ἡρακλέους.
そこを拠点として活動していたとき、エリスからイストモスへポセイドンのための祝祭の行列が送り出され、その指揮をアウゲアスの息子エウリュトスが執っていると聞き、彼はクレオナイの近くでエウリュトスを不意に襲って殺害した。 そこには現在、ヘラクレスの神殿がある。
§4.33.4μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετεπέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν·
その後、エリスへ遠征してアウゲアス王を殺害し、都を力攻めで陥落させると、アウゲアスの息子プュレウスを呼び戻して彼に王位を譲り渡した。
ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθʼ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ.
というのも、プュレウスは、かつて父とヘラクレスとの間の報酬をめぐる争いで裁判人となった際、ヘラクレスに勝利の判決を与えたために、父親によって追放されていたからである。
§4.33.5μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν·
その後、ヒッポコオンが弟テュンダレオスをスパルタから追放し、また、リキュムニオスの息子でヘラクレスの友人であったオイオノスを、ヒッポコオンの20人にのぼる息子たちが殺害した。
ἐφʼ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπʼ αὐτούς·
これらのことに憤慨したヘラクレスは、彼らに対して遠征し、大戦で勝利を収めて極めて多くの者を殺害した。
μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφʼ ἑαυτοῦ γενομένοις φυλάττειν.
そしてスパルタを力攻めで陥落させると、ディオスクロイの父テュンダレオスを帰国させて王位に就け、この王権を槍で勝ち取った領地としてテュンダレオスに委ね、自身の子孫たちにこれを守り伝えるよう命じた。
§4.33.6ἔπεσον δʼ ἐν τῇ μάχῃ τῶν μὲν μεθʼ Ἡρακλέους ὀλίγοι παντελῶς, ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Ἴφικλος καὶ Κηφεὺς καὶ Κηφέως υἱοὶ τὸν ἀριθμὸν ὄντες ἑπτακαίδεκα·
この戦いでヘラクレスの味方のうち倒れた者は極めて少数であったが、その中には著名な人物であるイピクロスやケペウス、および17人にのぼるケペウスの息子たちが含まれていた。
τρεῖς γὰρ ἀπὸ τῶν εἴκοσι μόνον διεσώθησαν·
というのも、20人のうちわずか3人しか生き残らなかったからである。
τῶν δʼ ἐναντίων αὐτός τε ὁ Ἱπποκόων καὶ μετʼ αὐτοῦ δέκα μὲν υἱοί, τῶν δʼ ἄλλων Σπαρτιατῶν παμπληθεῖς.
他方、敵側では、ヒッポコオン自身と彼とともにいた10人の息子たち、そしてそれ以外のスパルタ人が極めて多く倒れた。
§4.33.7ἀπὸ δὲ ταύτης τῆς στρατείας ἐπανιὼν εἰς τὴν Ἀρκαδίαν, καὶ καταλύσας παρὰ Ἄλεῳ τῷ βασιλεῖ, τῇ θυγατρὶ τούτου λάθρᾳ μιγεὶς Αὔγῃ καὶ ταύτην ποιήσας ἔγκυον εἰς Στύμφαλον ἐπανῆλθεν.
この遠征からアルカディアに帰還する途中、アレオース王の宮廷に滞在したが、そこで王の娘アウゲと密かに交わって彼女を妊娠させ、ステュムパロスへ戻った。
§4.33.8Ἄλεως δʼ ἀγνοῶν τὸ πεπραγμένον, ὡς ὁ τῆς γαστρὸς ὄγκος ἐμήνυσε τὴν φθοράν, ἐζήτει τὸν φθείραντα.
アレオースは事の真相を知らなかったが、腹の膨らみが不義を露呈すると、不名誉をもたらした相手を捜し求めた。
τῆς δʼ Αὔγης ἀποφαινομένης ὅτι βιάσαιτο αὐτὴν Ἡρακλῆς, ἀπιστήσας τοῖς ὑπὸ ταύτης λεγομένοις ταύτην μὲν παρέδωκε Ναυπλίῳ φίλῳ καθεστῶτι, καὶ προσέταξε καταποντίσαι.
アウゲが、ヘラクレスに手ごめにされたのだと打ち明けたが、彼は彼女の言うことを信じず、友人であったナウプリオスに彼女を引き渡して、水死させるよう命じた。
§4.33.9Αὔγη δʼ ἀπαγομένη εἰς Ναυπλίαν, καὶ γενομένη κατὰ τὸ Παρθένιον ὄρος, ὑπὸ τῶν ὠδίνων καταβαρουμένη παρῆλθεν εἰς τὴν πλησίον ὕλην ὡς ἐπί τινα χρείαν ἀναγκαίαν·
アウゲはナウプリアへ連れていかれる途中、パルテニオン山に差しかかったとき、陣痛にひどく苦しめられて、あたかも避けることのできない用事のためであるかのように近くの森に入った。
τεκοῦσα δὲ παιδίον ἄρρεν ἀπέλιπε τὸ βρέφος εἴς τινας θάμνους κρύψασα.
そして男の子を出産すると、赤ん坊をある茂みの中に隠して残した。
μετὰ δὲ ταῦτα Αὔγη μὲν ἀπηλλάγη πρὸς τὸν Ναύπλιον, καὶ καταντήσασα τῆς Ἀργείας εἰς τὸν ἐν Ναυπλίᾳ λιμένα παραδόξου σωτηρίας ἔτυχεν·
その後、アウゲはナウプリオスのもとへ立ち去り、アルゴス地方のナウプリア港に到着すると、思いがけない救助にあずかった。
§4.33.10ὁ γὰρ Ναύπλιος καταποντίσαι μὲν αὐτὴν κατὰ τὰς ἐντολὰς οὐκ ἔκρινε, ξένοις δέ τισι Καρσὶν ἀναγομένοις εἰς τὴν Ἀσίαν δωρήσασθαι·
というのも、ナウプリオスは命令通りに彼女を水死させることはよしとせず、アジアへ船出しようとしていたカリュア人の客たちに彼女を贈り物として与えたからである。
οὗτοι δʼ ἀπαγαγόντες εἰς τὴν Ἀσίαν ἀπέδοντο τὴν Αὔγην τῷ βασιλεῖ τῆς Μυσίας Τεύθραντι.
彼らは彼女をアジアへ連れていき、ミュシアの王テウトラスにアウゲを売却した。
§4.33.11τὸ δʼ ἀπολειφθὲν ἐν τῷ Παρθενίῳ βρέφος ὑπὸ τῆς Αὔγης βουκόλοι τινὲς Κορύθου τοῦ βασιλέως εὑρόντες ὑπό τινος ἐλάφου τῷ μαστῷ τρεφόμενον, ἐδωρήσαντο τῷ δεσπότῃ.
一方、アウゲによってパルテニオン山に残された赤ん坊は、コリュトス王の牛飼いたちによって発見されたが、一頭の牝鹿の乳房によって育てられていたため、彼らはこれを主君に献上した。
ὁ δὲ Κόρυθος παραλαβὼν τὸ παιδίον ἀσμένως ὡς ἴδιον υἱὸν ἔτρεφε, προσαγορεύσας Τήλεφον ὰπὸ τῆς τρεφούσης ἐλάφου.
コリュトスは喜んでその子を受け取り、我が子として育て、乳を与えていた牝鹿にちなんで「テレポス」と名付けた。
Τήλεφος δʼ ἀνδρωθεὶς καὶ τὴν μητέρα μαθεῖν σπεύδων, παρῆλθεν εἰς Δελφούς, καὶ χρησμὸν ἔλαβε πλεῖν εἰς τὴν Μυσίαν πρὸς Τεύθραντα τὸν βασιλέα.
テレポスは成人すると、母が誰であるかを知ろうと熱望し、デルポイを訪れ、ミュシアの王テウトラスのもとへ船で渡れという神託を得た。
§4.33.12ἀνευρὼν δὲ τὴν μητέρα, καὶ γνωσθεὶς τίνος ἦν πατρός, ἀποδοχῆς ἐτύγχανε τῆς μεγίστης.
そして母を見つけ出し、自分が誰の息子であるかを知られると、最大限の歓待を受けた。
ὁ δὲ Τεύθρας ἄπαις ὢν ἀρρένων παίδων τὴν θυγατέρα Ἀργιόπην συνῴκισε τῷ Τηλέφῳ, καὶ διάδοχον ἀπέδειξε τῆς βασιλείας.
テウトラスには男の跡継ぎがいなかったため、娘アルギオペをテレポスに娶らせ、彼を王位の継承者に指名した。