Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §4.28.1-4.28.4

亚马逊人入侵阿提卡与忒修斯的迎战

第 264 段,共 406 段 · 希腊语

内容简介

亚马逊人与斯基泰人结盟入侵阿提卡以复仇,但在忒修斯率领的雅典军队阻击下失败,期间忒修斯的妻子安提俄珀英勇战死。

§4.28.1τοῦ δʼ Ἡρακλέους περὶ ταῦτʼ ὄντος φασὶ τὰς ὑπολειφθείσας Ἀμαζόνας περὶ τὸν Θερμώδοντα ποταμὸν ἀθροισθείσας πανδημεὶ σπεῦσαι τοὺς Ἕλληνας ἀμύνασθαι περὶ ὧν Ἡρακλῆς στρατεύσας διειργάσατο.
当赫拉克勒斯忙于这些事务时,据说留存下来的亚马逊人举国聚集在热尔莫东河一带,急于为赫拉克勒斯远征所造成的伤害向希腊人复仇。
διαφορώτατα δὲ τοὺς Ἀθηναίους ἐφιλοτιμοῦντο διὰ τὸ τὸν Θησέα καταδεδουλῶσθαι τὴν ἡγεμόνα τῶν Ἀμαζόνων Ἀντιόπην, ὡς δʼ ἔνιοι γράφουσιν, Ἱππολύτην.
她们对雅典人尤其怀有极大的敌意,因为忒修斯奴役了亚马逊人的首领安提俄珀(正如一些人所写的,或者是希波吕忒)。
§4.28.2συστρατευσάντων δὲ τῶν Σκυθῶν θῶν ταῖς Ἀμαζόσι συνέβη δύναμιν ἀξιόλογον ἀθροισθῆναι, μεθʼ ἧς αἱ προηγούμεναι τῶν Ἀμαζονίδων περαιωθεῖσαι τὸν Κιμμέριον Βόσπορον προῆγον διὰ τῆς Θρᾴκης.
由于斯基泰人与亚马逊人共同远征,结果聚集起了一支不可忽视的庞大军队,亚马逊人的女首领们率领这支军队跨越了辛梅里安博斯普鲁斯海峡,穿过色雷斯向前推进。
τέλος δὲ πολλὴν τῆς Εὐρώπης ἐπελθοῦσαι κατήντησαν εἰς τὴν Ἀττικήν, καὶ κατεστρατοπέδευσαν ὅπου νῦν ἐστι τὸ καλούμενον ἀπʼ ἐκείνων Ἀμαζονεῖον.
最终,她们横扫了欧洲的大片土地,抵达阿提卡,并在如今因她们而被称为“亚马逊神庙”的地方安营扎寨。
§4.28.3Θησεὺς δὲ πυθόμενος τὴν τῶν Ἀμαζόνων ἔφοδον ἐβοήθει ταῖς πολιτικαῖς δυνάμεσιν, ἔχων μεθʼ ἑαυτοῦ τὴν Ἀμαζονίδα Ἀντιόπην, ἐξ ἧς ἦν πεπαιδοποιημένος υἱὸν Ἱππόλυτον.
忒修斯听闻亚马逊人的入侵,便率领城邦的军队前去迎战,身旁带着亚马逊女子安提俄珀,他曾与她生下儿子希波吕托斯。
συνάψας δὲ μάχην ταῖς Ἀμαζόσι, καὶ τῶν Ἀθηναίων ὑπερεχόντων ταῖς ἀνδραγαθίαις, ἐνίκησαν οἱ περὶ τὸν Θησέα, καὶ τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων ἃς μὲν κατέκοψαν, ἃς δʼ ἐκ τῆς Ἀττικῆς ἐξέβαλον.
在与亚马逊人交战中,由于雅典人在英勇上占了上风,忒修斯一方赢得了胜利,在迎战的亚马逊人中,他们斩杀了一些,并将另一些赶出了阿提卡。
§4.28.4συνέβη δὲ καὶ τὴν Ἀντιόπην συναγωνισαμένην τἀνδρὶ Θησεῖ, καὶ κατὰ τὴν μάχην ἀριστεύουσαν, ἡρωικῶς καταστρέψαι τὸν βίον.
此外,与丈夫忒修斯并肩作战并在战斗中表现极其英勇的安提俄珀,也壮烈地结束了生命。
αἱ δʼ ὑπολειφθεῖσαι τῶν Ἀμαζόνων ἀπογνοῦσαι τὴν πατρῴαν γῆν, ἐπανῆλθον μετὰ τῶν Σκυθῶν εἰς τὴν Σκυθίαν καὶ μετʼ ἐκείνων κατῴκησαν.
亚马逊人的幸存者对祖国的土地感到绝望,便与斯基泰人一起回到了斯基泰,并与他们共同定居。
ἡμεῖς δʼ ἀρκούντως περὶ τούτων διεληλυθότες ἐπάνιμεν πάλιν ἐπὶ τὰς Ἡρακλέους πράξεις.
我们在充分论述了这些事情之后,将再次回到赫拉克勒斯的功绩上。

词汇与语法注释

  1. §4.28.1περὶ ὧν — 关系代词 ὧν 包含了先行词,相当于 περὶ τούτων ἃ ...(关于……的事)。此处关系从句中动词 διειργάσατο 的直接宾语(宾格 ἃ)由于受到主句介词 περὶ 的支配而发生了属格吸引,或者先行词 τούτων 被省略。
  2. §4.28.1διὰ τὸ τὸν Θησέα καταδεδουλῶσθαι — 表示原因的“διὰ τὸ + 宾格 + 不定式”结构。宾格 τὸν Θησέα 是现在完成时中动意向(此处作主动意,“使臣服、占为己有”)不定式 καταδεδουλῶσθαι 的逻辑主语,而 τὴν ἡγεμόνα τῶν Ἀμαζόνων Ἀντιόπην 是其直接宾语。
  3. §4.28.2συστρατευσάντων δὲ τῶν Σκυθῶν ¦p.v.1.p.440¦ θῶν — 文本在里程碑标记前后出现了 Σκυθῶν 和 θῶν 的重复,这显然是抄本在换页或换行时产生的抄写错误。在句法上,它是一个属格独立结构(συστρατευσάντων ... τῶν Σκυθῶν),以 τῶν Σκυθῶν 为其逻辑主语。
  4. §4.28.3τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων — 属格 τῶν ἀντιταχθεισῶν Ἀμαζονίδων 是部分属格,限定修饰后面起对比作用的代词 ἃς μὲν ... ἃς δʼ(“其中一些人……,另一些人……”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §4.28.1-4.28.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.28.1-4.28.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。