Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.34.1-4.34.7

赫拉克勒斯迁居卡吕冬与梅勒阿格罗斯的悲剧

第 270 段,共 406 段 · 希腊语

内容简介

叙述了赫拉克勒斯迁往卡吕冬并娶得伊阿尼拉的经过,并由此引入旁白,讲述其兄弟梅勒阿格罗斯参与卡吕冬野猪狩猎以及其悲剧性死亡的神话故事。

§4.34.1Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Φενεῷ κατοίκησιν ἔτει πέμπτῳ, δυσφορῶν ἐπὶ τῷ τετελευτηκέναι Οἰωνὸν τὸν Λικυμνίου καὶ Ἴφικλον τὸν ἀδελφόν, ἀπῆλθεν ἑκουσίως ἐξ Ἀρκαδίας καὶ πάσης Πελοποννήσου.
在定居费内乌斯后的第五年,赫拉克勒斯因深切哀悼利库姆尼俄斯之子奥俄诺斯和他的兄弟伊菲克勒斯的去世,自愿离开了阿卡迪亚和整个伯罗奔尼撒。
συναπελθόντων δʼ αὐτῷ πολλῶν ἐκ τῆς Ἀρκαδίας, ἀπῆλθε τῆς Αἰτωλίας εἰς Καλυδῶνα κἀκεῖ κατῴκησεν.
在许多人从阿卡迪亚与他一同离开后,他前往艾托利亚的卡吕冬并在那里定居下来。
οὐκ ὄντων δʼ αὐτῷ παίδων γνησίων οὐδὲ γαμετῆς γυναικός, ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη Μελεάγρου.
由于他既没有婚生子女,也没有合法的妻子,他便娶了奥涅乌斯的女儿得伊阿尼拉,此时梅勒阿格罗斯已经去世。
οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν βραχὺ παρεκβάντας ἡμᾶς ἀπαγγεῖλαι τὴν περὶ τὸν Μελέαγρον περιπέτειαν.
我们认为,在做简短的旁白后,叙述关于梅勒阿格罗斯的厄运并不是不合时宜的。
§4.34.2Οἰνεὺς γάρ, γενομένης εὐκαρπίας αὐτῷ τοῦ σίτου, τοῖς μὲν ἄλλοις θεοῖς ἐτέλεσε θυσίας, μόνης δὲ τῆς Ἀρτέμιδος ὠλιγώρησεν· δι’ ἣν αἰτίαν ἡ θεὸς αὐτῷ μηνίσασα τὸν διαβεβοημένον Καλυδώνιον ὗν ἀνῆκεν, ὑπερφυῆ τὸ μέγεθος.
因为奥涅乌斯在粮食丰收时,向其他神明献祭,唯独忽略了阿耳忒弥斯;由于这个原因,女神对他发怒,放出了那头著名的、体型极其巨大的卡吕冬野猪。
§4.34.3οὗτος δὲ τὴν σύνεγγυς χώραν καταφθείρων τὰς κτήσεις ἐλυμαίνετο· διόπερ Μελέαγρος ὁ Οἰνέως, τὴν μὲν ἡλικίαν μάλιστα ἀκμάζων, ῥώμῃ δὲ καὶ ἀνδρείᾳ διαφέρων, παρέλαβε πολλοὺς τῶν ἀρίστων ἐπὶ τὴν τούτου κυνηγίαν.
这头野猪蹂躏邻近的土地,破坏了人们的财产;因此,奥涅乌斯之子梅勒阿格罗斯,当时正值壮年,且在力量和勇气上异于常人,便召集了许多最杰出的人来捕猎这只野兽。
πρώτου δὲ Μελεάγρου τὸ θηρίον ἀκοντίσαντος, ὁμολογούμενον αὐτῷ τὸ πρωτεῖον συνεχωρήθη· τοῦτο δʼ ἦν ἡ δορὰ τοῦ ζῴου.
由于梅勒阿格罗斯最先用投枪击中野兽,大家一致同意将首功让给他,而这首功便是这只野兽的皮。
§4.34.4μετεχούσης δὲ τῆς κυνηγίας Ἀταλάντης τῆς Σχοινέως, ἐρασθεὶς αὐτῆς ὁ Μελέαγρος παρεχώρησε τῆς δορᾶς καὶ τοῦ κατὰ τὴν ἀριστείαν ἐπαίνου.
由于斯科伊涅乌斯的女儿阿塔兰忒也参加了捕猎,爱上她的梅勒阿格罗斯便将兽皮和属于首功的荣誉让给了她。
ἐπὶ δὲ τοῖς πραχθεῖσιν οἱ Θεστίου παῖδες συγκυνηγοῦντες ἠγανάκτησαν, ὅτι ξένην γυναῖκα προετίμησεν αὐτῶν, παραπέμψας τὴν οἰκειότητα.
但对于这一举动,一同捕猎的塞斯提俄斯的儿子们大为愤怒,因为他无视亲属关系,而将一个异乡女子置于他们之上。
διόπερ ἀκυροῦντες τοῦ Μελεάγρου τὴν δωρεὰν ἐνήδρευσαν Ἀταλάντῃ, καὶ κατὰ τὴν εἰς Ἀρκαδίαν ἐπάνοδον ἐπιθέμενοι τὴν δορὰν ἀφείλοντο.
因此,他们为了废除梅勒阿格罗斯的赠予,设伏袭击阿塔兰忒,并在她返回阿卡迪亚的途中发动袭击,夺走了兽皮。
§4.34.5Μελέαγρος δὲ διά τε τὸν πρὸς τὴν Ἀταλάντην ἔρωτα καὶ διὰ τὴν ἀτιμίαν παροξυνθείς, ἐβοήθησε τῇ Ἀταλάντῃ.
梅勒阿格罗斯因对阿塔兰忒的爱和所受的侮辱而激怒,便去援助阿塔兰忒。
καὶ τὸ μὲν πρῶτον παρεκάλει τοὺς ἡρπακότας ἀποδοῦναι τῇ γυναικὶ τὸ δοθὲν ἀριστεῖον· ὡς δʼ οὐ προσεῖχον, ἀπέκτεινεν αὐτούς, ὄντας τῆς Ἀλθαίας ἀδελφούς.
起初他请求抢夺者将赐予的战利品还给那个女人;但当他们不予理睬时,他杀死了他们,而他们正是阿尔泰亚的兄弟。
διόπερ ἡ μὲν Ἀλθαία γενομένη περιαλγὴς ἐπὶ τῇ τῶν ὁμαίμων ἀναιρέσει ἀρὰς ἔθετο, καθʼ ἃς ἠξίωσεν ἀποθανεῖν Μελέαγρον· καὶ τοὺς ἀθανάτους ὑπακούσαντας ἐπενεγκεῖν αὐτῷ τὴν τοῦ βίου καταστροφήν.
因此,阿尔泰亚因同胞兄弟被杀而悲痛欲绝,发下诅咒,要求梅勒阿格罗斯死掉;而不朽的神明听从了她,给他的生命带来了终结。
§4.34.6ἔνιοι δὲ μυθολογοῦσιν ὅτι κατὰ τὴν Μελεάγρου γένεσιν τῇ Ἀλθαίᾳ τὰς Μοίρας καθʼ ὕπνον ἐπιστάσας εἰπεῖν ὅτι τότε τελευτήσει Μελέαγρος ὁ υἱὸς αὐτῆς, ὅταν ὁ δαλὸς κατακαυθῇ.
但有些人传说,在梅勒阿格罗斯出生时,命运三女神在梦中站在阿尔泰亚面前说,她的儿子梅勒阿格罗斯将在那根木柴被烧尽时死去。
διόπερ τεκοῦσαν, καὶ νομίσασαν ἐν τῇ τοῦ δαλοῦ φυλακῇ τὴν σωτηρίαν τοῦ τέκνου κεῖσθαι, τὸν δαλὸν ἐπιμελῶς τηρεῖν.
因此,她在生育后,认为孩子的安全维系在对木柴的保管上,便精心保存着那根木柴。
§4.34.7ὕστερον δʼ ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν παροξυνθεῖσαν κατακαῦσαι τὸν δαλὸν καὶ τῷ Μελεάγρῳ τῆς τελευτῆς αἰτίαν καταστῆναι· ἀεὶ δὲ μᾶλλον ἐπὶ τοῖς πεπραγμένοις λυπουμένην τὸ τέλος ἀγχόνῃ τὸν βίον καταστρέψαι.
但后来,她因兄弟被杀而激怒,烧毁了木柴,从而成为了梅勒阿格罗斯死亡的原因;而她对自己的所作所作越来越感到悲痛,最终上吊结束了自己的生命。

词汇与语法注释

  1. §4.34.1ἔτει πέμπτῳ — 表示时间的与格(“在第五年”),由前置介词短语 μετὰ τὴν ἐν Φενεῷ κατοίκησιν(“在定居费内乌斯之后”)所限定。
  2. §4.34.1τῷ τετελευτηκέναι — 完成时态的冠词不定式,作为介词 ἐπί 的宾语,在表示情感的分词 δυσφορῶν(“哀悼、悲伤”)之后表示原因。其逻辑主语为对格的 Οἰωνόν 和 Ἴφικλον。
  3. §4.34.4προετίμησεν αὐτῶν — 属格代词 αὐτῶν 作为比较/优先属格,由复合动词 προτιμάω(“优于、优先于[某人]”)支配。
  4. §4.34.6ἐπιστάσας — 动词 ἐφίστημι 的不定过去时主动分词阴性宾格复数形式,修饰 τὰς Μοίρας(命运三女神)。该对格名词是在由 μυθολογοῦσιν 引导的间接引语中,不定式 εἰπεῖν 的逻辑主语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.34.1-4.34.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.34.1-4.34.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。